Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Περὶ ἐνεργειῶν καὶ θελημάτων

Μάξιμος ὁ Ὁμολογητής

Η ορθόδοξη διδασκαλία περί των δύο φυσικών θελημάτων στον Χριστό

Ανάλυση της διάκρισης μεταξύ φυσικού και γνωμικού θελήματος. Τονίζεται η αναγκαιότητα και η λειτουργία του θεωμένου ανθρώπινου θελήματος στο πρόσωπο του Λόγου για την πληρότητα της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ. Ἐκ τῆς αὐτῆς πραγματείας κεφάλ. να. Ὅτι δύο θελήματα λέγοντες οἱ Πατέρες ἐπὶ Χριστοῦ, τοὺς φυσικοὺς νόμους, οὐ τὰς γνώμας ἐσήμαναν. Ἀλλὰ μηδεὶς εὐθυνέτω τὸν λόγον, τὴν τῶν γνωμικῶν θελημάτων ἀπαγορεύοντα δυάδα· πάντας εὑρίσκων σχεδὸν τοὺς ἐνδόξους διδασκάλους, δύο θελήματα λέγοντας· μηδ’ αὖ πάλιν κατὰ Σευῆρον, πρὸς ἓν θέλημα διὰ τοῦτο τὸν εὐσεβῆ μεθορμήσοιτο νοῦν, ἵνα μὴ κακοῦ κακὸν ποιῆται διάδοχον· τῆς διαιρέσεως λέγω τὴν σύγχυσιν. Οὐ γὰρ εἶπον οἱ θεσπέσιοι Πατέρες ἐπὶ Χριστοῦ ποσότητα γνωμικῶν θελημάτων, ἀλλὰ φυσικῶν· τοὺς οὐσιώδεις τε καὶ φυσικοὺς τῶν ἑνωθέντων νόμους τε καὶ λόγους, θελήματα καλῶς προσαγορεύσαντες. Καὶ γὰρ φυσικὴν τῆς νοερῶς ἐψυχωμένης σαρκός, ἀλλ’ οὐ τὴν γνωμικὴν τοῦ τινος ἀνθρώπου, νοῦ κινήμασι διανοήσαντες ὄρεξιν, ἔχουσαν τῆς τοῦ ὄντος φυσικὴν ἐφέσεως δύναμιν, φυσικῶς κινουμένην τε καὶ τυπουμένην ὑπὸ τοῦ Λόγου πρὸς τὴν τῆς οἰκονομίας ἐκπλήρωσιν, θέλημα σοφῶς προσηγόρευσαν· οὗ χωρὶς εἶναι τὴν ἀνθρωπίνην φύσιν, ἀδύνατον. Θέλημα γάρ ἐστι φυσικόν, δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική, καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων, συνεκτικὴ πάντων ἰδιωμάτων· καθ’ ἣν ἀεὶ τῷ φύσει θελητικῷ, τὸ πεφυκέναι θέλειν, ἐμπέφυκεν· οὐ ταυτὸν δὲ τὸ πεφυκέναι θέλειν, καὶ θέλειν· ὡς οὐδὲ τὸ πεφυκέναι λαλεῖν, καὶ λαλεῖν.

Πέφυκε μὲν γὰρ ἀεὶ τὸ λαλητικόν, λαλεῖ δὲ οὐκ ἀεί· ἐπειδὴ τὸ μὲν οὐσίας ἐστὶ λόγῳ φύσεως συνεχόμενον· τὸ δὲ βουλῆς, τῇ τοῦ λαλοῦντος γνώμῃ τυπούμενον. ὥστε φύσεως μὲν τὸ ἀεὶ πεφυκέναι λαλεῖν· ὑποστάσεως δέ, τὸ πῶς λαλεῖν· ὥσπερ καὶ τὸ πεφυκέναι θέλειν καὶ θέλειν. Εἰ δὲ τὸ πεφυκέναι θέλειν, καὶ θέλειν οὐκ ἔστι ταυτὸν τὸ μὲν γάρ, ὡς ἔφην, οὐσίας· τὸ δέ, τῆς τοῦ θέλοντος ὑπάρχει βουλῆς· εἶχεν ἄρα τὸ πεφυκέναι θέλειν ὁ σαρκωθεὶς Λόγος ὡς ἄνθρωπος, τῷ αὐτοῦ θεϊκῷ θελήματι κινούμενόν τε καὶ τυπούμενον.

Τὸ γὰρ ἐκείνου θέλειν, φησὶν ὁ μέγας Γρηγόριος, οὐδὲν ὑπεναντίον Θεῷ, θεωθὲν ὅλον. Εἰ δὲ τεθέωτο, τῇ τοῦ θεοῦντος δηλονότι συμφυΐᾳ τεθέωτο· τὸ δὲ θεοῦν καὶ θεούμενον, δύο πάντως· ἀλλ’ οὐχ ἓν καὶ φύσει ταυτόν. Εἴπερ τῶν πρός τι, τό τε θεοῦν, καὶ τὸ θεούμενον· τὰ δὲ πρός τι, πάντως ἀλλήλοις συνεισάγεσθαι πέφυκε, καὶ θατέρῳ συνεπινοεῖσθαι θάτερον. Οὐκοῦν ὡς φύσει πεφυκώς, καὶ τὴν πρὸς τὸν θάνατον συστολὴν θέλων ἐπισημαίνεται σαρκικῶς μετὰ τῶν λοιπῶν παθῶν ὡς ἄνθρωπος ὁ Σωτήρ, πάσης καθαρὰν τὴν οἰκονομίαν δεικνὺς φαντασίας, καὶ τὴν φύσιν τῶν κατακριθέντων αὐτῆς διὰ τὴν ἁμαρτίαν παθημάτων, λυτρούμενος.

Καὶ πάλιν τὴν ὁρμὴν ἐπιδείκνυται, σαρκὶ θανατώσας τὸν θάνατον· ἵνα καὶ τὸ φύσει πεφυκὼς ὡς ἄνθρωπος ἐν ἑαυτῷ δείξῃ σωζόμενον, καὶ τὴν ἀπόῤῥητον καὶ μεγάλην τοῦ Πατρὸς ὡς Θεὸς παραδείξῃ βουλήν, σωματικῶς πληρουμένην. Οὐ γὰρ ἵνα πάθῃ, σώσῃ δέ, προηγουμένως γέγονεν ἄνθρωπος.

Διό φησι· Πάτερ, εἰ δυνατόν, παρελθέτω τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα· δεικνὺς ἅμα τῇ συστολῇ, τὴν ὁρμὴν τοῦ ἀνθρωπίνου θελήματος, ἐν τῇ συμφυΐᾳ τοῦ θεϊκοῦ, κατὰ τὴν τοῦ φυσικοῦ λόγου πρὸς τὸν τῆς οἰκονομίας τρόπον συμπλοκήν, τυπουμένην τε καὶ γινομένην· εἴπερ ἡ σάρκωσις, ἐναργής ἐστι φύσεως καὶ οἰκονομίας ἀπόδειξις· τοῦ τε φυσικοῦ λέγω τῶν ἡνωμένων λόγου, καὶ τοῦ καθ’ ὑπόστασιν τῆς ἑνώσεως τρόπου τοῦ μὲν πιστουμένου, τοῦ δὲ καινοτομοῦντος τὰς φύσεις, δίχα τροπῆς καὶ συγχύσεως. Ἀλλ’ οὐ τὸ αὐτό, κατὰ τὸ αὐτό, καταργηθῆναί τε καὶ ἐνεργηθῆναι δεόμενος, ὅπερ ἄτοπον· εἴπερ τοῦ Υἱοῦ φύσει θέλημα, τὸ τοῦ Πατρός. Εἶχεν οὖν θέλημα φυσικὸν ὡς ἄνθρωπος ὁ Σωτήρ, τῷ αὐτοῦ θεϊκῷ θελήματι τυπούμενον, οὐκ ἐναντιούμενον· οὐδὲν γὰρ ἠναντίωται παντάπασι Θεῷ φυσικόν, ὁπόταν οὔτε γνωμικόν· ἔνθα καὶ προσωπικὴ θεωρεῖται διαίρεσις, ἄνπερ ᾖ κατὰ φύσιν· ἐπεὶ τὸν ποιητὴν αἰτιατέον τῆς μέμψεως, ἑαυτῶ πεποιηκότα τὸ φύσει μαχόμενον.

Πῶς δὲ γέγονε κατ’ ἀλήθειαν ἄνθρωπος σαρκωθεὶς ὁ Λόγος, τοῦ μάλιστα τὴν φύσιν ὡς λογικὴν χαρακτηρίζοντος ἔρημος; Τὸ γὰρ τῆς κατ’ ἔφεσιν ὀρεκτικῆς ἐστερημένον κινήσεως, καὶ πάσης ζωτικῆς δυνάμεως ἀμοιρήσειεν ἄν. Τὸ δὲ ζωτικὴν οὐκ ἔχον ἐκ φύσεως δύναμιν, οὐδὲ τὴν οἱανοῦν δηλονότι ψυχήν, ἧς χωρὶς οὐδὲ σὰρξ ὑποσταίη ποτ’ ἄν. Οὐκοῦν ψιλῇ μορφώσει σαρκὸς τὴν οἰκονομίαν ἐφάντασεν· ἀλλ’ οὐ φύσει σαρκός, νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης καθ’ ὑπόστασιν σαρκωθεὶς ὁ Λόγος πεπλήρωκε, θέλημα φυσικὸν κατὰ Σευῆρον οὐκ ἔχων ὡς ἄνθρωπος. Εἰ γὰρ φυσικῷ θελήματι κατ’ ἀλήθειαν ὡς ἄνθρωπος ἦν ἐλλιπής, τέλειος κατ’ ἀλήθειαν οὐ γέγονεν ἄνθρωπος· εἰ δὲ τέλειος κατ’ ἀλήθειαν οὐ γέγονεν ἄνθρωπος, οὐδ’ ὅλως ἄνθρωπος γέγονεν. Τίς γὰρ ἀτελοῦς φύσεως ὕπαρξις, ἧς οὐδὲ λόγος ἐστί;

Σκοπὸς οὖν Σευήρῳ, καὶ τοῖς ἀμφ’ αὐτόν, διά τινος πάντως ἐλλείψεως φυσικῆς, τὴν προσληφθεῖσαν καθ’ ἕνωσιν ἄῤῥητον ἐξώσασθαι φύσιν· τῆς τε Μάνεντος φαντασίας, καὶ τῆς Ἀπολιναρίου συγχύσεως, καὶ τῆς Εὐτυχοῦς συνουσιώσεως ἐπικυρῶσαι τὸ μῦσος.