Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Συμβολική ερμηνεία της θείας συνάξεως

Μυσταγωγική προσέγγιση της Θείας Λειτουργίας, από την πρώτη είσοδο, τα αναγνώσματα και τον Τρισάγιο ύμνο έως τη θεία μετάληψη και την πνευματική αναγωγή των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 8

τίνων εἰσὶ σύμβολα ἥ τε πρώτη τῆς ἁγίας συνάξεως εἴσοδος καὶ τὰ μετ’ αὐτὴν τελούμενα} Ἥκει δὲ λοιπὸν ὁ λόγος ἡμῖν μετὰ τὴν σύντομον ἔκθεσιν τῶν εἰρημένων περὶ τῆς ἁγίας ἐκκλησίας θεωριῶν παρὰ τοῦ μακαρίου γέροντος, συντομωτέραν καὶ τὴν περὶ τῆς ἁγίας συνάξεως διήγησιν ὡς οἷόν τε ποιησόμενος.

Τὴν μὲν οὖν πρώτην εἰς τὴν ἁγίαν ἐκκλησίαν τοῦ ἀρχιερέως κατὰ τὴν ἱερὰν σύναξιν εἴσοδον, τῆς πρώτης τοῦ Υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Χριστοῦ διὰ σαρκὸς εἰς τὸν κόσμον τοῦτον παρουσίας τύπον καὶ εἰκόνα φέρειν ἐδίδασκεν, δι’ ἧς τὴν δουλωθεῖσαν τῇ φθορᾷ καὶ πραθεῖσαν ὑφ’ ἑαυτῆς τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας καὶ βασιλευομένην τυραννικῶς ὑπὸ τοῦ διαβόλου τῶν ἀνθρώπων φύσιν ἐλευθερώσας τε καὶ λυτρωσάμενος, καὶ πᾶσαν τὴν ὑπὲρ αὐτῆς ὀφειλὴν ὡς ὑπεύθυνος ἀποδοὺς ὁ ἀνεύθυνος καὶ ἀναμάρτητος, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἐπανήγαγε τῆς βασιλείας χάριν, ἑαυτὸν λύτρον δοὺς ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα, καὶ τῶν ἡμετέρων φθοροποιῶν παθημάτων τὸ ζωοποιὸν αὐτοῦ πάθος ἀντιδοὺς παιώνιον ἄκος καὶ παντὸς τοῦ κόσμου σωτήριον· μεθ’ ἣν παρουσίαν ἡ εἰς οὐρανοὺς αὐτοῦ καὶ τὸν ὑπερουράνιον θρόνον ἀνάβασίς τε καὶ ἀποκατάστασις συμβολικῶς τυποῦται διὰ τῆς ἐν τῷ ἱερατείῳ τοῦ ἀρχιερέως εἰσόδου καὶ τῆς εἰς τὸν θρόνον τὸν ἱερατικὸν ἀναβάσεως. {τίνος ἔχει δήλωσιν καὶ ἡ τοῦ λαοῦ εἰς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν εἴσοδος} Τὴν δὲ τοῦ λαοῦ σὺν τῷ ἱεράρχῃ γινομένην εἰς τὴν ἐκκλησίαν εἴσοδον, τὴν ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἐξ ἀγνοίας καὶ πλάνης εἰς ἐπίγνωσιν θεοῦ ἐπιστροφὴν τῶν ἀπίστων καὶ τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας εἰς ἀρετὴν καὶ γνῶσιν μετάθεσιν τῶν πιστῶν σημαίνειν ὁ μακάριος ἔλεγε γέρων.

Οὐ γὰρ μόνον τὴν ἐπὶ τὸν ἀληθινὸν καὶ μόνον θεὸν ἐπιστροφὴν τῶν ἀπίστων ἡ εἰς τὴν ἐκκλησίαν εἴσοδος παραδηλοῖ, ἀλλὰ καὶ ἑκάστου ἡμῶν τῶν πιστευόντων μέν, ἀθετούντων δὲ τὰς ἐντολὰς τοῦ κυρίου δι’ ἀγωγῆς ἀκολάστου καὶ ἀσχήμονος βίου τὴν διὰ μετανοίας διόρθωσιν. Πᾶς γὰρ ἄνθρωπος, εἴτε φονεὺς εἴτε μοιχὸς εἴτε κλέπτης εἴτε ὑπερήφανος εἴτε ἀλαζὼν ἢ ὑβριστὴς ἢ πλεονέκτης ἢ φιλάργυρος ἢ κατάλαλος ἢ μνησίκακος ἢ πρὸς θυμὸν καὶ ὀργὴν εὐάγωγος ἢ λοίδορος ἢ συκοφάντης ἢ ψίθυρος ἢ φθόνῳ εὐχείρωτος ἢ μέθυσος καὶ ἁπλῶς, ἵνα μὴ πάντα τὰ τῆς κακίας εἴδη ἀπαριθμούμενος μηκύνω τὸν λόγον, ὅστις ὑφ’ οἱασδήποτε κακίας ἐνεχόμενος, ἐπ’ ἂν τοῦ ἑκουσίως κατ’ ἐπιτήδευσιν ἐνέχεσθαι καὶ ἐνεργεῖν κατὰ πρόθεσιν παύσοιτο καὶ μεταβάλοι τὸν βίον ἐπὶ τὸ κρεῖττον, τῆς κακίας τὴν ἀρετὴν ἀνθαιρούμενος, ὁ τοιοῦτος κυρίως τε καὶ ἀληθῶς Χριστῷ τῷ θεῷ καὶ ἀρχιερεῖ νοείσθω τε καὶ λεγέσθω συνεισιέναι εἰς τὴν ἀρετήν, ἐκκλησίαν τροπικῶς νοουμένην. {

τίνων εἰσὶ σύμβολα τὰ θεῖα ἀναγνώσματα} Τὰς δὲ θείας τῶν πανιέρων βίβλων ἀναγνώσεις, τὰς θείας καὶ μακαρίας τοῦ παναγίου θεοῦ βουλήσεις τε καὶ βουλὰς ὑπεμφαίνειν ἔλεγεν ὁ διδάσκαλος, δι’ ὧν τὰς ὑποθήκας τῶν πρακτέων ἀναλόγως ἕκαστος ἡμῶν κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν λαμβάνομεν καὶ τοὺς τῶν θείων καὶ μακαρίων ἀγώνων νόμους μανθάνομεν, καθ’ οὓς νομίμως ἀθλοῦντες, τῶν ἀξιονίκων τῆς Χριστοῦ βασιλείας ἀξιούμεθα στεφάνων. {τίνος εἰσὶ σύμβολα τὰ θεῖα ἄσματα} Τὴν δὲ πνευματικὴν τῶν θείων ἀσμάτων τερπνότητα, τὴν ἐμφαντικὴν δηλοῦν ἔφασκε τῶν θείων ἀγαθῶν ἡδονήν, τὴν τὰς ψυχὰς πρὸς μὲν τὸν ἀκήρατον τοῦ θεοῦ καὶ μακάριον ἀνακινοῦσαν ἔρωτα, πρὸς δὲ τὸ μῖσος τῆς ἁμαρτίας πλέον ἐγείρουσαν. {

τί σημαίνουσιν αἱ τῆς εἰρήνης προσφωνήσεις} Διὰ δὲ τῶν γινομένων ἔνδοθεν ἐκ τοῦ ἱερατείου κελεύσει τοῦ ἀρχιερέως ἐφ’ ἑκάστῳ ἀναγνώσματι τῆς εἰρήνης ὑποφωνήσεων, τὰς διὰ τῶν ἁγίων ἀγγέλων διακομιζομένας θείας ἀποδοχὰς δηλοῦσθαι ὁ σοφὸς διωρίζετο, δι’ ὧν ὁ θεὸς ὁρίζει τῶν νομίμως ὑπὲρ ἀληθείας πρὸς τὰς ἀντικειμένας δυνάμεις ἀθλούντων τοὺς ἀγῶνας, τὰς ἀοράτους συμπλοκὰς διαλύων καὶ εἰρήνην διδοὺς ἐν τῇ καταργήσει τοῦ σώματος, καὶ τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν τοῖς ἁγίοις ἀντιδιδούς, ἵνα τοῦ πολεμεῖν ἀφέμενοι, πρὸς γεωργίαν πνευματικὴν εἴτ’ οὖν ἀρετῶν ἐργασίαν, τὰς τῆς ψυχῆς μετασκευάσωσι δυνάμεις, δι’ ὧν τὰ στίφη τῶν πονηρῶν πνευμάτων διέλυσαν, στρατηγοῦντος αὐτοῖς τοῦ θεοῦ καὶ Λόγου, καὶ τὰ πικρὰ τοῦ διαβόλου καὶ δυσάλυκτα μηχανήματα διασκεδάζοντος. {

τίνος ἰδικῶς ἐπὶ τοῦ καθ’ ἕκαστον, σύμβολόν ἐστιν ἡ ἀνάγνωσις τοῦ ἁγίου εὐαγγελίου καὶ τὰ μετ’ αὐτὴν μυστικά} Ὅθεν εὐθὺς μετὰ ταύτας τὴν θείαν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν ἡ τῆς ἁγίας ἐκκλησίας ἱερὰ διάταξις ἐνομοθέτησε γίνεσθαι, ἰδικῶς μὲν τὴν ὑπὲρ τοῦ λόγου τοῖς σπουδαίοις κακοπάθειαν εἰσηγουμένη—μεθ’ ἣν ὁ τῆς γνωστικῆς θεωρίας ὥσπερ ἀρχιερεὺς οὐρανόθεν ἐπιδημῶν αὐτοῖς λόγος, τῆς σαρκὸς αὐτοῖς ὥσπερ τινὰ κόσμον αἰσθητὸν συντελεῖ τὸ φρόνημα, τοὺς ἔτι πρὸς γῆν κατανεύοντας λογισμούς, ὡς κατηχουμένους, αὐτῶν ἀπωθούμενος· καὶ πρὸς τὴν τῶν νοητῶν ἐποψίαν ἐντεῦθεν διὰ τῆς τῶν θυρῶν κλείσεως καὶ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων αὐτοὺς ἀγαγών, λόγων τε καὶ πραγμάτων μύσαντας ἤδη τὰς αἰσθήσεις καὶ ἔξω σαρκὸς καὶ κόσμου γεγενημένους τὰ ἀπόρρητα διδάσκει, συναχθέντας ἤδη πρότερον διὰ τοῦ ἀσπασμοῦ πρὸς ἑαυτούς τε καὶ αὐτὸν καὶ μόνην ἀντεισάγοντας αὐτῷ τῆς περὶ αὐτοὺς πολλῆς εὐεργεσίας εὐγνωμόνως τὴν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας εὐχαριστήριον ὁμολογίαν, ἣν τὸ θεῖον τῆς πίστεως αἰνίττεται σύμβολον· εἶτα τοῖς ἀγγέλοις ἐναριθμίους αὐτοὺς καταστήσας διὰ τοῦ τρισαγίου καὶ τὴν αὐτὴν ἐκείνοις ἐπιστήμην τῆς ἁγιαστικῆς θεολογίας αὐτοῖς χαρισάμενος, τῷ θεῷ καὶ Πατρὶ προσάγει υἱοθετηθέντας τῷ Πνεύματι διὰ τῆς προσευχῆς δι’ ἧς Πατέρα καλεῖν τὸν θεὸν ἠξιώθησαν· κἀντεῦθεν πάλιν ὥσπερ ἐπιστημόνως ἤδη τοὺς ἐν τοῖς οὖσι πάντας λόγους περάσαντας, πρὸς τὴν ἄγνωστον ἀγνώστως διὰ τοῦ Εἷς ἅγιος καὶ τῶν ἑξῆς ἄγει μονάδα, τῇ χάριτι θεωθέντας καὶ κατὰ μέθεξιν πρὸς αὐτὴν ὁμοιωθέντας τῇ κατὰ δύναμιν ἀδιαιρέτῳ ταυτότητι—, {τίνος ἐστὶ σύμβολον κατὰ τὸ γενικῶς σημαινόμενον ἡ θεία τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσις} γενικῶς δὲ τὴν τοῦ κόσμου τούτου συντέλειαν ὑποσημαίνουσα.

Μετὰ γὰρ τὴν θείαν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν, ὅ τε ἀρχιερεὺς κάτεισι τοῦ θρόνου καὶ ἡ τῶν κατηχουμένων καὶ τῶν λοιπῶν τῶν ἀναξίων τῆς θείας τῶν δειχθησομένων μυστηρίων θεωρίας ἀπόλυσίς τε καὶ ἐκβολὴ διὰ τῶν λειτουργῶν γίνεται, σημαίνουσα καὶ προτυποῦσα δι’ ἑαυτῆς τὴν ἀλήθειαν, ἧς εἰκὼν ὑπάρχει καὶ τύπος, καὶ οἷον ἐν τούτοις βοῶσα ὅτι μετὰ τὸ κηρυχθῆναι, καθὼς γέγραπται, τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, τότε ἥξει τὸ τέλος, παραγινομένου κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἐξ οὐρανῶν δηλαδὴ μετὰ δόξης πολλῆς τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ—αὐτὸς γὰρ ὁ κύριος ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, φησὶν ὁ θεῖος ἀπόστολος—, καὶ ποιοῦντος ἐκδίκησιν ἐν τοῖς ὑπεναντίοις καὶ ἀφορίζοντος διὰ τῶν ἁγίων ἀγγέλων τοὺς πιστοὺς ἀπὸ τῶν ἀπίστων καὶ ἀπὸ τῶν δικαίων τοὺς ἀδίκους καὶ τῶν ἁγίων τοὺς ἐναγεῖς, καὶ ἁπλῶς ἵνα συνελὼν εἴπω, τῶν Πνεύματι θεοῦ στοιχησάντων τοὺς ὀπίσω σαρκὸς πορευθέντας, καὶ ἐπ’ αἰῶσιν ἀπείροις τε καὶ ἀτελευτήτοις, ὡς ἡ τῶν θείων λογίων ἀλήθεια φησίν, κατ’ ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ δικαίαν ἀποδιδοῦντος τὴν ἀμοιβήν. {

τίνος σύμβολόν ἐστιν ἡ κλεῖσις τῶν θυρῶν τῆς ἁγίας ἐκκλησίας ἡ μετὰ τὸ ἅγιον εὐαγγέλιον γινομένη} Ἡ δὲ μετὰ τὴν ἱερὰν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου καὶ τὴν ἐκβολὴν τῶν κατηχουμένων γινομένη κλεῖσις τῶν θυρῶν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, τήν τε τῶν ὑλικῶν δηλοῖ πάροδον καὶ τὴν γενησομένην, μετὰ τὸν φοβερὸν ἐκεῖνον ἀφορισμὸν καὶ τὴν φοβερωτέραν ψῆφον, εἰς τὸν νοητὸν κόσμον ἤτοι τὸν νυμφῶνα τοῦ Χριστοῦ τῶν ἀξίων εἴσοδον καὶ τὴν ἐν ταῖς αἰσθήσεσι τῆς κατὰ τὴν ἀπάτην ἐνεργείας τελείαν ἀποβολήν. {τί σημαίνει ἡ τῶν ἁγίων μυστηρίων εἴσοδος} Ἡ δὲ τῶν ἁγίων καὶ σεπτῶν μυστηρίων εἴσοδος ἀρχὴ καὶ προοίμιόν ἐστιν, ὡς ὁ μέγας ἐκεῖνος ἔφασκε γέρων, τῆς γενησομένης ἐν οὐρανοῖς καινῆς διδασκαλίας περὶ τῆς οἰκονομίας τοῦ θεοῦ τῆς εἰς ἡμᾶς, καὶ ἀποκάλυψις τοῦ ἐν ἀδύτοις τῆς θείας κρυφιότητος ὄντος μυστηρίου τῆς ἡμῶν σωτηρίας· Οὐ γὰρ μὴ πίω, φησὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ θεὸς καὶ Λόγος, ἀπάρτι ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅτ’ ἂν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. {

τίνος ἐστὶ σύμβολον ὁ θεῖος ἀσπασμός} Ὁ δὲ πᾶσι προσφωνούμενος πνευματικὸς ἀσπασμὸς τὴν ἐσομένην πάντων πρὸς ἀλλήλους ἐν τῷ καιρῷ τῆς τῶν μελλόντων ἀρρήτων ἀγαθῶν ἀποκαλύψεως κατὰ πίστιν τε καὶ ἀγάπην, ὁμόνοιάν τε καὶ ὁμογνωμοσύνην καὶ ταυτότητα λογικήν, δι’ ἧς τὴν πρὸς τὸν Λόγον καὶ θεὸν οἰκείωσιν οἱ ἄξιοι δέχονται, προτυποῖ καὶ προδιαγράφει· λόγου γὰρ σύμβολον τὸ στόμα, καθ’ ὃν μάλιστα πᾶσιν ἅπαντες οἱ λόγου μετειληφότες, ὡς λογικοί, καὶ τῷ πρώτῳ καὶ μόνῳ Λόγῳ καὶ παντὸς αἰτίῳ λόγου συμφύονται. {τί σημαίνει τὸ θεῖον τῆς πίστεως σύμβολον} Ἡ δὲ τοῦ θείου συμβόλου τῆς πίστεως γινομένη παρὰ πάντων ὁμολογία, τὴν ἐφ’ οἷς ἐσώθημεν παραδόξοις λόγοις τε καὶ τρόποις τῆς πανσόφου περὶ ἡμᾶς τοῦ θεοῦ προνοίας γενησομένην μυστικὴν εὐχαριστίαν κατὰ τὸν αἰῶνα τὸν μέλλοντα προσημαίνει, δι’ ἧς εὐγνώμονας ἐπὶ τῇ θείᾳ εὐεργεσίᾳ ἑαυτοὺς συνιστῶσιν οἱ ἄξιοι, πλὴν ταύτης τῶν περὶ αὐτοὺς ἀπείρων θείων ἀγαθῶν ἀντεισαγαγεῖν ἄλλο καθοτιοῦν οὐκ ἔχοντες. {

τί σημαίνει ἡ τοῦ τρισαγίου δοξολογία} Ἡ δὲ γινομένη τρισσὴ τοῦ ἁγιασμοῦ τῆς θείας ὑμνολογίας ἐκβόησις παρὰ παντὸς τοῦ πιστοῦ λαοῦ, τὴν πρὸς τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ τὸ μέλλον φανησομένην ἕνωσίν τε καὶ ἰσοτιμίαν παραδηλοῖ, καθ’ ἣν συμφώνως ταῖς ἄνω δυνάμεσι διὰ ταυτότητα τῆς ἀτρέπτου περὶ θεὸν ἀεικινησίας τρισὶν ἁγιασμοῖς ὑμνεῖν τε καὶ ἁγιάζειν τὴν τρισυπόστατον μίαν θεότητα διδαχθήσεται τῶν ἀνθρώπων ἡ φύσις.

τίνος ἐστὶ σύμβολον ἡ ἁγία προσευχὴ τοῦ Πάτερ ἡμῶν Ἡ δὲ παναγία τε καὶ σεπτὴ τοῦ μεγάλου καὶ μακαρίου θεοῦ καὶ Πατρὸς ἐπίκλησις, τῆς δοθησομένης ἐνυποστάτου τε καὶ ἐνυπάρκτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας ἐστὶ σύμβολον, καθ’ ἥν, πάσης ὑπερνικωμένης τε καὶ καλυπτομένης ἀνθρωπίνης ἰδιότητος, τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοὶ θεοῦ χρηματίσουσί τε καὶ ἔσονται πάντες οἱ ἅγιοι, ὅσοι δι’ ἀρετῶν ἀπ’ ἐντεῦθεν ἤδη τῷ θείῳ τῆς ἀγαθότητος κάλλει ἑαυτοὺς λαμπρῶς τε καὶ ἐπιδόξως ἐφαίδρυναν.

τί σημαίνει τὸ τέλος τῆς μυστικῆς ἱερουργίας τῶν ἐκφωνουμένων ὕμνων, τουτέστι τὸ Εἷς ἅγιος καὶ τὰ ἑξῆς Ἡ δὲ κατὰ τὸ τέλος τῆς μυστικῆς ἱερουργίας παρὰ παντὸς τοῦ λαοῦ γινομένη τοῦ Εἷς ἅγιος καὶ τῶν ἑξῆς ὁμολογία, τὴν ὑπὲρ λόγον καὶ νοῦν πρὸς τὸ ἓν τῆς θείας ἁπλότητος κρύφιον γενησομένην τῶν μυστικῶς τε καὶ σοφῶς κατὰ θεὸν τετελεσμένων συναγωγήν τε καὶ ἕνωσιν δηλοῖ ἐν τῷ ἀφθάρτῳ τῶν νοητῶν αἰῶνι· καθ’ ὃν τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης τὸ φῶς ἐποπτεύοντες, τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος.

Μεθ’ ἣν ὡς τέλος πάντων ἡ τοῦ μυστηρίου μετάδοσις γίνεται, μεταποιοῦσα πρὸς ἑαυτὴν καὶ ὁμοίους τῷ κατ’ αἰτίαν ἀγαθῷ κατὰ χάριν καὶ μέθεξιν ἀποφαίνουσα τοὺς ἀξίως μεταλαμβάνοντας, ἐν μηδενὶ αὐτοῦ λειπομένους κατὰ τὸ ἐφικτὸν ἀνθρώποις καὶ ἐνδεχόμενον, ὥστε καὶ αὐτοὺς δύνασθαι εἶναί τε καὶ καλεῖσθαι θέσει κατὰ τὴν χάριν θεοὺς διὰ τὸν αὐτοὺς ὅλους ἑαυτοῦ πληρώσαντα ὅλον θεὸν καὶ μηδὲν αὐτῶν τῆς αὐτοῦ παρουσίας κενὸν καταλείψαντα. {πῶς τε καὶ τίνι τρόπῳ καὶ ἡ τῆς ψυχῆς καθ’ ἑαυτὴν νοουμένης ἐπὶ τοῦ καθ’ ἕκαστον ἰδικῶς ἐκθεωτικὴ καὶ τελειοποιὸς διὰ τῶν εἰρημένων θεωρεῖται κατάστασις} Δεῦρο δὴ οὖν διὰ τῶν αὐτῶν ὁδῷ καὶ τάξει βαίνοντες, πάλιν τὰ αὐτὰ καὶ περὶ ψυχῆς γνωστικῆς θεωρήσωμεν, καὶ συναναβῆναι μικρὸν κατὰ δύναμιν τῷ λόγῳ μετ’ εὐλαβείας πρὸς ὑψηλοτέραν θεωρίαν, σκοπῆσαί τε καὶ κατανοῆσαι πῶς οἱ θεῖοι τῆς ἁγίας ἐκκλησίας θεσμοὶ τὴν ψυχὴν ἐπὶ τὴν ἑαυτῆς τελειότητα δι’ ἀληθοῦς καὶ ἐνεργοῦς γνώσεως ἄγουσι, ποθοῦντα τὸν νοῦν καὶ βουλόμενον, θεοῦ χειραγωγοῦντος, εἰ δοκεῖ, μὴ κωλύσωμεν. {

τίνος σύμβολον τῶν κατὰ ψυχὴν ἀρετῶν ἐστὶν ἡ πρώτη εἴσοδος τῆς ἁγίας συνάξεως} Ἄθρει τοιγαροῦν, ὅστις τῆς μακαρίας τοῦ Χριστοῦ σοφίας γνήσιος καθέστηκας ἐραστής, νοὸς ὀφθαλμοῖς κατὰ τὴν πρώτην εἴσοδον τῆς ἁγίας συνάξεως ἀπὸ τῆς ἔξωθεν τῶν ὑλικῶν πλάνης καὶ ταραχῆς—κατὰ τὸ γεγραμμένον· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε, τῆς ἐν εἴδει καὶ σχήματι φημὶ κατὰ τὴν πρόσοψιν τῶν αἰσθητῶν περιπλανήσεως οὐ γὰρ θεωρίας, εἰπεῖν ἀληθές, κατὰ τοὺς ἀσόφους τῶν παρ’ Ἕλλησι λεγομένων σοφῶν· μὴ δὲ γὰρ σοφοὶ κληθεῖέν ποτε πρὸς ἡμῶν οἱ τὸν θεὸν γνῶναι διὰ τῶν αὐτοῦ ποιημάτων μὴ δυνηθέντες ἢ μὴ βουληθέντες, καθ’ ἣν ὁ διηνεκὴς τῶν αἰσθητῶν πρὸς ἄλληλα συνέστηκε πόλεμος, πᾶσι τὴν δι’ ἀλλήλων φθορὰν ἐνεργῶν, πάντων φθειρόντων ἄλληλα καὶ ἐν ἀλλήλοις φθειρομένων καὶ τοῦτο μόνον πάγιον ἐχόντων τὸ ἀστατεῖν καὶ φθείρεσθαι καὶ μηδέποτε συμβαίνειν ἀλλήλοις κατὰ διαμονὴν ἄμαχον δύνασθαι καὶ ἀστασίαστον—, ἐρχομένην τε τὴν ψυχὴν καὶ προτροπάδην φεύγουσαν καὶ ὥσπερ εἰς ἐκκλησίαν καὶ ἄσυλον εἰρήνης ἀνάκτορον τὴν ἐν Πνεύματι φυσικὴν θεωρίαν τὴν ἄμαχον καὶ πάσης ἐλευθέραν ταραχῆς μετὰ τοῦ Λόγου τε καὶ ὑπὸ τοῦ Λόγου τοῦ μεγάλου καὶ ἀληθοῦς ἡμῶν θεοῦ καὶ ἀρχιερέως εἰσερχομένην· καὶ ὡς διὰ συμβόλων τῶν γινομένων θείων ἀναγνωσμάτων τούς τε τῶν ὄντων διδασκομένην λόγους καὶ τὸ θαυμαστὸν καὶ μέγα τῆς ἐν νόμῳ καὶ προφήταις δηλουμένης θείας προνοίας μυστήριον· καθ’ ἕκαστόν τε δεξαμένην ὑπὲρ τῆς ἐν τούτοις καλῆς μαθητείας θεόθεν διὰ τῶν ἁγίων δυνάμεων νοερῶς κατὰ διάνοιαν αὐτῇ διαλεγομένων, τὰς εἰρηνοδώρους σημειώσεις μετὰ τῆς ῥωστικῆς καὶ συντηρητικῆς θέλξεως τῆς θείας καὶ διαπύρου κατὰ θεὸν ἐφέσεως, διὰ τῆς μυστικῶς ὑπαδομένης αὐτῇ νοητῆς τῶν θείων ἀσμάτων ἡδονῆς· πάλιν ἐκ τούτων μεταβαίνουσαν καὶ συναγομένην ἐπὶ τὴν μίαν καὶ μόνην καὶ ἑνιαίως τούτους συλλαμβάνουσαν τοὺς λόγους κορυφήν, λέγω δὴ τὸ ἅγιον εὐαγγέλιον, ἐν ᾧ πάντες τῆς τε προνοίας καὶ τῶν ὄντων οἱ λόγοι κατὰ μίαν περιοχῆς δύναμιν ἑνοειδῶς προϋφεστήκασιν· μεθ’ ὃ κατ’ αἴσθησιν θείαν αὐτὸν ὁρᾶν ἔνεστι πάλιν θεμιτὸν τοῖς φιλοθέοις ἀταρβήτοις νοὸς ὄμμασι παραγινόμενον οὐρανόθεν αὐτῇ τὸν Λόγον καὶ θεόν, ὡς ἡ τοῦ ἀρχιερέως ἀπὸ τοῦ θρόνου τοῦ ἱερατικοῦ σημαίνει κατάβασις, καὶ τέλεον αὐτῆς διακρίνοντα, κατηχουμένων δίκην, τοὺς ἔτι τὴν αἴσθησιν καὶ τὸ κατ’ αὐτὴν μεριστὸν φαντασιουμένους λογισμούς· κἀντεῦθεν πάλιν ἔξω γενομένην τῶν αἰσθητῶν, ὡς ἡ τῶν θυρῶν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας νοεῖν ὑποτίθεται κλεῖσις, ἐπὶ τὴν δηλουμένην διὰ τῆς εἰσόδου τῶν ἀρρήτων μυστηρίων ἄϋλον καὶ ἁπλῆν καὶ ἀναλλοίωτον καὶ θεοειδῆ καὶ παντὸς ἐλευθέραν εἴδους καὶ σχήματος ἐπιστήμην τῶν νοητῶν ἄγοντα· καθ’ ἣν συναγαγοῦσαν πρὸς μὲν ἑαυτὴν τὰς οἰκείας δυνάμεις, πρὸς δὲ τὸν Λόγον ἑαυτὴν κατὰ νοῦν διὰ τοῦ νοεροῦ ἀσπασμοῦ ἑνώσασαν, τοὺς περὶ αὐτὴν ἀρρήτους τῆς σωτηρίας καὶ λόγους καὶ τρόπους διὰ τοῦ συμβόλου τῆς πίστεως εὐχαρίστως ὁμολογεῖν ἐκδιδάσκοντα· ἐπὶ τούτοις τε πάλιν ὡς ἤδη λοιπὸν κατὰ δύναμιν ἁπλῆν καὶ ἀδιαίρετον διὰ μαθητείας γνώσει περιλαβοῦσαν τούς τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν λόγους, ἐπὶ τὴν γνῶσιν τῆς ἐκφανοῦς αὐτὴν ἄγοντα θεολογίας μετὰ τὴν πάντων διάβασιν καὶ τὴν ἴσην τοῖς ἀγγέλοις κατὰ τὸ ἐφικτὸν αὐτῇ παρεχόμενον νόησιν, καὶ τοσοῦτον διδάσκοντα σωφρόνως αὐτὴν ὅσον εἰδέναι θεὸν ἕνα, μίαν οὐσίαν, ὑποστάσεις τρεῖς, μονάδα οὐσίας τρισυπόστατον καὶ τριάδα ὑποστάσεων ὁμοούσιον, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι οὐκ ἄλλην καὶ ἄλλην οὐδ’ ἄλλην παρ’ ἄλλην, οὐδὲ δι’ ἄλλης ἄλλην, οὐδὲ ἄλλην ἐν ἄλλῃ, οὐδὲ ἐξ ἄλλης ἄλλην, ἀλλὰ τὴν αὐτὴν ἐν ἑαυτῇ καὶ καθ’ ἑαυτὴν ἐφ’ ἑαυτὴν ἑαυτῇ ταυτὸν καὶ μονάδα καὶ τριάδα, ἀσύνθετόν τε καὶ ἀσύγχυτον τὴν ἕνωσιν ἔχουσαν καὶ τὴν διάκρισιν ἀδιαίρετον καὶ ἀμέριστον, μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας ἤτοι τὸν τοῦ εἶναι λόγον ἀλλ’ οὐ κατὰ σύνθεσιν ἢ συναίρεσιν ἢ τὴν οἱανοῦν σύγχυσιν, τριάδα δὲ κατὰ τὸν τοῦ πῶς ὑπάρχειν καὶ ὑφεστάναι λόγον, ἀλλ’ οὐ κατὰ διαίρεσιν ἢ ἀλλοτρίωσιν ἢ τὸν οἱονοῦν μερισμόν—οὐ γὰρ μεμέρισται ταῖς ὑποστάσεσιν ἡ μονὰς οὐδὲ σχετικῶς ἔνεστι καὶ ἐπιθεωρεῖται αὐταῖς, οὐδὲ συντέθεινται εἰς μονάδα αἱ ὑποστάσεις ἢ συναιρέσει αὐτὴν ἐκπληροῦσιν—, ἀλλὰ τὴν αὐτὴν ἑαυτῇ ταυτόν, ἄλλως μέντοι καὶ ἄλλως—μονὰς γάρ ἐστιν ἀσύγχυτος τῇ οὐσίᾳ καὶ τῷ κατ’ αὐτὴν ἁπλῷ λόγῳ ἡ ἁγία τριὰς τῶν ὑποστάσεων, καὶ τριάς ἐστι ταῖς ὑποστάσεσι καὶ τῷ τρόπῳ τῆς ὑπάρξεως ἡ ἁγία μονάς—, τὴν αὐτὴν ὅλην τοῦτο κἀκεῖνο διαφόρως κατ’ ἄλλον καὶ ἄλλον ὡς εἴρηται λόγον νοουμένην, μίαν καὶ μόνην, ἀδιαίρετόν τε καὶ ἀσύγχυτον καὶ ἁπλῆν καὶ ἀμείωτον καὶ ἀπαράλλακτον θεότητα, μονάδα κατὰ τὴν οὐσίαν ὅλην ὑπάρχουσαν καὶ ὅλην τριάδα τὴν αὐτὴν ταῖς ὑποστάσεσι καὶ μίαν ἑνὸς τρισσοφαοῦς ἀκτῖνα φωτὸς μονοειδῶς ἐπιλάμπουσαν· ἐφ’ ᾧ καὶ τὴν ψυχὴν ὁμοτίμως τοῖς ἁγίοις ἀγγέλοις τοὺς ἐκφανεῖς καὶ ἐφικτοὺς τῇ κτίσει περὶ θεότητος δεξαμένην λόγους καὶ συμφώνως αὐτοῖς ἀσιγήτως ἀνυμνεῖν μαθοῦσαν τριαδικῶς τὴν μίαν θεότητα ἐπὶ τὴν κατὰ χάριν δι’ ὁμοιότητος ἐμφεροῦς υἱοθεσίαν ἀναχθῆναι· δι’ ἧς κατ’ εὐχὰς τὸν θεὸν Πατέρα μυστικόν τε χάριτι καὶ μόνον ἔχουσα, πρὸς τὸ ἓν τῆς αὐτοῦ κρυφιότητος κατ’ ἔκστασιν πάντων συναχθήσεται, καὶ τοσοῦτον πείσεται μᾶλλον ἢ γνώσεται τὰ θεῖα, ὅσον μὴ ἑαυτῆς εἶναι βούλεσθαι μὴ δὲ ἐξ ἑαυτῆς ἑαυτὴν ὑφ’ ἑαυτῆς ἢ ἄλλου τινὸς γνωσθῆναι δύνασθαι ἢ μόνου τοῦ ὅλην ἀγαθοπρεπῶς αὐτὴν ἀνειληφότος ὅλου θεοῦ καὶ ὅλον αὐτῇ θεοπρεπῶς ὅλῃ καὶ ἀπαθῶς ἑαυτὸν ἐνιέντος καὶ ὅλην θεοποιήσαντος καὶ πρὸς ἑαυτὸν ἀμεταβόλως μεταποιήσαντος, ὡς εἶναι, καθώς φησιν ὁ πανάγιος Ἀρεοπαγίτης Διονύσιος, εἰκόνα καὶ φανέρωσιν τοῦ ἀφανοῦς φωτός, ἔσοπτρον ἀκραιφνές, διειδέστατον, ἀλώβητον, ἄχραντον, ἀκηλίδωτον, εἰσδεχόμενον ὅλην, εἰ θέμις εἰπεῖν, τὴν ὡραιότητα τῆς ἀγαθοτύπου θεοειδείας, καὶ ἀμιγῶς ἐπιλάμπον ἐν ἑαυτῷ, καθάπερ οἷόν τέ ἐστιν, τὴν ἀγαθότητα τῆς ἐν ἀδύτοις σιγῆς.

τίνων ἐστὶν ἐνεργητική τε καὶ ἀποτελεστικὴ μυστηρίων, διὰ τῶν τελουμένων κατὰ τὴν ἁγίαν σύναξιν θεσμῶν ἐν τοῖς πιστοῖς καὶ πιστῶς συναγομένοις, ἡ παραμένουσα τῇ ἐκκλησίᾳ τοῦ ἁγίου Πνεύματος χάρις Τοιγαροῦν ᾤετο δεῖν ὁ μακάριος γέρων, καὶ παρακαλῶν οὐκ ἐπαύετο πάντα χριστιανὸν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ σχολάζειν καὶ μὴ ἀπολιμπάνεσθαί ποτε τῆς ἐν αὐτῇ τελουμένης ἁγίας συνάξεως, διά τε τοὺς παραμένοντας αὐτῇ ἁγίους ἀγγέλους καὶ ἀπογραφομένους ἑκάστοτε τοὺς εἰσιόντας καὶ ἐμφανίζοντας τῷ θεῷ καὶ τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιουμένους καὶ διὰ τὴν ἀοράτως ἀεὶ μὲν παροῦσαν τοῦ ἁγίου Πνεύματος χάριν, ἰδιοτρόπως δὲ μάλιστα κατὰ τὸν καιρὸν τῆς ἁγίας συνάξεως, καὶ ἕκαστον τῶν εὑρισκομένων μεταποιοῦσάν τε καὶ μετασκευάζουσαν καὶ ἀληθῶς εἰπεῖν, μεταπλάττουσαν ἐπὶ τὸ θειότερον ἀναλόγως ἑαυτῷ καὶ πρὸς τὸ δηλούμενον διὰ τῶν τελουμένων μυστηρίων ἄγουσαν—κἂν αὐτὸς μὴ αἰσθάνηται, εἴπερ τῶν ἔτι κατὰ Χριστὸν νηπίων ἐστὶ καὶ εἰς τὸ βάθος τῶν γινομένων ὁρᾶν ἀδυνατεῖ—, καὶ τὴν δηλουμένην δι’ ἑκάστου τῶν τελουμένων θείων συμβόλων τῆς σωτηρίας ἐν αὐτῷ χάριν ἐνεργοῦσαν, καθ’ εἱρμὸν καὶ τάξιν ἀπὸ τῶν προσεχῶν μέχρι τοῦ πάντων τέλους ὁδεύουσαν, {περὶ τῆς πρώτης εἰσόδου} καὶ ποιοῦσαν κατὰ μὲν τὴν πρώτην εἴσοδον, ἀπιστίας ἀποβολήν, πίστεως αὔξησιν, κακίας μείωσιν, ἀρετῆς ἐπίδοσιν, ἀγνοίας ἀφανισμόν, γνώσεως προσθήκην, {περὶ τῶν ἀναγνωσμάτων} διὰ δὲ τῆς ἀκροάσεως τῶν θείων λογίων, τὰς τῶν εἰρημένων τούτων, πίστεως φημὶ καὶ ἀρετῆς καὶ γνώσεως, παγίας καὶ ἀμεταθέτους ἕξεις τε καὶ διαθέσεις, {περὶ τῶν ἀσμάτων} διὰ δὲ τῶν ἐπὶ τούτοις θείων ἀσμάτων, τὴν πρὸς τὰς ἀρετὰς τῆς ψυχῆς ἑκούσιον συγκατάθεσιν καὶ τὴν ἐπ’ αὐταῖς ἐγγινομένην αὐτῇ νοερὰν ἡδονὴν καὶ τερπνότητα, {περὶ τοῦ ἁγίου εὐαγγελίου} διὰ δὲ τῆς ἱερᾶς ἀναγνώσεως τοῦ ἁγίου εὐαγγελίου, τὴν τοῦ χοϊκοῦ φρονήματος, ὥσπερ αἰσθητοῦ κόσμου, συντέλειαν, {περὶ τῆς κλείσεως τῶν θυρῶν} διὰ δὲ τῆς μετὰ ταῦτα τῶν θυρῶν κλείσεως, τὴν κατὰ διάθεσιν ἀπὸ τούτου τοῦ φθαρτοῦ κόσμου πρὸς τὸν νοητὸν κόσμον μετάβασιν τῆς ψυχῆς καὶ μετάθεσιν, δι’ ἧς τὰς αἰσθήσεις, θυρῶν δίκην, μύσασα, τῶν καθ’ ἁμαρτίαν εἰδώλων καθαρὰς ἀπεργάζεται, {περὶ τῆς εἰσόδου τῶν ἁγίων} διὰ δὲ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων, τὴν τελεωτέραν καὶ μυστικωτέραν καὶ καινὴν περὶ τῆς εἰς ἡμᾶς οἰκονομίας τοῦ θεοῦ διδασκαλίαν καὶ γνῶσιν, {περὶ τοῦ ἀσπασμοῦ} διὰ δὲ τοῦ θείου ἀσπασμοῦ, τὴν πάντων πρὸς πάντας καὶ πρὸς ἑαυτὸν ἑκάστου πρότερον καὶ τὸν θεὸν ὁμονοίας καὶ ὁμογνωμοσύνης καὶ ἀγάπης ταυτότητα, {περὶ τοῦ συμβόλου} διὰ δὲ τῆς τοῦ συμβόλου τῆς πίστεως ὁμολογίας, τὴν ἐπὶ τοῖς παραδόξοις τρόποις τῆς σωτηρίας ἡμῶν πρόσφορον εὐχαριστίαν, {περὶ τοῦ τρισαγίου} διὰ δὲ τοῦ τρισαγίου, τὴν πρὸς τοὺς ἁγίους ἀγγέλους ἕνωσίν τε καὶ ἰσοτιμίαν καὶ τὴν ἄπαυστον τῆς ἁγιαστικῆς δοξολογίας τοῦ θεοῦ σύμφωνον εὐτονίαν,

περὶ τοῦ Πάτερ ἡμῶν διὰ δὲ τῆς προσευχῆς δι’ ἧς Πατέρα καλεῖν τὸν θεὸν ἀξιούμεθα, τὴν ἐν χάριτι τοῦ ἁγίου Πνεύματος ἀληθεστάτην υἱοθεσίαν,

περὶ τοῦ Εἷς ἅγιος καὶ τῶν ἑξῆς διὰ δὲ τοῦ Εἷς ἅγιος καὶ τῶν ἑξῆς, τὴν πρὸς αὐτὸν τὸν θεὸν ἑνοποιὸν χάριν καὶ οἰκειότητα, {περὶ τῆς μεταλήψεως} διὰ δὲ τῆς ἁγίας μεταλήψεως τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων, τὴν πρὸς αὐτὸν κατὰ μέθεξιν ἐνδεχομένην δι’ ὁμοιότητος κοινωνίαν τε καὶ ταυτότητα, δι’ ἧς γενέσθαι θεὸς ἐξ ἀνθρώπου καταξιοῦται ὁ ἄνθρωπος.