Τὴν αὐτὴν ὅλην τοῦτο κἀκεῖνο διαφόρως, κατ᾽ ἄλλον καὶ ἄλλον, ὡς εἴρηται, λόγον νοουμένην· μίαν καὶ μόνην, ἀδιαίρετόν τε καὶ ἀσύγχυτον, καὶ ἁπλῆν καὶ ἀμείωτον καὶ ἀπαράλλακτον θεότητα· μονάδα κατὰ τὴν οὐσίαν ὅλην ὑπάρχουσαν, καὶ ὅλην τριάδα τὴν αὐτὴν ταῖς ὑποστάσεσι, καὶ μίαν ἑνὸς τρισσοφαοῦς ἀκτῖνα φωτὸς μονοειδῶς ἐπιλάμπουσαν, ἐφ᾽ ᾧ καὶ τὴν ψυχήν, ὁμοτίμως τοῖς ἁγίοις ἀγγέλοις τοὺς ἐκφανεῖς καὶ ἐφικτοὺς τῇ κτίσει περὶ θεότητος δεξαμένην λόγους καὶ συμφώνως αὐτοῖς ἀσιγήτως ἀνυμνεῖν μαθοῦσαν τριαδικῶς τὴν μίαν θεότητα, ἐπὶ τὴν κατὰ χάριν δι᾽ ὁμοιότητος ἐμφεροῦς υἱοθεσίαν ἀχθῆναι, δι᾽ ἧς μετ᾽ εὐχὰς τὸν Θεὸν Πατέρα μυστικόν τε χάριτι καὶ μόνον ἔχουσα πρὸς τὸ ἓν τῆς αὐτοῦ κρυφιότητος κατ᾽ ἔκστασιν πάντων συναχθήσεται, καὶ τοσοῦτον πείσεται μᾶλλον ἢ γνώσεται τὰ θεῖα, ὅσον μὴ ἑαυτῆς εἶναι βούλεσθαι, μηδὲ ἐξ ἑαυτῆς ὑφ᾽ ἑαυτῆς ἢ ἄλλου τινὸς γνωσθῆναι δύνασθαι, ἢ μόνου τοῦ ὅλην ἀγαθοπρεπῶς αὐτὴν ἀνειληφότος ὅλου Θεοῦ, καὶ ὅλον αὐτῇ θεοπρεπῶς ὅλῃ, καὶ ἀπαθῶς ἑαυτὸν ἐνιέντος καὶ ὅλην θεοποιήσαντος· ὡς εἶναι, καθώς φησιν ὁ πανάγιος Ἀρεοπαγίτης Διονύσιος, εἰκόνα καὶ φανέρωσιν τοῦ ἀφανοῦς φωτός, ἔσοπτρον ἀκραιφνές, διειδέστατον, ἀλώβητον, ἄχραντον, ἀκηλίδωτον, εἰσδεχόμενον ὅλην, εἰ θέμις εἰπεῖν, τὴν ὡραιότητα τοῦ ἀγαθοτύπου, θεοειδῶς καὶ ἀμειώτως ἐπιλάμπον ἐν ἑαυτῷ, καθάπερ οἷόν τέ ἐστι, τὴν ἀγαθότητα τῆς ἐν ἀδύτοις σιγῆς.