Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Η Εκκλησία ως εικόνα του ανθρώπου και της ψυχής

Αναλυτική θεώρηση της Εκκλησίας ως συμβόλου του ανθρώπου και της ψυχής, με εκτενή αναφορά στις ψυχικές δυνάμεις, τον νου, τον λόγο και την εναρμόνισή τους προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 8

πῶς τε καὶ ποίῳ τρόπῳ συμβολικῶς εἰκονίζει τὸν ἄνθρωπον ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ αὐτὴ ὡς ἄνθρωπος ὑπ’ αὐτοῦ εἰκονίζεται} Καὶ πάλιν κατ’ ἄλλον τρόπον θεωρίας, ἄνθρωπον εἶναι τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἔλεγεν, ψυχὴν μὲν ἔχουσαν τὸ ἱερατεῖον, καὶ νοῦν τὸ θεῖον θυσιαστήριον, καὶ σῶμα τὸν ναόν, ὡς εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχουσαν τοῦ κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν γενομένου ἀνθρώπου· καὶ διὰ μὲν τοῦ ναοῦ ὡς διὰ σώματος τὴν ἠθικὴν φιλοσοφίαν προβαλλομένην, διὰ δὲ τοῦ ἱερατείου ὡς διὰ ψυχῆς τὴν φυσικὴν θεωρίαν πνευματικῶς ἐξηγουμένην, καὶ ὡς διὰ νοός, τοῦ θείου θυσιαστηρίου, τὴν μυστικὴν θεολογίαν ἐμφαίνουσαν· καὶ ἔμπαλιν ἐκκλησίαν μυστικὴν τὸν ἄνθρωπον, ὡς διὰ ναοῦ μὲν τοῦ σώματος, τὸ πρακτικὸν τῆς ψυχῆς ταῖς τῶν ἐντολῶν ἐνεργείαις κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἐναρέτως φαιδρύνοντα, ὡς δι’ ἱερατείου δὲ τῆς ψυχῆς, τοὺς κατ’ αἴσθησιν λόγους καθαρῶς ἐν Πνεύματι τῆς ὕλης περιτμηθέντας κατὰ τὴν φυσικὴν θεωρίαν διὰ λόγου τῷ θεῷ προσκομίζοντα, καὶ ὡς διὰ θυσιαστηρίου τοῦ νοὸς τὴν ἐν ἀδύτοις πολυΰμνητον τῆς ἀφανοῦς καὶ ἀγνώστου μεγαλοφωνίας σιγὴν τῆς θεότητος δι’ ἄλλης λάλου τε καὶ πολυφθόγγου σιγῆς προσκαλούμενον, καὶ ὡς ἐφικτὸν ἀνθρώπῳ, κατὰ μυστικὴν θεολογίαν αὐτῇ συγγινόμενον, καὶ τοιοῦτον γινόμενον, οἷον εἰκὸς εἶναι δεῖ τὸν ἐπιδημίας ἀξιωθέντα θεοῦ καὶ ταῖς αὐτοῦ παμφαέσιν αἴγλαις ἐνσημανθέντα. {

πῶς τε καὶ ποίῳ τρόπῳ πάλιν καὶ τῆς ψυχῆς καθ’ ἑαυτὴν νοουμένης εἰκών τε καὶ τύπος ἐστὶν ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία} Καὶ οὐχ’ ὅλου μὴν τοῦ ἀνθρώπου τοῦ ἐκ ψυχῆς καὶ σώματος κατὰ σύνθεσιν φημὶ συνεστῶτος, εἰκόνα μόνον εἶναι δύνασθαι τὴν ἁγίαν ἐκκλησίαν ἐδίδασκεν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς καθ’ ἑαυτὴν τῷ λόγῳ θεωρουμένης· ἐπειδὴ γὰρ ἐκ νοερᾶς καὶ ζωτικῆς δυνάμεως καθολικῶς συνίστασθαι τὴν ψυχὴν ἔφασκεν, καὶ τῆς μὲν νοερᾶς ἐξουσιαστικῶς κατὰ βούλησιν κινουμένης, τῆς δὲ ζωτικῆς κατὰ φύσιν ἀπροαιρέτως ὡς ἔχει μενούσης·

Καὶ πάλιν τῆς μὲν νοερᾶς εἶναι τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ τὸ μὲν θεωρητικὸν καλεῖσθαι νοῦν ἔλεγεν, τὸ δὲ πρακτικόν, λόγον· καὶ τῆς μὲν νοερᾶς δυνάμεως κινητικὸν εἶναι τὸν νοῦν, τῆς δὲ ζωτικῆς προνοητικὸν ὑπάρχειν τὸν λόγον· καὶ τὸν μὲν εἶναί τε καὶ καλεῖσθαι σοφίαν, φημὶ δὴ τὸν νοῦν, ὅτ’ ἂν παντάπασιν ἀτρέπτους ἑαυτοῦ διαφυλάττοι τὰς πρὸς τὸν θεὸν κινήσεις, τὸν δὲ λόγον ὡς αὕτως φρόνησιν καὶ εἶναι καὶ καλεῖσθαι, ὅτ’ ἂν σωφρόνως τὴν ὑπ’ αὐτοῦ κατὰ πρόνοιαν διοικουμένην ζωτικὴν δύναμιν ταῖς ἐνεργείαις συνάψας, τῷ νῷ δείξειεν ἀδιάφορον, τὴν αὐτὴν αὐτῷ καὶ ὁμοίαν δι’ ἀρετῆς ἔμφασιν τοῦ θείου φέρουσαν· ἣν καὶ ἐπιμερίζεσθαι τῷ τε νῷ καὶ τῷ λόγῳ φυσικῶς ἔλεγεν, ὡς εἶναι μᾶλλον καὶ συνισταμένην δείκνυσθαι προηγουμένως τὴν ψυχὴν ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου, ὡς νοεράν τε καὶ λογικήν, τῆς ζωτικῆς ἐπ’ ἀμφοῖν κατὰ τὸ ἴσον δηλονότι, νοῦ τε καὶ λόγου φημί, θεωρουμένης δυνάμεως—οὐδ’ ὁπότερον γὰρ τούτων ζωῆς ἄμοιρον εἶναι θέμις ἐννοεῖν—, καὶ ὑπ’ ἀμφοῖν διειλημμένης· δι’ ἧς ὁ μὲν νοῦς, ὃν καὶ σοφίαν ἔφαμεν καλεῖσθαι, τῇ θεωρητικῇ ἕξει κατ’ ἀπόρρητον σιγήν τε καὶ γνῶσιν ἐξαπλούμενος, πρὸς τὴν ἀλήθειαν δι’ ἀλήστου τε καὶ ἀκαταλήκτου γνώσεως ἄγεται, ὁ δὲ λόγος, ὃν ἐκαλέσαμεν φρόνησιν, τῇ πρακτικῇ ἕξει σωστικῶς κατ’ ἀρετὴν εἰς τὸ ἀγαθὸν διὰ πίστεως καταλήγει· ἐξ ὧν ἀμφοτέρων ἡ ἀληθὴς τῶν θείων καὶ τῶν ἀνθρωπίνων ἐπιστήμη συνέστηκε πραγμάτων, ἡ ὄντως ἄπταιστος γνῶσις καὶ πάσης τῆς κατὰ χριστιανοὺς θειοτάτης φιλοσοφίας πέρας.

Καὶ σαφέστερον περὶ τούτων εἰπεῖν, τῆς ψυχῆς τὸ μὲν ἔλεγεν εἶναι θεωρητικόν, καθὼς εἴρηται, τὸ δὲ πρακτικόν· καὶ τὸ μὲν θεωρητικόν, ἐκάλει νοῦν, τὸ δὲ πρακτικόν, λόγον, ὡς πρώτας δηλονότι δυνάμεις τῆς ψυχῆς· καὶ πάλιν τὸν νοῦν σοφίαν, τὸν δὲ λόγον φρόνησιν, ὡς πρώτας ἐνεργείας.

Διεξοδικῶς δὲ πάλιν, τῆς ψυχῆς ἔφασκεν εἶναι, κατὰ μὲν τὸ νοερόν, τὸν νοῦν, τὴν σοφίαν, τὴν θεωρίαν, τὴν γνῶσιν, τὴν ἄληστον γνῶσιν· τούτων δὲ τέλος εἶναι τὴν ἀλήθειαν· κατὰ δὲ τὸ λογικόν, τὸν λόγον, τὴν φρόνησιν, τὴν πρᾶξιν, τὴν ἀρετήν, τὴν πίστιν· τούτων δὲ τέλος εἶναι τὸ ἀγαθόν. Τὴν ἀλήθειαν δὲ καὶ τὸ ἀγαθόν, τὸν θεὸν ἔλεγε δηλοῦν, ἀλλὰ τὴν μὲν ἀλήθειαν, ὅτ’ ἂν ἐκ τῆς οὐσίας τὸ θεῖον σημαίνεσθαι δοκῇ—ἁπλοῦν γὰρ καὶ μόνον καὶ ἓν καὶ ταυτὸν καὶ ἀμερὲς καὶ ἄτρεπτον καὶ ἀπαθὲς πρᾶγμα ἡ ἀλήθεια καὶ ἀλάθητον καὶ παντελῶς ἀδιάστατον—, τὸ δὲ ἀγαθόν, ὅτ’ ἂν ἐκ τῆς ἐνεργείας—εὐεργετικὸν γὰρ τὸ ἀγαθὸν καὶ προνοητικὸν τῶν ἐξ αὐτοῦ πάντων καὶ φρουρητικόν, καὶ τῷ ἄγαν εἶναι ἢ τεθεῖσθαι ἢ θέειν κατὰ τὴν τῶν ἐτυμολογούντων δόξαν, πᾶσι τοῖς οὖσι τοῦ εἶναί τε καὶ διαμένειν καὶ κινεῖσθαι χαριστικόν—.

Τὰς οὖν περὶ ψυχὴν νοουμένας πέντε συζυγίας περὶ τὴν μίαν τοῦ θείου σημαντικὴν συζυγίαν ἔλεγε καταγίνεσθαι· συζυγίας δὴ φημὶ νῦν, τὸν νοῦν καὶ τὸν λόγον, τὴν σοφίαν καὶ τὴν φρόνησιν, τὴν θεωρίαν καὶ τὴν πρᾶξιν, τὴν γνῶσιν καὶ τὴν ἀρετήν, τὴν ἄληστον γνῶσιν καὶ τὴν πίστιν· τὴν δὲ τοῦ θείου σημαντικήν, τὴν ἀλήθειαν καὶ τὸ ἀγαθόν, αἷς κατὰ πρόοδον ἡ ψυχὴ κινουμένη τῷ θεῷ τῶν ὅλων ἑνοῦται, μιμουμένη αὐτοῦ τῆς οὐσίας καὶ τῆς ἐνεργείας τὸ ἄτρεπτον καὶ εὐεργετικὸν διὰ τῆς ἐν τῷ καλῷ παγίας καὶ ἀμεταθέτου κατὰ τὴν προαίρεσιν ἕξεως.

Καὶ ἵνα τούτοις μικρόν τι μίξω θεώρημα πρόσφορον, τάχα αὕτη ἐστὶν ἡ θεία δεκὰς τῶν χορδῶν τοῦ κατὰ ψυχὴν νοητοῦ ψαλτηρίου, ἡ τὸν λόγον ἐπηχοῦντα τῷ πνεύματι διὰ τῆς ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος ἔχουσα, καὶ τοὺς ἐντελεῖς τε καὶ ἐναρμονίους καὶ εὐμελεῖς νοητῶς ἀποτελοῦσα φθόγγους, δι’ ὧν ὑμνεῖται θεός, ἵν’ ἐγὼ μάθω τίς ὁ τῆς ἀδούσης καὶ τίς ὁ τῆς ἀδομένης δεκάδος λόγος, καὶ πῶς δεκάδι δεκὰς μυστικῶς ἑνουμένη τε καὶ συναπτομένη, Ἰησοῦν μὲν τὸν ἐμὸν θεὸν καὶ σωτῆρα συμπληρωθέντα δι’ ἐμοῦ σωζομένου πρὸς ἑαυτὸν ἐπανάγει, τὸν ἀεὶ πληρέστατόν τε καὶ ὑπερπληρέστατον καὶ μηδέποτε ἑαυτοῦ ἐκστῆναι δυνάμενον, ἐμὲ δὲ τὸν ἄνθρωπον ἐμαυτῷ θαυμαστῶς ἀποκαθίστησιν, μᾶλλον δὲ θεῷ, παρ’ οὗ τὸ εἶναι λαβὼν ἔχω, καὶ πρὸς ὃν ἐπείγομαι πόρρωθεν, τὸ εὖ εἶναι προσλαβεῖν ἐφιέμενος· ὅπερ ὁ γνῶναι δυνηθεὶς ἐκ τοῦ παθεῖν, τὰ λεγόμενα εἴσεται πάντως, γνωρίσας ἤδη κατὰ τὴν πεῖραν ἐναργῶς τὸ οἰκεῖον ἀξίωμα, πῶς ἀποδίδοται τῇ εἰκόνι τὸ κατ’ εἰκόνα, καὶ πῶς τιμᾶται τὸ ἀρχέτυπον, καὶ τίς τοῦ μυστηρίου τῆς ἡμῶν σωτηρίας ἡ δύναμις, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε, πῶς τε πάλιν ἐν αὐτῷ μεῖναι δυνάμεθα καὶ αὐτὸς ἐν ἡμῖν, καθὼς εἶπεν, καὶ πῶς ἐστὶν εὐθὴς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει.

Ἀλλ’ ἐπαναγάγωμεν πρὸς τὸν εἱρμὸν τοῦ λόγου τὸν λόγον, τούτοις περὶ τούτων ἀρκεσθέντες.

Τὸν γὰρ νοῦν διὰ τῆς σοφίας ἔφασκε κινούμενον εἰς θεωρίαν ἰέναι, διὰ δὲ τῆς θεωρίας εἰς γνῶσιν, διὰ δὲ τῆς γνώσεως εἰς τὴν ἄληστον γνῶσιν, διὰ δὲ τῆς ἀλήστου γνώσεως εἰς τὴν ἀλήθειαν· περὶ ἣν ὁ νοῦς ὅρον τῆς κινήσεως δέχεται, περιγραφομένης αὐτοῦ τῆς τε οὐσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας—νοῦ γὰρ ἔλεγεν εἶναι δύναμιν τὴν σοφίαν, καὶ αὐτὸν εἶναι δυνάμει σοφίαν τὸν νοῦν, τὴν δὲ θεωρίαν, ἕξιν· τὴν δὲ γνῶσιν, ἐνέργειαν· τὴν δὲ ἄληστον γνῶσιν, σοφίας τε καὶ θεωρίας καὶ γνώσεως, ἤγουν δυνάμεως καὶ ἕξεως καὶ ἐνεργείας τὴν περὶ τὸ γνωστὸν τὸ ὑπὲρ πᾶσαν γνῶσιν ἀκατάληκτον καὶ ἑκτικὴν ἀεικινησίαν, ἧς πέρας ἐστὶν ὡς ἀλάθητον γνωστὸν ἡ ἀλήθεια· ὃ καὶ θαυμάζειν ἄξιον, πῶς τὸ ἄληστον λήγει περιγραφόμενον ἢ δῆλον ὡς θεῷ τῇ ἀληθείᾳ περατούμενον· θεὸς γὰρ ἡ ἀλήθεια, περὶ ὃν ἀκαταλήκτως τε καὶ ἀλήστως κινούμενος ὁ νοῦς λήγειν οὐκ ἔχει ποτὲ τῆς κινήσεως, μὴ εὑρίσκων πέρας ἔνθα μὴ ἔστι διάστημα· τὸ γὰρ θαυμαστὸν μέγεθος τῆς θείας ἀπειρίας ἄποσόν τέ ἐστι καὶ ἀμερὲς καὶ παντελῶς ἀδιάστατον, καὶ τὴν οἱανοῦν πρὸς τὸ γνωσθῆναι ὅ τί ποτε κατ’ οὐσίαν ἐστίν, φθάνουσαν αὐτὸ οὐκ ἔχον κατάληψιν· τὸ δὲ μὴ ἔχον διάστημα ἢ κατάληψιν, καθοτιοῦν οὐκ ἔστι τινὶ περατόν—· τὸν δὲ λόγον ὡς αὕτως διὰ τῆς φρονήσεως κινούμενον εἰς τὴν πρᾶξιν ἰέναι, διὰ δὲ τῆς πράξεως εἰς τὴν ἀρετήν, διὰ δὲ τῆς ἀρετῆς εἰς τὴν πίστιν, τὴν ὄντως βεβαίαν καὶ ἄπτωτον τῶν θείων πληροφορίαν, ἣν πρώτην ἔχων δυνάμει κατὰ τὴν φρόνησιν ὁ λόγος, ὕστερον ἐνεργείᾳ κατὰ τὴν ἀρετὴν ἐπιδείκνυται διὰ τὴν ἐπ’ ἔργοις φανέρωσιν—ἡ γὰρ χωρὶς ἔργων πίστις, νεκρά, καθὼς γέγραπται· πᾶν δὲ νεκρὸν καὶ ἀνενέργητον οὐκ ἄν ποτέ τις εὖ φρονῶν τοῖς καλοῖς εἶναι θαρρήσειεν εἰπεῖν ἐναρίθμιον—, διὰ δὲ τῆς πίστεως εἰς τὸ ἀγαθόν, περὶ ὃ δέχεται τέλος παυόμενος τῶν οἰκείων ἐνεργειῶν ὁ λόγος, περιγραφομένης αὐτοῦ τῆς τε δυνάμεως καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας—λόγου γὰρ ἔφασκεν εἶναι δύναμιν τὴν φρόνησιν καὶ αὐτὸν εἶναι δυνάμει τὸν λόγον φρόνησιν, ἕξιν δὲ τὴν πρᾶξιν, ἐνέργειαν δὲ τὴν ἀρετήν, τὴν δὲ πίστιν φρονήσεώς τε καὶ πράξεως καὶ ἀρετῆς, ἤγουν δυνάμεως, ἕξεώς τε καὶ ἐνεργείας, ἐνδιάθετον πῆξιν καὶ ἀναλλοίωτον, ἧς πέρας ἔσχατόν ἐστι τὸ ἀγαθόν, περὶ ὃ καταλήγων τῆς κινήσεως ὁ λόγος παύεται· θεὸς γάρ ἐστι τὸ ἀγαθόν, ᾧ πέφυκε πᾶσα καὶ παντὸς λόγου περατοῦσθαι δύναμις—.

Πῶς δὲ καὶ τίνα τρόπον τούτων ἕκαστον κατορθοῦται καὶ εἰς ἐνέργειαν ἄγεται, καὶ τίνα τούτων ἑκάστῳ ἠναντίωται ἢ προσῳκείωται καὶ ἐπὶ πόσον, διαιρεῖν τε καὶ λέγειν οὐ τῆς παρούσης ἐστὶν ὑποθέσεως, πλὴν τοῦ ὅσον γινώσκειν ὅτι πᾶσα ψυχή, ἡνίκα διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος καὶ τῆς οἰκείας φιλοπονίας καὶ σπουδῆς ἀλλήλοις ταῦτα συνάψαι τε καὶ ἰσουργῆσαι δυνηθῇ, τὸν λόγον φημὶ τῷ νῷ καὶ τῇ σοφίᾳ τὴν φρόνησιν καὶ τῇ θεωρίᾳ τὴν πρᾶξιν καὶ τῇ γνώσει τὴν ἀρετὴν καὶ τῇ ἀλήστῳ γνώσει τὴν πίστιν, οὐδενὸς ἐλαττουμένου πρὸς τὸ ἕτερον ἢ πλεονάζοντος, πάσης αὐτοῖς περικοπείσης ὑπερβολῆς καὶ ἐλλείψεως, καὶ ἵνα συνελὼν εἴπω, μονάδα τὴν ἑαυτῆς δεκάδα ποιῆσαι, τηνικαῦτα καὶ αὐτὴ τῷ θεῷ τῷ ἀληθινῷ τε καὶ ἀγαθῷ καὶ ἑνὶ καὶ μόνῳ ἑνωθήσεται, καλή τε καὶ μεγαλοπρεπὴς καὶ αὐτῷ κατὰ τὸ ἐφικτὸν ἐμφερὴς γενομένη τῇ συμπληρώσει τῶν τεσσάρων γενικῶν ἀρετῶν, τῶν δηλωτικῶν μὲν τῆς κατὰ ψυχὴν θείας δεκάδος, περιεκτικῶν δὲ τῆς ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος—δεκὰς γὰρ δυνάμει ἐστὶν ἡ τετράς, ἀπὸ τῆς μονάδος εἱρμῷ κατὰ πρόοδον συντιθεμένη, καὶ πάλιν μονὰς ἡ αὐτή, κατὰ σύνοδον τὸ ἀγαθὸν μοναδικῶς περιέχουσα καὶ τὸ ἁπλοῦν καὶ ἀμερὲς τῆς θείας ἐνεργείας ἐφ’ ἑαυτῆς ἀτμήτως μεμερισμένον δεικνύουσα—, αἷς τὸ μὲν οἰκεῖον εὐτόνως ἀπαρεγχείρητον ἡ ψυχὴ διετήρησεν ἀγαθόν, τὸ δὲ ἀλλότριον ἀνδρικῶς ὡς πονηρὸν ἀπερράπισεν, ὡς νοῦν εὔλογον ἔχουσα καὶ σοφίαν ἔμφρονα καὶ θεωρίαν ἔμπρακτον καὶ γνῶσιν ἐνάρετον καὶ τὴν ἐπὶ ταύταις ἄληστον γνῶσιν πιστοτάτην ὁμοῦ καὶ ἀμετάπτωτον, καὶ ὡς τοῖς αἰτίοις τὰ αἰτιατὰ καὶ ταῖς δυνάμεσι τὰς ἐνεργείας σωφρόνως συνημμένας θεῷ προσκομίσασα, καὶ ἀντιλαβοῦσα τούτων τὴν ποιητικὴν τῆς ἁπλότητος θέωσιν.

Ἐνέργεια γάρ ἐστι καὶ φανέρωσις τοῦ μὲν νοῦ ὁ λόγος, ὡς αἰτίας αἰτιατόν, καὶ τῆς σοφίας ἡ φρόνησις, καὶ τῆς θεωρίας ἡ πρᾶξις, καὶ τῆς γνώσεως ἡ ἀρετή, καὶ τῆς ἀλήστου γνώσεως ἡ πίστις· ἐξ ὧν ἡ ἐνδιάθετος πρός τε τὴν ἀλήθειαν καὶ τὸ ἀγαθόν, φημὶ δὴ τὸν θεόν, σχέσις δημιουργεῖται, ἣν ἔφασκεν εἶναι θείαν ἐπιστήμην καὶ γνῶσιν ἄπταιστον καὶ ἀγάπην καὶ εἰρήνην, τὰς ἐν αἷς καὶ δι’ ὧν ἡ θέωσις· τὴν μὲν ὡς συμπλήρωσιν πάσης τῆς ἐφικτῆς ἀνθρώποις περὶ θεοῦ καὶ τῶν θείων γνώσεως καὶ τῶν ἀρετῶν περιοχήν, τὴν δὲ ὡς ἐπιβᾶσαν γνησίως τῇ ἀληθείᾳ καὶ πεῖραν τοῦ θείου διαρκῆ παρεχομένην, τὴν δὲ ὡς ὅλης τοῦ θεοῦ κατὰ διάθεσιν ὅλην μετέχουσαν τῆς τερπνότητος, τὴν δὲ ὡς τὰ αὐτὰ τῷ θεῷ πάσχουσαν καὶ πάσχειν τοὺς κατ’ αὐτὴν ἀξιωθέντας γενέσθαι παρασκευάζουσαν.

Εἰ γὰρ τὸ θεῖον παντελῶς ἀκίνητον, ὡς τὸ διοχλοῦν καθοτιοῦν οὐκ ἔχον—τί γὰρ καὶ τὸ φθάνον ἐστὶ τὴν ἐκείνου περιωπήν; —, ἡ δὲ εἰρήνη σταθερότης ἐστὶν ἀκλόνητός τε καὶ ἀκίνητος, πρὸς δὲ καὶ ἀνενόχλητος εὐφροσύνη, ἄρα τὰ θεῖα πάσχει καὶ πᾶσα ψυχὴ ἡ τὴν θείαν καταξιωθεῖσα κομίσασθαι εἰρήνην, ὡς μὴ μόνον κακίας καὶ ἀγνωσίας, ψεύδους τε καὶ πονηρίας, τῶν τῇ ἀρετῇ καὶ τῇ γνώσει, τῇ τε ἀληθείᾳ καὶ τῷ ἀγαθῷ ἀντικειμένων κακιῶν, αἳ ταῖς παρὰ φύσιν τῆς ψυχῆς κινήσεσι παρυφίστανται, ἀλλ’ ἤδη καὶ ἀρετῆς αὐτῆς καὶ γνώσεως, ἀληθείας τε αὖ καὶ ἀγαθότητος τῶν ἡμῖν διεγνωσμένων τοὺς ὅρους, εἰ θέμις εἰπεῖν, ὑπερβᾶσα, καὶ τῇ ὑπεραληθεστάτῃ καὶ ὑπεραγάθῳ κοίτῃ τοῦ θεοῦ κατὰ τὴν ἀψευδεστάτην αὐτοῦ ἐπαγγελίαν ἀρρήτως τε καὶ ἀγνώστως ἑαυτὴν κατευνάσασα, ὡς μηδὲν τῶν διοχλεῖν αὐτῇ πεφυκότων λοιπὸν ἔχουσα φθάνον αὐτῆς τὴν ἐν θεῷ κρυφιότητα· καθ’ ἣν μακαρίαν καὶ παναγίαν κοίτην τὸ φρικτὸν ἐκεῖνο τῆς ὑπὲρ νοῦν καὶ λόγον ἑνότητος μυστήριον ἐπιτελεῖται, δι’ οὗ μία σὰρξ καὶ ἓν πνεῦμα ὅ τε θεὸς πρὸς τὴν ἐκκλησίαν ψυχὴν καὶ πρὸς τὸν θεὸν ἡ ψυχὴ γενήσεται. Ὢ πῶς σε Χριστὲ θαυμάσω τῆς ἀγαθότητος. Οὐ γὰρ ἀνυμνῆσαι φάναι τολμήσω ὁ μήτε πρὸς τὸ θαυμάζειν ἀξίως ἀρκοῦσαν ἔχων τὴν δύναμιν· Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.

Τὸ δὲ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, φησὶν ὁ θεῖος ἀπόστολος, καὶ πάλιν· Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμα ἐστίν.

Οὕτω γοῦν ἑνοειδῆ γενομένην τὴν ψυχὴν καὶ πρὸς ἑαυτὴν καὶ τὸν θεὸν συναχθεῖσαν, οὐκ ἔσται ὁ εἰς πολλὰ κατ’ ἐπίνοιαν αὐτὴν ἔτι διαιρῶν λόγος, τῷ πρώτῳ καὶ μόνῳ καὶ ἑνὶ Λόγῳ τε καὶ θεῷ κατεστεμμένην τὴν κεφαλήν, ἐν ᾧ κατὰ μίαν ἀπερινόητον ἁπλότητα πάντες οἱ τῶν ὄντων λόγοι ἑνοειδῶς καὶ εἰσὶ καὶ ὑφεστήκασιν, ὡς δημιουργῷ τῶν ὄντων καὶ ποιητῇ· ᾧ ἐνατενίζουσα οὐκ ἐκτὸς αὐτῆς ὄντι ἀλλ’ ἐν ὅλῃ ὅλῳ, καθ’ ἁπλῆν προσβολὴν εἴσεται καὶ αὐτὴ τοὺς τῶν ὄντων λόγους καὶ τὰς αἰτίας, δι’ οὓς τυχόν, πρὶν νυμφευθῆναι τῷ Λόγῳ καὶ θεῷ, ταῖς διαιρετικαῖς ὑπήγετο μεθόδοις, σωστικῶς τε δι’ αὐτῶν καὶ ἐναρμονίως πρὸς αὐτὸν φερομένη τὸν παντὸς λόγου καὶ πάσης αἰτίας περιεκτικόν τε καὶ ποιητήν.

Ἐπειδὴ τοίνυν ταῦτα τῆς ψυχῆς εἰσίν, ὡς ἔφαμεν, κατὰ νοῦν μὲν ἐχούσης δυνάμει τὴν σοφίαν, ἐκ δὲ τῆς σοφίας τὴν θεωρίαν, ἐκ δὲ ταύτης τὴν γνῶσιν, ἐκ δὲ τῆς γνώσεως τὴν ἄληστον γνῶσιν, δι’ ἧς πρὸς τὴν ἀλήθειαν, ὡς πέρας καὶ τέλος οὖσαν τῶν κατὰ νοῦν ἀγαθῶν, ἄγεται· κατὰ δὲ τὸν λόγον ἐχούσης τὴν φρόνησιν, ἐκ δὲ ταύτης τὴν πρᾶξιν, ἐκ δὲ τῆς πράξεως τὴν ἀρετήν, ἐκ δὲ ταύτης τὴν πίστιν, καθ’ ἣν εἰς τὸ ἀγαθὸν ὡς τέλος μακάριον τῶν λογικῶν ἐνεργειῶν καταλήγει, δι’ ὧν ἡ τῶν θείων ἐπιστήμη κατὰ σύνοδον τῆς πρὸς ἄλληλα τούτων ἑνώσεως συλλέγεται· πρὸς ταῦτα πάντα σαφῶς ἁρμόσεται κατὰ τὴν θεωρίαν εἰκαζομένη τῇ ψυχῇ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία, τὰ μὲν κατὰ νοῦν πάντα καὶ ἐκ τοῦ νοῦ κατὰ πρόοδον εἶναι δειχθέντα διὰ τοῦ ἱερατείου σημαίνουσα, τὰ δὲ κατὰ τὸν λόγον καὶ ἐκ τοῦ λόγου κατὰ διαστολὴν εἶναι δηλωθέντα διὰ τοῦ ναοῦ σαφηνίζουσα, καὶ πάντα συνάγουσα πρὸς τὸ τελούμενον ἐπὶ τοῦ θείου θυσιαστηρίου μυστήριον· ὅπερ διὰ τῶν κατὰ τὴν ἐκκλησίαν ἐπιτελουμένων ὁ δυνηθεὶς ἐμφρόνως τε καὶ σοφῶς μυηθῆναι, ἐκκλησίαν ὄντως θεοῦ καὶ θείαν τὴν ἑαυτοῦ ψυχὴν κατεστήσατο· δι’ ἣν ἴσως, καὶ ἧς ἡ χειροποίητος ἐκκλησία σοφῶς διὰ τῆς ἐν αὐτῇ τῶν θείων ποικιλίας κατὰ σύμβολον οὖσα παράδειγμα, πρὸς ὁδηγίαν τοῦ κρείττονος ἡμῖν παρεδόθη. {