Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Ηθικές προτροπές και στάδια πνευματικής προόδου

Παρουσίαση των τριών τάξεων των σωζομένων και κάλεσμα σε έμπρακτη εφαρμογή των θείων εντολών μέσω της ελεημοσύνης, της αγάπης, της νήψης και του ελέγχου των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 8

Πιστοὺς δὲ καὶ ἐναρέτους καὶ γνωστικοὺς ἐκάλει τοὺς εἰσαγομένους καὶ τοὺς προκόπτοντας καὶ τοὺς τελείους, ἤγουν δούλους καὶ μισθίους καὶ υἱούς, τὰς τρεῖς τάξεις τῶν σωζομένων· δοῦλοι γὰρ εἰσὶ πιστοὶ οἱ φόβῳ τῶν ἠπειλημένων ἐκπληροῦντες τοῦ δεσπότου τὰς ἐντολὰς καὶ τοῖς πιστευθεῖσιν εὐνοϊκῶς ἐπεργαζόμενοι· μίσθιοι δέ, οἱ πόθῳ τῶν ἐπηγγελμένων ἀγαθῶν βαστάζοντες μεθ’ ὑπομονῆς τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, τουτέστι τὴν ἔμφυτον καὶ συνεζευγμένην τῇ παρούσῃ ζωῇ ἐκ τῆς προπατορικῆς καταδίκης θλίψιν καὶ τοὺς ἐπ’ αὐτῇ ὑπὲρ τῆς ἀρετῆς πειρασμούς, καὶ ζωῆς ζωὴν σοφῶς κατ’ αὐθαίρετον γνώμην ἀνταλλάσσοντες, τῆς παρούσης τὴν μέλλουσαν· υἱοὶ δέ, οἱ μήτε φόβῳ τῶν ἠπειλημένων μήτε πόθῳ τῶν ἐπηγγελμένων ἀλλὰ τρόπῳ καὶ ἕξει τῆς πρὸς τὸ καλὸν κατὰ γνώμην τῆς ψυχῆς ῥοπῆς τε καὶ διαθέσεως μηδέποτε τοῦ θεοῦ χωριζόμενοι, κατ’ ἐκεῖνον τὸν υἱὸν πρὸς ὃν εἴρηται·

Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ καὶ τὰ ἐμὰ πάντα σά ἐστιν, τοῦτο κατὰ τὴν ἐν χάριτι θέσιν ἐνδεχομένως ὑπάρχοντες ὅπερ ὁ θεὸς κατὰ τὴν φύσιν καὶ τὴν αἰτίαν καὶ ἔστι καὶ πιστεύεται.

Μὴ τοίνυν ἀπολειφθῶμεν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, τοσαῦτα κατὰ τὴν τῶν τελουμένων θείων συμβόλων ἁγίαν διάταξιν τῆς σωτηρίας ἡμῶν περιεχούσης μυστήρια, δι’ ὧν ἕκαστον ἡμῶν καλῶς μάλιστα πολιτευόμενον ἀναλόγως ἑαυτῷ, κατὰ Χριστὸν δημιουργοῦσα, τὸ δοθὲν διὰ τοῦ ἁγίου βαπτίσματος ἐν Πνεύματι ἁγίῳ χάρισμα τῆς υἱοθεσίας εἰς φανέρωσιν ἄγει κατὰ Χριστὸν τελειούμενον· ἀλλὰ πάσῃ δυνάμει τε καὶ σπουδῇ παραστήσωμεν ἑαυτοὺς ἀξίους τῶν θείων χαρισμάτων, δι’ ἔργων ἀγαθῶν εὐαρεστοῦντες τῷ θεῷ, μὴ ἀναστρεφόμενοι κατὰ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεὸν ἐν πάθει ἐπιθυμίας, ἀλλὰ καθὼς φησὶν ὁ ἅγιος ἀπόστολος· Νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ὀργήν τε πᾶσαν καὶ θυμὸν καὶ αἰσχρολογίαν καὶ ψεῦδος, καὶ συντόμως εἰπεῖν, πάντα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀποθέμενοι σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, ἀξίως τοῦ θεοῦ περιπατήσωμεν τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν, ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν—ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν—ἐπὶ πᾶσί τε τὸν σύνδεσμον τῆς τελειότητος, τὴν ἀγάπην καὶ τὴν εἰρήνην, εἰς ἣν καὶ ἐκλήθημεν ἐν ἑνὶ σώματι, καὶ ἵνα συνελὼν εἴπω, τὸν νέον ἄνθρωπον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· οὕτω γὰρ ἂν βιοῦντες, δυνηθείημεν πρὸς τὸ τέλος ἐλθεῖν τῶν θείων ἐπαγγελιῶν μετ’ ἐλπίδος ἀγαθῆς, πληρωθῆναί τε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ κυρίου, ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν οἰκοδομὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.

Σαφὴς δὲ τῆς χάριτος ταύτης ἐστὶν ἀπόδειξις ἡ πρὸς τὸ συγγενὲς δι’ εὐνοίας ἑκούσιος συνδιάθεσις, ἧς ἔργον ἐστὶν ὡς θεὸν οἰκειοῦσθαι κατὰ δύναμιν τὸν καθοτιοῦν τῆς ἡμῶν ἐπικουρίας δεόμενον ἄνθρωπον καὶ μὴ ἐᾶν ἀτημέλητον καὶ ἀπρονόητον, ἀλλὰ σπουδῇ τῇ πρεπούσῃ κατ’ ἐνέργειαν ἐνδείκνυσθαι ζῶσαν τὴν ἐν ἡμῖν πρός τε τὸν θεὸν καὶ τὸν πλησίον διάθεσιν· ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Οὐδὲν γὰρ οὔτε πρὸς δικαιοσύνην οὕτω ῥάδιον ἐστίν, οὔτε πρὸς θέωσιν, ἵν’ οὕτως εἴπω, καὶ τὴν πρὸς θεὸν ἐγγύτητα καθέστηκεν ἐπιτήδειον, ὡς ἔλεος ἐκ ψυχῆς εἰς τοὺς δεομένους μεθ’ ἡδονῆς καὶ χαρᾶς προσφερόμενος.

Εἰ γὰρ θεὸν ὁ Λόγος τὸν εὖ παθεῖν δεόμενον ἔδειξεν— ἐφ’ ὅσον γάρ φησιν ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε· θεὸς δὴ ὁ εἰπών—, πολλῷ μᾶλλον τὸν εὖ ποιεῖν δυνάμενον καὶ ποιοῦντα δείξειεν ἀληθῶς κατὰ χάριν καὶ μέθεξιν ὄντα θεόν, ὡς τὴν αὐτοῦ τῆς εὐεργεσίας εὐμιμήτως ἀνειλημμένον ἐνέργειάν τε καὶ ἰδιότητα· καὶ εἰ θεὸς ὁ πτωχός, διὰ τὴν τοῦ δι’ ἡμᾶς πτωχεύσαντος θεοῦ συγκατάβασιν καὶ εἰς ἑαυτὸν τὰ ἑκάστου συμπαθῶς ἀναδεχομένου πάθη καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος κατὰ τὴν ἀναλογίαν τοῦ ἐν ἑκάστῳ πάθους ἀεὶ δι’ ἀγαθότητα πάσχοντος μυστικῶς, πλέον δηλονότι κατὰ τὸν εἰκότα λόγον ἔσται θεὸς ὁ κατὰ μίμησιν τοῦ θεοῦ διὰ φιλανθρωπίαν τὰ τῶν πασχόντων πάθη δι’ ἑαυτοῦ θεοπρεπῶς ἐξιώμενος καὶ τὴν αὐτὴν τῷ θεῷ κατ’ ἀναλογίαν τῆς σωστικῆς προνοίας κατὰ διάθεσιν ἔχων δεικνύμενος δύναμιν. Τίς οὖν ἄρα πρὸς ἀρετὴν οὕτω βραδύς ἐστι καὶ δυσκίνητος, ὥστε μὴ ἐφίεσθαι θεότητος οὕτως εὐώνου τε καὶ εὐπορίστου καὶ ῥαδίας οὔσης τῆς κτήσεως;

Ἀσφαλὴς δὲ τούτων ἐστὶ καὶ ἄσυλος φυλακὴ καὶ εὐμαρὴς πρὸς σωτηρίαν ὁδός—ἧς, ὡς οἶμαι, χωρὶς κατ’ ἀλήθειαν οὐδὲν ἔσται τῶν ἀγαθῶν ἀβλαβῶς τῷ ἔχοντι συντηρούμενον—, ἡ αὐτοπραγία, εἴτ’ οὖν ἰδιοπραγία, δι’ ἧς τὰ καθ’ ἑαυτοὺς σκοπεῖν τε καὶ διασκέπτεσθαι μόνους μανθάνοντες, τοῦ παρ’ ἄλλων διακενῆς βλάβην ἔχειν ἐλευθερούμεθα. Εἰ γὰρ ἑαυτοὺς μόνους ὁρᾶν τε καὶ ἐτάζειν μάθοιμεν, οὐδέποτε τοῖς τῶν ἄλλων, ὡς δ’ ἂν ἔχοντα τύχωσιν, ἐπιθησόμεθα, γινώσκοντες ἕνα μόνον εἶναι κριτὴν σοφόν τε καὶ δίκαιον τὸν θεόν, τὸν σοφῶς τε καὶ δικαίως πάντα τὰ γινόμενα κρίνοντα καθ’ ὃν γεγένηνται λόγον ἀλλ’ οὐ καθ’ ὃν πεφανέρωνται τρόπον, ὃν ἴσως ἂν δύναιντο καὶ ἄνθρωποι κρίνειν, ἀμυδρῶς εἰς τὸ φαινόμενον βλέποντες, περὶ ὃ οὐ πάντως ἐστὶν ἡ ἀλήθεια οὐδὲ τῶν γινομένων ὁ λόγος· ὁ δὲ θεὸς τὸ ἀφανές τε κίνημα τῆς ψυχῆς καὶ τὴν ἀόρατον ὁρμὴν καὶ τὸν λόγον αὐτόν, καθ’ ὃν ὥρμηται ἡ ψυχή, καὶ τὸν τοῦ λόγου σκοπόν, τουτέστι τὸ παντὸς πράγματος προεπινοούμενον τέλος, βλέπων, κρίνει δικαίως, ὡς ἔφην, πάντα τὰ παρὰ τῶν ἀνθρώπων πραττόμενα.

Ὅπερ εἰ κατορθῶσαι σπουδάσομεν καὶ ἑαυτοῖς ἑαυτοὺς περιορίσομεν, τοῖς ἐκτὸς οὐκ ἐπιφυόμενοι, οὔτε ὁρᾶν οὔτε ἀκούειν οὔτε λαλεῖν τὸν ὀφθαλμὸν ἢ τὸ οὖς ἢ τὴν γλῶσσαν τὰ τῶν ἄλλων ἀφήσομεν, εἰ μὲν οἷόν τε ἐστὶ παντελῶς· εἰ δὲ μή γε, συμπαθῶς μᾶλλον ἀλλὰ μὴ ἐμπαθῶς τούτοις ἐνεργεῖν καὶ εἰς κέρδος ἡμέτερον ὁρᾶν τε καὶ ἀκούειν καὶ λαλεῖν ἐπιτρέποντες, καὶ τοσοῦτον μόνον, ὅσον τῷ ἡνιοχοῦντι ταῦτα θείῳ λόγῳ δοκεῖ. Οὐδὲν γὰρ τούτων τῶν ὀργάνων πρὸς ἁμαρτίαν ἐστὶν εὐολισθότερον, μὴ λόγῳ παιδαγωγουμένων, καὶ οὐδὲν πάλιν αὐτῶν πρὸς σωτηρίαν ἑτοιμότερον, τάσσοντος αὐτὰ τοῦ λόγου καὶ ῥυθμίζοντος καὶ ἐφ’ ἃ δεῖ καὶ βούλεται ἄγοντος.

Μὴ τοίνυν ἀμελήσωμεν κατὰ δύναμιν τοῦ πείθεσθαι τῷ θεῷ καλοῦντι ἡμᾶς εἰς ζωὴν αἰώνιον καὶ μακάριον τέλος διὰ τῆς ἐνεργείας τῶν αὐτοῦ θείων τε καὶ σωτηρίων ἐντολῶν, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Ἡ γὰρ χάρις, φησὶν ὁ θεῖος ἀπόστολος, μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ, τουτέστι τῶν μετὰ τῆς κατ’ ἀρετὴν ἀφθορίας καὶ τῆς κατὰ τὸν βίον καθαρᾶς τε καὶ ἀνυποκρίτου σεμνότητος ἀγαπώντων τὸν κύριον, ἢ σαφέστερον εἰπεῖν, τῶν ἀγαπώντων τὸν κύριον ἐν τῷ ποιεῖν αὐτοῦ τὰ θελήματα καὶ μὴ παραφθειρόντων τί τῶν θείων αὐτοῦ προσταγμάτων.