Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία
Επίλογος και δοξολογία
Ολοκλήρωση του έργου με αλληγορική ερμηνεία των δύο λεπτών της χήρας, αίτημα προσευχών για την πνευματική ανεπάρκεια του συγγραφέα και τελική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επίλογος και δοξολογία
Ολοκλήρωση του έργου με αλληγορική ερμηνεία των δύο λεπτών της χήρας, αίτημα προσευχών για την πνευματική ανεπάρκεια του συγγραφέα και τελική δοξολογία.
Ταῦτα μὴν ἐγὼ περὶ τούτων διὰ τὸν τῆς ὑπακοῆς μισθὸν κατὰ δύναμιν, ὡς ἐδιδάχθην, ἐξεθέμην, τῶν μυστικωτέρων τε καὶ ὑψηλοτέρων ἅψασθαι μὴ τολμήσας, ἅπερ εἰ ποθεῖ τίς γνῶναι τῶν φιλομαθῶν, τοῖς περὶ τούτων τῷ ἁγίῳ Διονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐνθέως πονηθεῖσιν ἐντύχῃ, καὶ εὑρήσει κατ’ ἀλήθειαν μυστηρίων ἀρρήτων ἀποκάλυψιν διὰ τῆς θείας αὐτοῦ καὶ διανοίας καὶ γλώσσης χαρισθεῖσαν τῷ τῶν ἀνθρώπων γένει διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Καὶ εἰ μὲν πολὺ τῆς ὑμῶν ἐπιθυμίας οὐκ ἀποπέπτωκεν, τῷ Χριστῷ χάρις τῷ χορηγῷ τῶν καλῶν καὶ ὑμῖν τοῖς λεχθῆναι ταῦτα βιασαμένοις· εἰ δὲ μακράν που καὶ πολὺ τῆς ἐλπίδος ἀπολείπεται, τί πάθω ἢ τί δράσω, περὶ τὸ λέγειν ἀσθενήσας;
Συγγνωστὸν γὰρ ἀλλ’ οὐ τιμωρητὸν ἡ ἀσθένεια, καὶ ἀποδεκτὸν μᾶλλον ἀλλ’ οὐ μεμπτὸν τὸ ἐγχωροῦν καὶ ἐνδεχόμενον, καὶ μάλισθ’ ὑμῖν τοῖς ἀγαπᾶν διὰ τὸν θεὸν προθεμένοις· καὶ θεῷ δὲ φίλον τὸ κατὰ δύναμιν ἅπαν γνησίως ἐκ ψυχῆς προσαγόμενον, κἂν μικρὸν συγκρίσει μεγάλων ὑπάρχον φανήσεται· ὃς οὐδὲ τὴν χήραν τὰ δύο λεπτὰ προσκομίσασαν ἀπεώσατο, ἥτις ποτὲ ἦν ἡ χήρα αὕτη καὶ τὰ δύο ταύτης λεπτά, εἴτε ψυχὴ κακίας χηρεύουσα καὶ ὥσπερ ἄνδρα τὸν παλαιὸν μὲν ἀποβαλλομένη νόμον, οὔπω δὲ τῆς πρὸς τὸν Λόγον καὶ θεὸν ἄκρας συναφείας ἀξία, προσάγουσα δὲ ὅμως αὐτῷ ἀρραβῶνος λόγῳ ὥσπερ λεπτὰ τὸν τέως σύμμετρον λόγον καὶ βίον, ἢ πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἢ τὴν περὶ τὸ καλὸν ἕξιν καὶ ἐνέργειαν, ἢ τὴν τούτοις πρόσφορον θεωρίαν καὶ πρᾶξιν, ἢ τὴν ἀνάλογον γνῶσιν καὶ ἀρετήν, ἢ τοὺς μικρὸν ὑπὲρ ταῦτα, φημὶ δὴ τοὺς ἐν τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ λόγους, οὓς ἡ ψυχὴ κεκτημένη, κατ’ ἔκστασιν τούτων καὶ ἄφεσιν ὡς ὅλου βίου καὶ ζωῆς, μόνῳ συναφθῆναι τῷ Λόγῳ καὶ θεῷ βουλομένη, προσάγει καὶ τῶν κατὰ φύσιν καὶ νόμον βιαίων τρόπων τε καὶ θεσμῶν καὶ ἐθῶν ὥσπερ ἀνδρῶν χηρεύειν δέχεται, εἴτε τι ἄλλο τούτων πνευματικώτερον καὶ μόνοις θεωρητὸν τοῖς καθαροῖς τὴν διάνοιαν διὰ τοῦ καθ’ ἱστορίαν πληρωθέντος γράμματος ὁ λόγος αἰνίσσεται.
Πάντα γὰρ τῷ κατὰ θεολογίαν ἐποπτικῷ συγκρινόμενα λόγῳ, τὰ ἐν ἀνθρώποις δοκοῦντα κατ’ ἀρετὴν εἶναι μεγάλα, μικρὰ τυγχάνει, πλήν γε ὅτι κἂν μικρὰ καὶ ἐξ ὕλης εὐτελοῦς καὶ οὐ πολὺ τιμίας, ἀλλ’ οὖν τοῖς ἐκ χρυσοῦ νομίσμασι τῆς ἐν ὕλαις τιμιωτέρας, ἃ προσφέρουσιν οἱ εὐπορώτεροι, κατὰ τὸ ἴσον τὸν βασιλικὸν χαρακτῆρα φέροντα, καὶ πλέον ἴσως ἔχοντα τῆς προσαγούσης τὴν ἐξ ὅλης διαθέσεως πρόθεσιν.
Ταύτην κἀγὼ μιμούμενος τὴν χήραν, θεῷ τε καὶ ὑμῖν, ἠγαπημένοι, τὰ μικρὰ ταῦτα καὶ εὐτελῆ καὶ ἐξ εὐτελοῦς καὶ πτωχῆς διανοίας καὶ γλώσσης προενηνεγμένα νοήματά τε καὶ ῥήματα ὥσπερ λεπτά, περὶ ὧν ἐκελεύσατε, προσενήνοχα, παρακαλῶν τὴν εὐλογημένην ὑμῶν καὶ ἁγίαν ψυχήν, πρῶτον μὲν μηδενὸς ἔτι τῶν παρ’ ἐμοῦ λεγομένων ἔγγραφον ζητῆσαι σημείωσιν, δυοῖν ἕνεκεν, ἑνὸς μὲν ὅτι μηδέπω τὸν φόβον ἐκτησάμην τοῦ θεοῦ τὸν ἁγνὸν καὶ διαμένοντα οὐδ’ ἀρετῆς ἕξιν στερέμνιον καὶ δικαιοσύνης ἀληθοῦς πῆξιν σταθερὰν καὶ ἀσάλευτον, τὰ μαρτυροῦντα μάλιστα τοῖς λόγοις τὸ βέβαιον, ἑτέρου δὲ ὅτι πολλῷ κλύδωνι παθῶν ἔτι δίκην θαλάσσης ἀγρίας περιδονούμενος καὶ πολὺ τοῦ θείου τῆς ἀπαθείας ἀπέχων λιμένος καὶ ἄδηλον ἔχων τοῦ βίου τὸ πέρας, οὐ βούλομαι πρὸς τοῖς ἔργοις καὶ τὸν ἐν γράμμασι λόγον ἔχειν κατήγορον· ἔπειτα δέ, τῆς εὐπειθείας χάριν, εἰ δέον ἐστίν, ἀποδεξαμένην, Χριστῷ με δι’ εὐχῶν παραθέσθαι τῷ μεγάλῳ καὶ μόνῳ θεῷ καὶ σωτῆρι τῶν ἡμετέρων ψυχῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.