Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Ανακεφαλαίωση της εκκλησιολογικής και λειτουργικής συμβολικής

Συνοπτική επαναδιατύπωση των ερμηνειών για την Εκκλησία ως εικόνα του Θεού, του κόσμου και του ανθρώπου, καθώς και των σταδίων της ιεράς ακολουθίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 8

Ὧν γὰρ ἐνταῦθα κατὰ τὴν παροῦσαν ζωὴν διὰ τῆς ἐν πίστει χάριτος πιστεύομεν μετειληφέναι δωρεῶν τοῦ ἁγίου Πνεύματος, τούτων ἐν τῷ μέλλοντι αἰῶνι κατ’ ἀλήθειαν ἐνυποστάτως αὐτῷ τῷ πράγματι κατὰ τὴν ἄπτωτον ἐλπίδα τῆς πίστεως ἡμῶν καὶ τὴν τοῦ ἐπαγγειλαμένου βεβαίαν καὶ ἀπαράβατον ὑπόσχεσιν, φυλάξαντες κατὰ δύναμιν τὰς ἐντολάς, πιστεύομεν μεταλήψεσθαι, μεταβαίνοντες ἀπὸ τῆς ἐν πίστει χάριτος εἰς τὴν κατ’ εἶδος χάριν, μεταποιοῦντος ἡμᾶς πρὸς ἑαυτὸν δηλαδὴ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ περιαιρέσει τῶν ἐν ἡμῖν τῆς φθορᾶς γνωρισμάτων καὶ τὰ παραδειχθέντα διὰ τῶν ἐνταῦθα αἰσθητῶν συμβόλων ἡμῖν ἀρχέτυπα χαριζομένου μυστήρια. {ἀνακεφαλαίωσις} Διὰ δὲ τὸ εὐμνημόνευτον, εἰ δοκεῖ, τὴν τῶν εἰρημένων δύναμιν κατ’ ἐπιτομὴν ἐπιδραμόντες, οὕτω κεφαλαιώσωμεν.

Ἔστι μὲν οὖν ἡ ἁγία ἐκκλησία τύπος, ὡς εἴρηται, καὶ εἰκὼν τοῦ μὲν θεοῦ, διότι ἣν ἐργάζεται κατὰ τὴν ἄπειρον αὐτοῦ δύναμιν καὶ σοφίαν περὶ τὰς διαφόρους τῶν ὄντων οὐσίας ἀσύγχυτον ἕνωσιν, ὡς δημιουργὸς κατ’ ἄκρον ἑαυτῷ συνέχων, καὶ αὐτὴ κατὰ τὴν χάριν τῆς πίστεως εἰς τοὺς πιστοὺς ἐνεργεῖ, πάντας μὲν κατὰ μίαν τῆς πίστεως καὶ χάριν καὶ κλῆσιν τοὺς πιστοὺς ἀλλήλοις ἑνοειδῶς συνάπτουσα, τοὺς δὲ πρακτικοὺς καὶ ἐναρέτους κατὰ μίαν γνώμης ταυτότητα, τοὺς δὲ θεωρητικοὺς καὶ γνωστικοὺς πρὸς τούτοις, καὶ καθ’ ὁμόνοιαν ἀρραγῆ καὶ ἀδιαίρετον.

Τοῦ δὲ κόσμου τοῦ τε νοητοῦ καὶ τοῦ αἰσθητοῦ τύπος ἐστίν, ὡς τοῦ νοητοῦ κόσμου τὸ ἱερατεῖον σύμβολον ἔχουσα, τοῦ αἰσθητοῦ δὲ τὸν ναόν. Ἀνθρώπου δὲ πάλιν εἰκών ἐστιν, ὡς τὴν ψυχὴν διὰ τοῦ ἱερατείου μιμουμένη, τὸ δὲ σῶμα διὰ τοῦ ναοῦ προβαλλομένη.

Αὐτῆς δὲ τῆς ψυχῆς καθ’ ἑαυτὴν νοουμένης τύπος ἐστὶ καὶ εἰκών, ὡς τοῦ θεωρητικοῦ διὰ τοῦ ἱερατείου φέρουσα τὸ ἐπίδοξον, τοῦ δὲ πρακτικοῦ διὰ τοῦ ναοῦ τὸ κόσμιον ἔχουσα. Τῆς δὲ τελουμένης ἐν αὐτῇ ἁγίας συνάξεως ἡ μὲν πρώτη εἴσοδος, γενικῶς μὲν δηλοῖ τὴν πρώτην Χριστοῦ τοῦ θεοῦ ἡμῶν παρουσίαν, ἰδικῶς δὲ τὴν δι’ αὐτοῦ καὶ σὺν αὐτῷ τῶν ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν εἰσαγομένων ἐπιστροφήν.

Τὰ δὲ γινόμενα μετὰ ταύτην ἀναγνώσματα, γενικῶς μὲν τὰ θεῖα θελήματά τε καὶ βουλήματα καθ’ ἃ χρὴ τοὺς πάντας παιδεύεσθαί τε καὶ πολιτεύεσθαι μηνύει, ἰδικῶς δὲ τὴν κατὰ τὴν πίστιν διδασκαλίαν καὶ προκοπὴν τῶν πιστευσάντων καὶ τῶν πρακτικῶν τὴν κατ’ ἀρετὴν παγίαν διάθεσιν, καθ’ ἣν τῷ θείῳ νόμῳ στοιχοῦντες τῶν ἐντολῶν ἀνδρικῶς τε καὶ ἀκλονήτως ἵστανται πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, καὶ τὰς ἀντικειμένας ἐνεργείας διαδιδράσκουσιν, καὶ τῶν γνωστικῶν τὴν κατὰ θεωρίαν ἕξιν, καθ’ ἣν τοὺς τῶν αἰσθητῶν καὶ τῆς ἐπ’ αὐτοῖς προνοίας πνευματικοὺς κατὰ δύναμιν συλλεγόμενοι λόγους ἀπλανῶς πρὸς τὴν ἀλήθειαν φέρονται· τὰ δὲ θεῖα τῶν ἀσμάτων μελίσματα, τὴν ἐγγινομένην ταῖς ἁπάντων ψυχαῖς θείαν ἡδονὴν καὶ τερπνότητα, καθ’ ἣν μυστικῶς ῥωννύμεναι, τῶν μὲν παρελθόντων τῆς ἀρετῆς ἐπιλανθάνονται πόνων, πρὸς δὲ τὴν τῶν λειπομένων θείων καὶ ἀκηράτων ἀγαθῶν νεάζουσιν εὔτονον ἔφεσιν.

Τὸ δὲ ἅγιον εὐαγγέλιον, γενικῶς μὲν σύμβολόν ἐστι τῆς συντελείας τοῦ αἰῶνος τούτου, ἰδικῶς δὲ τῶν μὲν πιστευσάντων δηλοῖ τὸν παντελῆ τῆς ἀρχαίας πλάνης ἀφανισμόν· τῶν δὲ πρακτικῶν τὴν νέκρωσιν καὶ συντέλειαν τοῦ κατὰ σάρκα νόμου τε καὶ φρονήματος· τῶν δὲ γνωστικῶν τὴν πρὸς τὸν συνεκτικώτατον λόγον τῶν πολλῶν καὶ διαφόρων λόγων συναγωγήν τε καὶ ἀναφοράν, συντελεσθείσης αὐτοῖς καὶ περατωθείσης τῆς διεξοδικωτέρας καὶ ποικιλωτέρας φυσικῆς θεωρίας.

Ἡ δὲ τοῦ ἀρχιερέως ἀπὸ τοῦ θρόνου κατάβασις καὶ ἡ τῶν κατηχουμένων ἐκβολή, γενικῶς μὲν σημαίνει τὴν ἀπ’ οὐρανῶν δευτέραν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν καὶ τὸν ἀπὸ τῶν ἁγίων ἀφορισμὸν τῶν ἁμαρτωλῶν καὶ τὴν δικαίαν πρὸς τὴν ἑκάστου ἀξίαν ἀμοιβήν, ἰδικῶς δὲ τὴν τελείαν ἐν πίστει τῶν πιστευσάντων πληροφορίαν, ἣν ποιεῖ παραγινόμενος αὐτοῖς ἀοράτως ὁ θεὸς καὶ Λόγος, δι’ ἧς πᾶς ἔτι καθοτιοῦν σκάζων κατὰ τὴν πίστιν λογισμός, κατηχουμένου τρόπον, αὐτῶν ἀπελαύνεται· τῶν δὲ πρακτικῶν τὴν τελείαν ἀπάθειαν, δι’ ἧς πᾶς ἐμπαθὴς καὶ ἀφώτιστος λογισμός, τῆς ψυχῆς ἀπογίνεται· τῶν δὲ γνωστικῶν τὴν συνεκτικὴν ἐπιστήμην τῶν ἐγνωσμένων, δι’ ἧς πᾶσαι τῶν ὑλικῶν αἱ εἰκόνες, τῆς ψυχῆς ἐκδιώκονται.

Ἡ δὲ κλεῖσις τῶν θυρῶν καὶ ἡ τῶν ἁγίων μυστηρίων εἴσοδος καὶ ὁ θεῖος ἀσπασμὸς καὶ ἡ τοῦ συμβόλου τῆς πίστεως ἐκφώνησις, γενικῶς μὲν δηλοῖ τὴν τῶν αἰσθητῶν πάροδον καὶ τὴν τῶν νοητῶν φανέρωσιν καὶ τὴν καινὴν τοῦ περὶ ἡμᾶς θείου μυστηρίου διδαχὴν καὶ τὴν πρὸς πάντας πάντων ἑαυτούς τε καὶ τὸν θεὸν γενησομένην ὁμόνοιαν καὶ ὁμογνωμοσύνην καὶ ἀγάπην καὶ ταυτότητα καὶ τὴν ἐφ’ οἷς ἐσώθημεν τρόποις εὐχαριστίαν· ἰδικῶς δὲ τῶν μὲν πιστῶν τὴν ἀπὸ τῆς ἁπλῆς πίστεως εἰς τὴν ἐν δόγμασι διδαχὴν καὶ μύησιν καὶ ὁμοφωνίαν καὶ εὐσέβειαν προκοπήν—τὸ γὰρ πρῶτον ἡ τῶν θυρῶν δηλοῖ κλεῖσις, τὸ δεύτερον δὲ ἡ τῶν ἁγίων εἴσοδος, τὸ δὲ τρίτον ὁ ἀσπασμὸς καὶ τὸ τέταρτον ἡ ἐκφώνησις τοῦ συμβόλου—· τῶν δὲ πρακτικῶν τὴν ἀπὸ πράξεως εἰς θεωρίαν μυσάντων τὰς αἰσθήσεις καὶ ἔξω σαρκὸς καὶ κόσμου γενομένων διὰ τῆς ἀποβολῆς τῶν κατ’ αὐτὰς ἐνεργειῶν μετάθεσιν καὶ τὴν ἀπὸ τοῦ τρόπου τῶν ἐντολῶν εἰς τὸν λόγον αὐτῶν ἀνάβασιν καὶ τὴν αὐτῶν τῶν ἐντολῶν κατὰ τοὺς οἰκείους λόγους συγγενῆ πρὸς τὰς δυνάμεις τῆς ψυχῆς οἰκειότητά τε καὶ ἕνωσιν καὶ τὴν πρὸς θεολογικὴν εὐχαριστίαν ἐπιτήδειον ἕξιν· τῶν δὲ γνωστικῶν τὴν ἀπὸ τῆς φυσικῆς θεωρίας εἰς τὴν τῶν νοητῶν ἁπλῆν κατανόησιν, καθ’ ἣν οὐδαμῶς δι’ αἰσθήσεως ἢ τινὸς τῶν φαινομένων ἔτι τὸν θεῖον καὶ ἄρρητον μεταδιώκουσι λόγον, καὶ τὴν πρὸς τὴν ψυχὴν τῶν αὐτῆς δυνάμεων ἕνωσιν καὶ τὴν κατὰ νοῦν ἑνοειδῶς συλλαμβάνουσαν τὸν τῆς θείας προνοίας λόγον ἁπλότητα.

Ἡ δὲ τοῦ τρισαγίου ἄπαυστος τῶν ἁγίων ἀγγέλων ἁγιαστικὴ δοξολογία, γενικῶς μὲν σημαίνει τὴν ἅμα τε καὶ ἐν ταυτῷ γενησομένην κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τῶν οὐρανίων καὶ ἐπιγείων δυνάμεων ἴσην καὶ πολιτείαν καὶ ἀγωγὴν καὶ συμφωνίαν τῆς θείας δοξολογίας, ἀθανατισθέντος τοῖς ἀνθρώποις τοῦ σώματος διὰ τῆς ἀναστάσεως καὶ μηκέτι βαροῦντος τὴν ψυχὴν τῇ φθορᾷ καὶ βαρουμένου, ἀλλὰ διὰ τῆς εἰς ἀφθαρσίαν ἀλλαγῆς πρὸς ὑποδοχὴν παρουσίας θεοῦ λαβόντος καὶ δύναμιν καὶ ἐπιτηδειότητα, ἰδικῶς δὲ τῶν μὲν πιστῶν τὴν πρὸς ἀγγέλους κατὰ τὴν πίστιν θεολογικὴν ἅμιλλαν, τῶν δὲ πρακτικῶν τὴν ἰσάγγελον ὡς ἐφικτὸν ἀνθρώποις κατὰ τὸν βίον λαμπρότητα καὶ τὴν εὐτονίαν τῆς θεολογικῆς ὑμνολογίας, τῶν δὲ γνωστικῶν τὰς ἰσαγγέλους κατὰ τὸ δυνατὸν ἀνθρώποις περὶ θεότητος νοήσεις τε καὶ ὑμνήσεις καὶ ἀεικινησίας.

Ἡ δὲ μακαρία τοῦ μεγάλου θεοῦ καὶ Πατρὸς ἐπίκλησις καὶ ἡ τοῦ Εἷς ἅγιος καὶ τῶν ἑξῆς ἐκφώνησις καὶ ἡ τῶν ἁγίων καὶ ζωοποιῶν μυστηρίων μετάληψις τὴν ἐπὶ πᾶσι καὶ ἐπὶ πάντων τῶν ἀξίων ἐσομένην διὰ τὴν ἀγαθότητα τοῦ θεοῦ ἡμῶν υἱοθεσίαν, ἕνωσίν τε καὶ οἰκειότητα καὶ ὁμοιότητα θείαν καὶ θέωσιν δηλοῖ, δι’ ἧς πάντα ἐν πᾶσιν ἔσται τοῖς σωζομένοις αὐτὸς ὁ θεός, ὁμοίοις ὡς κάλλος ἀρχέτυπον κατ’ αἰτίαν ἐμπρέπων τοῖς αὐτῷ δι’ ἀρετῆς καὶ γνώσεως κατὰ χάριν ὁμοίως συμπρέπουσιν.