Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Περὶ ψυχῆς

Μάξιμος ὁ Ὁμολογητής

Η ύπαρξη και η φύση της ψυχής

Απόδειξη της ύπαρξης της ψυχής μέσω των ενεργειών της και ανάπτυξη φιλοσοφικών επιχειρημάτων για τον ουσιώδη, ασώματο και απλό χαρακτήρα της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 4

Τί τὸ καταληπτικὸν τῆς ψυχῆς κριτήριον. Πάντα τὰ ὄντα ἢ αἰσθήσει γνωρίζεται, ἢ νοήσει καταλαμβάνεται. Καὶ τὸ μὲν αἰσθήσει ὑποπίπτον ἱκανὴν ἀπόδειξιν ἔχει τὴν αἴσθησιν, ἅμα γὰρ τῇ προσβολῇ καὶ τὴν φαντασίαν ἡμῖν ἐμποιεῖ τοῦ ὑποκειμένου· τὸ δὲ νοήσει καταλαμβανόμενον οὐκ ἐξ ἑαυτοῦ, ἀλλ᾽ ἐκ τῶν ἀποτελεσμάτων γνωρίζεται. Ἡ τοίνυν 〈ψυχὴ〉 ἄγνωστος οὖσα, οὐκ ἐξ ἑαυτῆς, ἀλλ᾽ ἐκ τῶν ἀποτελεσμάτων εἰκότως γνωσθήσεται.

Εἰ ἔστι ψυχή. Τὸ σῶμα ἡμῶν κινούμενον, ἢ ἔξωθεν ἢ ἔνδοθεν κινεῖται. Καὶ ὅτι μὲν ἔξωθεν οὐ κινεῖται δῆλον ἐκ τοῦ μήτε ὠθούμενον μήτε ἑλκόμενον κινεῖσθαι, ὡς τὰ ἄψυχα. Καὶ ἔνδοθεν πάλιν κινούμενον οὐ φυσικῶς κινεῖται, ὡς τὸ πῦρ· ἐκεῖνο μὲν γὰρ οὐ παύεται τοῦ κινεῖσθαι ἐς ὅσον ἐστὶ πῦρ, ὥσπερ τὸ σῶμα νεκρὸν γενόμενον οὐ κινεῖται σῶμα ὄν. Οὐκοῦν εἰ μήτε ἔξωθεν κινεῖται ὡς τὰ ἄψυχα, μήτε φυσικῶς ὡς τὸ πῦρ, δῆλον ὅτι ὑπὸ ψυχῆς κινεῖται, τῆς καὶ τὸ ζῇν αὐτῷ παρεχούσης. Εἰ τοίνυν τῷ σώματι ἡμῶν 〈ψυχὴ〉 δείκνυται τὸ ζῇν παρέχουσα, ἔσται καὶ καθ᾽ ἑαυτὴν ἡ 〈ψυχὴ〉 ἐκ τῶν ἐναντίων γνωριζομένη.

Εἰ οὐσία ἐστὶν ἡ ψυχή. Ὅτι μὲν οὐσία ἐστί, δείκνυται οὕτως. Πρῶτον μέν, ὅτι ὁ τῆς οὐσίας ὅρος καὶ ἐπ᾽ αὐτῇ εἰκότως ἂν λεχθείη, ἐπειδὴ οὕτως οὐσία ἐστί, τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν. Ὅτι δὲ ἡ ψυχὴ αὐτὴ τῆς ἰδίας φύσεως μὴ ἐξισταμένη τὰ ἐναντία ἐπιδέχεται παρὰ μέρος, παντί που δῆλον.

Δικαιοσύνη γὰρ καὶ ἀδικία, ἀνδρεία τε καὶ δειλία, σωφροσύνη τε καὶ ἀκολασία, ἐν αὐτῇ θεωροῦται ἐναντία ὄντα. Εἰ τοίνυν ἰδίωμα οὐσίας τὸ τῶν ἐναντίων εἶναι παρὰ μέρος δεκτικόν, δείκνυται δὲ καὶ ἡ 〈ψυχὴ〉 τοῦτον ἐπιδεχομένη τὸν ὅρον, οὐσία ἄρα ἡ 〈ψυχή.〉 Ἔπειτα δὲ καὶ τοῦ σώματος οὐσίας ὄντος, καὶ τὴν 〈ψυχὴν〉 ἀνάγκη οὐσίαν εἶναι. Οὐδὲ γὰρ οἷόν τε τὸ μὲν ζωοποιούμενον εἶναι ἐνούσιον, τὸ δὲ ζωοποιοῦν ἀνούσιον εἶναι, εἰ μή τις καὶ τὸ μὴ ὂν τοῦ ὄντος αἴτιον φήσειεν εἶναι, ἢ πάλιν τὸ ἐν ᾧ τὴν ὕπαρξιν ἔχον καὶ ὃ ἄνευ τοῦ εἶναι μὴ δυνάμενον αἰτίαν ἐκείνου εἶναι ἐν ᾧ ἐστι, μανείς τις εἴποι.

Εἰ ἀσώματος ἡ ψυχή. Ὅτι μὲν ἐν τῷ σώματί ἐστιν ἡ 〈ψυχή〉, ἀνωτέρω ἐδείχθη. Δεῖ τοίνυν εἰδέναι πῶς ἐστιν ἐν τῷ σώματι καὶ εἰ μὲν παράκειται αὐτῷ ὡς ψηφὶς ψηφίδι, σῶμα μὲν ἔσται ἡ 〈ψυχή·〉 ὅλον δὲ τὸ σῶμα οὐκ ἔσται ἔμψυχον, μέρει γάρ τινι περικείσεται.

Εἰ δὲ μέμικται ἢ κέκραται, πολυμερὴς ἂν λέγοιτο ἡ 〈ψυχὴ〉 καὶ οὐχ ἁπλῆ, τοῦ δὲ τῆς ψυχῆς λόγου ἐκβεβλημένη. Τὸ γὰρ πολυμερές, καὶ διαιρετόν ἐστι· τὸ δὲ διαιρετόν, καὶ διαλυτόν· τὸ δὲ διαλυτόν, σύνθετον· τὸ δὲ σύνθετον, τριχῆ διαστατόν· τὸ δὲ τριχῆ διαστατόν, σῶμα· σῶμα δέ, σώματι προστιθέμενον, ὄγκον ποιεῖ. Ἡ δὲ 〈ψυχὴ〉 ἐν τῷ σώματι οὖσα οὐκ ὄγκον ποιεῖ ἀλλὰ μᾶλλον ζωοποιεῖ· οὐκ ἄρα ἔσται σῶμα ἡ ψυχή, ἀλλ᾽ ἀσώματος.

Ἔτι, εἰ σῶμα ἡ 〈ψυχή,〉 ἢ ἔνδοθεν κινεῖται, ἢ ἔξωθεν· οὔτε δὲ ἔξωθεν κινεῖται, οὐ γὰρ ὠθεῖται ἢ ἕλκεται ὡς τὰ ἄψυχα, οὔτε δὲ ἔσωθεν κινεῖται, ὡς τὰ ἔμψυχα· ἄτοπον γὰρ ψυχῆς ψυχὴν λέγειν. Οὐκ ἔσται οὖν σῶμα, ἀσώματος ἄρα.

Καὶ πάλιν, εἰ σῶμά ἐστιν ἡ 〈ψυχή,〉 καὶ τὰς ποιότητας αἰσθητὰς ἔχει καὶ τρέφεται· ἀλλ᾽ οὐ τρέφεται, καὶ εἰ τρέφεται, οὐ σωματικῶς τρέφεται ὡς τὸ σῶμα, ἀλλ᾽ ἀσωμάτως· λόγῳ γὰρ τρέφεται. Οὐ τοίνυν τὰς ποιότητας αἰσθητὰς ἔχει. Οὐ γὰρ ὁρᾶται οὔτε δικαιοσύνη, οὔτε ἀνδρεία, οὔτε τῶν τοιούτων οὐδέν. Τῆς γὰρ 〈ψυχῆς〉 αἱ ποιότητες αὗται· οὐκ ἔστιν οὖν σῶμα· ἀσώματος ἄρα.

Εἰ ἁπλῆ ἡ ψυχή. Δείκνυται τοίνυν ὅτι ἁπλῆ ἡ 〈ψυχή,〉 ἐξ ὧν μάλιστα καὶ ἀσώματος ἀπεδείχθη. Εἰ γὰρ σῶμα οὐκ ἔστι· σῶμα γὰρ ἅπαν σύνθετόν ἐστι· τὸ συγκείμενον, ἐκ μερῶν σύγκειται· οὐκ ἂν οὐδὲ πολυμερὴς ἔσται· ἀσώματος δὲ οὖσα, ἁπλῆ ἐστιν, ἐπειδὴ καὶ ἀσύνθετος.