Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Η Αγία Γραφή και ο κόσμος ως τύπος του ανθρώπου

Αναλογία της Αγίας Γραφής και του αισθητού κόσμου με την ανθρώπινη φύση, και η αλληλοπεριχώρηση νοητών και αισθητών όντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 8

πῶς καὶ ποίῳ τρόπῳ ἄνθρωπος λέγεται καὶ ἡ ἁγία γραφή} Ὥσπερ δὲ τῇ κατ’ ἀναγωγὴν θεωρίᾳ τὴν ἐκκλησίαν ἔλεγεν ἄνθρωπον εἶναι πνευματικόν, μυστικὴν δὲ ἐκκλησίαν τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὴν ἁγίαν πᾶσαν κατὰ συναίρεσιν γραφὴν ἄνθρωπον ἔφασκεν εἶναι, τὴν μὲν παλαιὰν διαθήκην ἔχουσαν σῶμα, ψυχὴν δὲ καὶ πνεῦμα καὶ νοῦν τὴν καινήν· καὶ πάλιν ὅλης τῆς ἁγίας γραφῆς, παλαιᾶς τέ φημι καὶ νέας, τὸ καθ’ ἱστορίαν γράμμα, σῶμα· τὸν δὲ νοῦν τῶν γεγραμμένων καὶ τὸν σκοπὸν πρὸς ὃν ὁ νοῦς ἀποτέταται, ψυχήν· ὅπερ ἀκούσας ἔγωγε, μάλιστα τῆς εἰκασίας ἠγάσθην τὸ ἀκριβές, καὶ τὸν κατ’ ἀξίαν ἑκάστῳ διανέμοντα τὰ χαρίσματα δεόντως ἀνύμνησα κατὰ δύναμιν. Ὡς γὰρ θνητὸς ὁ καθ’ ἡμᾶς ἄνθρωπος κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ μὴ φαινόμενον ἀθάνατος, οὕτω καὶ ἡ ἁγία γραφὴ τὸ μὲν φαινόμενον, γράμμα παρερχόμενον ἔχουσα, τὸ δὲ κρυπτόμενον τῷ γράμματι, πνεῦμα μηδέποτε τοῦ εἶναι παυόμενον, ἀληθῆ τὸν λόγον τῆς θεωρίας συνίστησιν· καὶ ὥσπερ οὗτος ὁ καθ’ ἡμᾶς ἄνθρωπος φιλοσοφίᾳ κρατῶν τῆς ἐμπαθοῦς ὀρέξεώς τε καὶ ὁρμῆς μαραίνει τὴν σάρκα, οὕτω καὶ ἡ ἁγία γραφὴ νοουμένη πνευματικῶς τὸ γράμμα ἑαυτῆς περιτέμνει.

Φησὶ γὰρ ὁ μέγας ἀπόστολος· Ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· τοῦτο νοείσθω καὶ λεγέσθω καὶ ἐπὶ τῆς ἁγίας γραφῆς, ἀνθρώπου τροπικῶς νοουμένης. Ὅσον γὰρ αὐτῆς τὸ γράμμα ὑποχωρεῖ, τοσοῦτον τὸ πνεῦμα πλεονεκτεῖ, καὶ ὅσον αἱ σκιαὶ τῆς προσκαίρου λατρείας παρατρέχουσιν, τοσοῦτον ἡ ἀλήθεια τῆς πίστεως ἡ παμφαής τε καὶ ὁλολαμπὴς καὶ ἄσκιος ἐπεισέρχεται· καθ’ ἣν καὶ δι’ ἣν προηγουμένως καὶ ἔστι καὶ γέγραπται καὶ γραφὴ λέγεται, τῷ νῷ διὰ χάριτος πνευματικῆς ἐγχαραττομένη, ὥσπερ καὶ ὁ καθ’ ἡμᾶς ἄνθρωπος διὰ τὴν ψυχὴν τὴν λογικήν τε καὶ νοερὰν προηγουμένως ἄνθρωπος μάλιστα καὶ ἔστι καὶ λέγεται· καθ’ ἣν καὶ δι’ ἣν εἰκών τε καὶ ὁμοίωσις ἐστὶ θεοῦ τοῦ ποιήσαντος αὐτὸν καὶ τῶν λοιπῶν ζώων φυσικῶς ἀποδιώρισται, μηδεμίαν πρὸς αὐτὰ σχετικῆς δυνάμεως τὴν οἱανοῦν ἔμφασιν ἔχων. {πῶς ὁ κόσμος ἄνθρωπος λέγεται καὶ ποίῳ τρόπῳ καὶ ὁ ἄνθρωπος κόσμος} Κατὰ ταύτην δὲ πάλιν εὐμιμήτως τὴν εἰκόνα, καὶ τὸν κόσμον ὅλον τὸν ἐξ ὁρατῶν καὶ ἀοράτων συνιστάμενον, ἄνθρωπον ὑπέβαλλεν εἶναι, καὶ κόσμον αὖθις, τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον.

Ψυχῆς γὰρ λόγον ἐπέχειν ἔλεγε τὰ νοητά, ὥσπερ καὶ ἡ ψυχὴ τῶν νοητῶν, καὶ σώματος τόπον ἐπέχειν τὰ αἰσθητά, ὥσπερ καὶ τῶν αἰσθητῶν τὸ σῶμα· καὶ ψυχὴν μὲν εἶναι τῶν αἰσθητῶν τὰ νοητά, σῶμα δὲ τῶν νοητῶν τὰ αἰσθητά· καὶ ὡς ψυχὴν ἐνοῦσαν σώματι, τῷ αἰσθητῷ κόσμῳ τὸν νοητὸν εἶναι, τῷ δὲ νοητῷ τὸν αἰσθητόν, ὡς σῶμα τῇ ψυχῇ συγκρατούμενον· καὶ ἕνα ἐξ ἀμφοῖν εἶναι κόσμον, ὥσπερ καὶ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἕνα, μὴ δ’ ἑτέρου τούτων τῶν ἀλλήλοις καθ’ ἕνωσιν συμπεφυκότων θάτερον ἀρνουμένου καὶ ἀποπέμποντος διὰ τὸν τοῦ συνδήσαντος νόμον· καθ’ ὃν τῆς ἑνοποιοῦ δυνάμεως ὁ λόγος ἐνέσπαρται, μὴ συγχωρῶν τὴν καθ’ ὑπόστασιν ἐπὶ τῇ ἑνώσει ταυτότητα τούτων ἀγνοηθῆναι διὰ τὴν φυσικὴν ἑτερότητα, μὴ δὲ εἶναι δυνατωτέραν πρὸς διάστασίν τε καὶ μερισμὸν τὴν ἕκαστον τούτων ἑαυτῷ περιγράφουσαν ἰδιότητα, τῆς μυστικῶς καθ’ ἕνωσιν αὐτοῖς ἐντεθείσης φιλικῆς συγγενείας ἀποφανθῆναι· καθ’ ἣν ὁ καθ’ ὅλου καὶ εἷς τρόπος τῆς ἐν ὅλοις ἀφανοῦς καὶ ἀγνώστου παρουσίας τῆς τῶν ὄντων συνεκτικῆς αἰτίας ποικίλως πᾶσιν ἐνυπάρχων, καὶ καθ’ ἑαυτὰ καὶ ἐν ἀλλήλοις τὰ ὅλα συνίστησιν ἄφυρτα καὶ ἀδιαίρετα, καὶ ἀλλήλων μᾶλλον ἢ ἑαυτῶν κατὰ τὴν ἑνοποιὸν σχέσιν ὄντα παρίστησιν, μέχρις οὗ λῦσαι παραστῇ τῷ συνδήσαντι μείζονος ἕνεκεν καὶ μυστικωτέρας οἰκονομίας κατὰ τὸν καιρὸν τῆς ἐλπιζομένης καθολικῆς συντελείας· καθ’ ἣν καὶ ὁ κόσμος ὡς ἄνθρωπος τῷ φαινομένῳ τεθνήξεται, καὶ πάλιν ἀναστήσεται νέος ἐκ γεγηρακότος κατὰ τὴν παραυτίκα προσδοκωμένην ἀνάστασιν, ἡνίκα καὶ ὁ καθ’ ἡμᾶς ἄνθρωπος ὡς μέρος τῷ ὅλῳ καὶ μικρὸς τῷ μεγάλῳ συναναστήσεται κόσμῳ, τὴν πρὸς τὸ μηκέτι δύνασθαι φθείρεσθαι κομισάμενος δύναμιν, ὅτ’ ἂν ἐμφερῆ τῇ τε ψυχῇ τὸ σῶμα καὶ τοῖς νοητοῖς τὰ αἰσθητὰ κατ’ εὐπρέπειαν καὶ δόξαν γενήσεται, μιᾶς ὅλοις κατ’ ἐναργῆ τε καὶ ἐνεργὸν παρουσίαν ἀναλόγως ἑκάστῳ θείας ἐπιφαινομένης δυνάμεως, καὶ δι’ ἑαυτῆς τὸν τῆς ἑνώσεως ἄλυτον εἰς τοὺς ἀπείρους αἰῶνας συντηρούσης δεσμόν.

Εἴ τις οὖν βούλεται καὶ βίον καὶ λόγον θεοφιλῆ καὶ θεάρεστον ἔχειν, τῶν τριῶν τούτων ἀνθρώπων, τοῦ κόσμου τέ φημι καὶ τῆς ἁγίας γραφῆς καὶ τοῦ καθ’ ἡμᾶς, τὰ κρείττω περὶ πολλοῦ ποιείτω καὶ τιμιώτερα· καὶ ψυχῆς μέν, ὅση δύναμις, ἐπιμελείτω τῆς ἀθανάτου καὶ θείας καὶ θεοποιηθησομένης ἐξ ἀρετῶν, καὶ σαρκὸς καταφρονείτω τῆς ὑποκειμένης φθορᾷ καὶ θανάτῳ καὶ τὸ τῆς ψυχῆς ἀμελούμενον ῥυπῶσαι δυναμένης ἀξίωμα—Φθαρτὸν γὰρ σῶμα φησὶ βαρύνει ψυχήν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα· καὶ πάλιν· Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· καὶ αὖθις· Ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν—, πρὸς δὲ τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ νοῦν διὰ γνώσεως κινησάτω τὴν ἅμιλλαν, ἀφεὶς τὰ παρόντα καὶ βλεπόμενα—Τὰ γὰρ βλεπόμενα, πρόσκαιρά φησιν, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια—· αἷς διὰ τὸ πλῆθος τῆς κατ’ εἰρήνην ἕξεως ὁ θεὸς ἐναναπαύεται· καὶ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον δι’ ἔμφρονος μελέτης τῆς ἁγίας γραφῆς ὑπερβὰς τὸ γράμμα, σωφρόνως ἀναφερέσθω, ἐν ᾧ τὸ πλήρωμα ὑπάρχει τῶν ἀγαθῶν καὶ οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας ἀπόκρυφοι· ὧν εἴ τις ἐντὸς ἄξιος γενέσθαι φανήσεται, τὸν θεὸν αὐτὸν εὑρήσει ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμμένον διὰ τῆς ἐν Πνεύματι χάριτος, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν τοῦ θεοῦ δόξαν ἐνοπτριζόμενος τῇ περιαιρέσει τοῦ κατὰ τὸ γραμμὰ καλύμματος. {