Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Η Εκκλησία ως εικόνα του Θεού και του κόσμου

Παρουσίαση της Εκκλησίας ως εικόνας του Θεού που συνενώνει τα ποικίλα μέλη της, καθώς και ως τύπου του σύμπαντος νοητού και αισθητού κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 8

Καὶ ταῦτα μὲν περὶ τούτων, ἐπὶ δὲ τὴν προκειμένην τῷ λόγῳ ὑπόθεσιν ἔλθωμεν. {πῶς τε καὶ ποίῳ τρόπῳ εἰκών ἐστι καὶ τύπος τοῦ θεοῦ ἡ ἁγία ἐκκλησία} Τὴν τοίνυν ἁγίαν ἐκκλησίαν κατὰ πρώτην θεωρίας ἐπιβολὴν τύπον καὶ εἰκόνα θεοῦ φέρειν ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος, ὡς τὴν αὐτὴν αὐτῷ κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν.

Ὥσπερ γὰρ ὁ θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγών, συνέχει καὶ συνάγει καὶ περιγράφει, καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν, τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα κατὰ μίαν τὴν πρὸς αὐτόν, ὡς ἀρχήν, σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ· καθ’ ἣν εἰς ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφορόν τε καὶ ἀσύγχυτον ἄγεται τὰ πάντα, πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου, πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων, τὴν πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν, οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀνελεῖν καὶ μὴ εἶναι ποιεῖν, ἀλλὰ τῷ νικᾶν καὶ ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη· καθ’ ἣν ἥ τε ὁλότης αὐτὴ καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν, ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν, καὶ ὥσπερ ἥλιος ὑπερφανὴς ἄστρων καὶ φύσιν καὶ δύναμιν, οὕτω τὴν αὐτῶν, ὡς αἰτιατῶν αἰτίαν, καλύπτουσαν ὕπαρξιν, —πέφυκε γάρ, ὥσπερ ἐκ τῆς ὁλότητος τὰ μέρη, οὕτω δὴ κἀκ τῆς αἰτίας τὰ αἰτιατὰ καὶ εἶναι κυρίως καὶ γνωρίζεσθαι καὶ τὴν ἑαυτῶν σχολάζουσαν ἔχειν ἰδιότητα, ἡνίκα τῇ πρὸς τὴν αἰτίαν ἀναφορᾷ περιληφθέντα ποιωθῇ δι’ ὅλου κατὰ τὴν μίαν, ὡς εἴρηται, τῆς πρὸς αὐτὴν σχέσεως δύναμιν· πάντα γὰρ ἐν πᾶσιν ὢν ὁ ἀπείροις μέτροις ὑπὲρ πάντα θεός, μονώτατος τοῖς καθαροῖς τὴν διάνοιαν ὁραθήσεται, ἡνίκα ὁ νοῦς τοὺς τῶν ὄντων θεωρητικῶς ἀναλεγόμενος λόγους, εἰς αὐτὸν καταλήξει τὸν θεόν, ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος τῆς τῶν ὅλων παραγωγῆς καὶ γενέσεως καὶ πυθμένα τῆς πάντων περιοχῆς ἀδιάστατον— κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία τὰ αὐτὰ τῷ θεῷ περὶ ἡμᾶς, ὡς ἀρχετύπῳ εἰκών, ἐνεργοῦσα δειχθήσεται.

Πολλῶν γὰρ ὄντων καὶ ἀπείρων ἀριθμῷ σχεδόν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, γένει τε καὶ εἴδει καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βίοις καὶ ἡλικίαις καὶ γνώμαις καὶ τέχναις καὶ τρόποις καὶ ἤθεσι καὶ ἐπιτηδεύμασιν, ἐπιστήμαις τε αὖ καὶ ἀξιώμασι καὶ τύχαις καὶ χαρακτῆρσι καὶ ἕξεσιν ἀλλήλων διῃρημένων τε καὶ πλεῖστον διαφερόντων, τῶν εἰς αὐτὴν γινομένων καὶ ὑπ’ αὐτῆς ἀναγεννωμένων τε καὶ ἀναδημιουργουμένων τῷ Πνεύματι, μίαν πᾶσι κατὰ τὸ ἴσον δίδωσι καὶ χαρίζεται θείαν μορφὴν καὶ προσηγορίαν, τὸ ἀπὸ Χριστοῦ καὶ εἶναι καὶ ὀνομάζεσθαι, καὶ μίαν τὴν κατὰ τὴν πίστιν ἁπλῆν τε καὶ ἀμερῆ καὶ ἀδιαίρετον σχέσιν, τὴν τὰς πολλὰς καὶ ἀμυθήτους περὶ ἕκαστον οὔσας διαφορὰς οὐδ’ ὅτι κἂν εἰσὶ συγχωροῦσαν γνωρίζεσθαι διὰ τὴν τῶν πάντων εἰς αὐτὴν καθολικὴν ἀναφορὰν καὶ συνέλευσιν, καθ’ ἣν οὐδεὶς τὸ παράπαν οὐδὲν ἑαυτῷ τοῦ κοινοῦ διωρισμένος ἐστίν, πάντων συμπεφυκότων ἀλλήλοις καὶ συνημμένων κατὰ τὴν μίαν ἁπλῆν τε καὶ ἀδιαίρετον τῆς πίστεως χάριν καὶ δύναμιν· Ἦν γὰρ πάντων ἡ καρδία φησὶ καὶ ἡ ψυχὴ μία, ὡς ἐκ διαφόρων μελῶν σῶμα ἓν καὶ εἶναι καὶ ὁρᾶσθαι, καὶ αὐτοῦ Χριστοῦ τῆς ἀληθινῆς ἡμῶν κεφαλῆς ὄντως ἄξιον· Ἐν ᾧ φησὶν ὁ θεῖος ἀπόστολος, οὐκ ἔστιν ἄρρεν οὔτε θῆλυ, οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὔτε περιτομὴ οὔτε ἀκροβυστία, οὔτε βάρβαρος οὔτε Σκύθης, οὔτε δοῦλος οὔτε ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν αὐτὸς ὁ πάντα κατὰ μίαν ἁπλῆν τῆς ἀγαθότητος ἀπειρόσοφον δύναμιν ἑαυτῷ περικλείων, ὥσπερ κέντρον εὐθειῶν τινῶν ἐξημμένων αὐτοῦ, κατὰ μίαν ἁπλῆν καὶ ἑνιαίαν αἰτίαν καὶ δύναμιν τὰς ἀρχὰς τῶν ὄντων τοῖς πέρασιν οὐκ ἐῶν συναφίστασθαι, κύκλῳ περιγράφων αὐτῶν τὰς ἐκτάσεις, καὶ πρὸς ἑαυτὸν ἄγων τοὺς τῶν ὄντων καὶ ὑπ’ αὐτοῦ γενομένων διορισμούς, ἵνα μὴ ἀλλήλων παντάπασιν ἀλλότρια ᾖ καὶ ἐχθρὰ τὰ τοῦ ἑνὸς θεοῦ κτίσματα καὶ ποιήματα, οὐκ ἔχοντα περὶ τί καὶ ὅπου τὸ φίλιόν τε καὶ εἰρηνικὸν καὶ ταυτὸν πρὸς ἄλληλα δείξωσιν, καὶ κινδυνεύσῃ αὐτοῖς καὶ αὐτὸ τὸ εἶναι εἰς τὸ μὴ ὂν μεταπεσεῖν, τοῦ θεοῦ χωριζόμενον.

Εἰκὼν μὲν οὖν ἐστὶ θεοῦ, καθὼς εἴρηται, ἡ ἁγία ἐκκλησία, ὡς τὴν αὐτὴν τῷ θεῷ περὶ τοὺς πιστοὺς ἐνεργοῦσα ἕνωσιν, κἂν διάφοροι τοῖς ἰδιώμασι καὶ ἐκ διαφόρων καὶ τόπων καὶ τρόπων οἱ κατ’ αὐτὴν διὰ τῆς πίστεως ἑνοποιούμενοι τύχωσιν ὄντες· ἣν περὶ τὰς οὐσίας τῶν ὄντων ἀσυγχύτως αὐτὸς ἐνεργεῖν πέφυκεν ὁ θεός, τὸ περὶ αὐτὰς διάφορον, ὡς δέδεικται, τῇ πρὸς ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος ἀναφορᾷ τε καὶ ἑνώσει παραμυθούμενός τε καὶ ταυτοποιούμενος. {περὶ τοῦ πῶς καὶ τίνα τρόπον εἰκὼν ἐστὶ τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων οὐσιῶν ὑφεστηκότος κόσμου ἡ ἁγία ἐκκλησία} Κατὰ δευτέραν δὲ θεωρίας ἐπιβολήν, τοῦ σύμπαντος κόσμου, τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων οὐσιῶν ὑφεστῶτος, εἶναι τύπον καὶ εἰκόνα τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἔφασκεν, ὡς τὴν αὐτὴν αὐτῷ καὶ ἕνωσιν καὶ διάκρισιν ἐπιδεχομένην.

Ὥσπερ γὰρ αὕτη κατὰ τὴν οἰκοδομὴν εἷς οἶκος ὑπάρχουσα, τῇ κατὰ τὴν θέσιν τοῦ σχήματος ποιᾷ ἰδιότητι δέχεται διαφοράν, διαιρουμένη εἴς τε τὸν μόνοις ἱερεῦσί τε καὶ λειτουργοῖς ἀπόκληρον τόπον, ὃν καλοῦμεν ἱερατεῖον, καὶ τὸν πᾶσι τοῖς πιστοῖς λαοῖς πρὸς ἐπίβασιν ἄνετον, ὃν καλοῦμεν ναόν, πάλιν μία ἐστὶ κατὰ τὴν ὑπόστασιν, οὐ συνδιαιρουμένη τοῖς ἑαυτῆς μέρεσι διὰ τὴν αὐτῶν πρὸς ἄλληλα τῶν μερῶν διαφοράν, ἀλλὰ καὶ αὐτὰ τῇ πρὸς τὸ ἓν ἑαυτῆς ἀναφορᾷ τὰ μέρη τῆς ἐν τῇ κλήσει διαφορᾶς ἀπολύουσα, καὶ ταυτὸν ἀλλήλοις ἄμφω δεικνύουσα, καὶ θάτερον θατέρῳ κατ’ ἐπαλλαγὴν ὑπάρχον ὅπερ ἑκάτερον ἑαυτῷ καθέστηκεν ὂν ἀποφαίνουσα, ἱερατεῖον μὲν τὸν ναὸν κατὰ τὴν δύναμιν τῇ πρὸς τὸ πέρας ἀναφορᾷ τῆς μυσταγωγίας ἱερουργούμενον, καὶ ἔμπαλιν ναὸν τὸ ἱερατεῖον κατὰ τὴν ἐνέργειαν τῆς ἀδιαστάτου ἔχον μυσταγωγίας ἀρχήν, δι’ ἀμφοῖν μία καὶ ἡ αὐτὴ διαμένει· οὕτω καὶ ὁ ἐκ θεοῦ κατὰ γένεσιν παρηγμένος σύμπας τῶν ὄντων κόσμος, διαιρούμενος εἴς τε τὸν νοητὸν κόσμον τὸν ἐκ νοερῶν καὶ ἀσωμάτων οὐσιῶν συμπληρούμενον, καὶ τὸν αἰσθητὸν τοῦτον καὶ σωματικὸν καὶ ἐκ πολλῶν μεγαλοφυῶς συνυφασμένον εἰδῶν τε καὶ φύσεων, ἄλλη πῶς ὑπάρχων ἀχειροποίητος ἐκκλησία, διὰ ταύτης τῆς χειροποιήτου σοφῶς ὑποφαίνεται, καὶ ἱερατεῖον μὲν ὥσπερ, ἔχων τὸν ἄνω κόσμον καὶ ταῖς ἄνω προσνενεμημένον δυνάμεσιν, ναὸν δέ, τὸν κάτω καὶ τοῖς δι’ αἰσθήσεως ζῆν λαχοῦσι προσκεχωρημένον, πάλιν εἷς ἐστὶ κόσμος τοῖς ἑαυτοῦ μὴ συνδιαιρούμενος μέρεσιν, τοὐναντίον δὲ καὶ αὐτῶν τῶν μερῶν τὴν ἐξ ἰδιότητος φυσικῆς διαφορὰν τῇ πρὸς τὸ ἓν ἑαυτοῦ καὶ ἀδιαίρετον ἀναφορᾷ περιγράφων, καὶ ταυτὸν ἑαυτῷ τε καὶ ἀλλήλοις ἀσυγχύτως ἐναλλὰξ ὄντας, καὶ θατέρῳ θάτερον ὅλον ὅλῳ δεικνὺς ἐμβεβηκότα, καὶ ἄμφω ὅλον αὐτόν, ὡς μέρη, ἕνα συμπληροῦντας καὶ κατ’ αὐτὸν ὡς ὅλον, μέρη ἑνοειδῶς τε καὶ ὁλικῶς συμπληρουμένους.

Ὅλος γὰρ ὁ νοητὸς κόσμος ὅλῳ τῷ αἰσθητῷ μυστικῶς τοῖς συμβολικοῖς εἴδεσι τυπούμενος φαίνεται τοῖς ὁρᾶν δυναμένοις, καὶ ὅλος ὅλῳ τῷ νοητῷ ὁ αἰσθητός, γνωστικῶς κατὰ νοῦν τοῖς λόγοις ἁπλούμενος, ἔνεστιν. Ἐν ἐκείνῳ γὰρ οὗτος τοῖς λόγοις ἐστίν, κἀκεῖνος ἐν τούτῳ τοῖς τύποις. Καὶ τὸ ἔργον αὐτῶν ἦν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ, φησὶν ὁ θαυμαστὸς τῶν μεγάλων θεατὴς Ἰεζεκιήλ, περὶ τῶν δύο κόσμων, ὡς οἶμαι, λέγων· καὶ πάλιν· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, φησὶν ὁ θεῖος ἀπόστολος· καὶ εἰ καθορᾶται διὰ τῶν φαινομένων τὰ μὴ φαινόμενα, καθὼς γέγραπται, πολλῷ δή που διὰ τῶν μὴ φαινομένων τοῖς θεωρίᾳ πνευματικῇ προσανέχουσι τὰ φαινόμενα νοηθήσεται. Τῶν γὰρ νοητῶν ἡ διὰ τῶν ὁρατῶν συμβολικὴ θεωρία, τῶν ὁρωμένων ἐστὶ διὰ τῶν ἀοράτων πνευματικὴ ἐπιστήμη καὶ νόησις. Δεῖ γὰρ τὰ ἀλλήλων ὄντα δηλωτικά, πάντως ἀληθεῖς καὶ ἀριδήλους καὶ τὰς ἀλλήλων ἔχειν ἐμφάσεις καὶ τὴν ἐπ’ αὐταῖς σχέσιν ἀλώβητον. {

ὅτι καὶ μόνου τοῦ αἰσθητοῦ κόσμου ἐστὶν εἰκὼν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία} Καὶ αὖθις μόνου τοῦ αἰσθητοῦ καθ’ ἑαυτὸν κόσμου τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν εἶναι σύμβολον ἔφασκεν, ὡς οὐρανὸν μὲν τὸ θεῖον ἱερατεῖον ἔχουσαν, γῆν δὲ τὴν εὐπρέπειαν τοῦ ναοῦ κεκτημένην, ὡς αὕτως δὲ καὶ τὸν κόσμον ὑπάρχειν ἐκκλησίαν, ἱερατείῳ μὲν ἐοικότα τὸν οὐρανὸν ἔχοντα, ναῷ δὲ τὴν κατὰ γῆν διακόσμησιν. {