Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Περὶ ψυχῆς

Μάξιμος ὁ Ὁμολογητής

Οι ιδιότητες της ψυχής: Αθανασία και λογικότητα

Συλλογισμοί που καταδεικνύουν το αθάνατο, το άφθαρτο και τον έλλογο χαρακτήρα της ψυχής με βάση την αυτοκινησία και την κρίση των αισθητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 4

Εἰ ἀθάνατος ἡ ψυχή. Ἀκολουθεῖν οἶμαι δεῖν τῷ ἁπλῷ τὸ ἀθάνατον· καὶ ὅπως, ἄκουσον. Οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, ἐπεὶ οὐκ ἂν οὔτε ἐξ ἀρχῆς συνέστη. Τὰ γὰρ φθειρόμενα, ἐκ τῶν ἐναντίων φθείρεται. Διὸ πᾶν φθειρόμενον, διαλυτόν ἐστι· τὸ δὲ διαλυτόν, σύνθετον· τὸ δὲ σύνθετον, πολυμερές· τὸ δὲ ἐκ μερῶν συγκείμενον, δηλονότι ἐκ διαφόρων σύγκειται μερῶν· τὸ δὲ διάφορον, οὐ ταὐτόν· οὐκοῦν ἡ 〈ψυχὴ〉 ἁπλῆ οὖσα, καὶ μὴ ἐκ διαφόρων συγκειμένη μερῶν, ἀσύνθετος καὶ ἀδιάλυτος οὖσα, διὰ τοῦτο ἄφθαρτος καὶ ἀθάνατος ἔσται.

Καὶ πάλιν, τὸ ἔκ τινος κινούμενον, οὐκ ἐξ ἑαυτοῦ ἔχον τὸ ζωτικόν, ἀλλ᾽ ἐκ τοῦ κινοῦντος, τοσοῦτον διαμένοι, ὅσον ὑπὸ ἐνεργούσης αὐτῇ κρατεῖται δυνάμεως. Ἐπειδὰν δὲ παύσηται τὸ ἐνεργοῦν, διαχεῖται καὶ αὐτό. Τὸ δὲ μὴ ἔκ τινος κινούμενον, ἀλλ᾽ ἐξ ἑαυτοῦ ἔχον τὴν κίνησιν, ὥσπερ ἡ 〈ψυχὴ〉 αὐτοκίνητός ἐστιν, οὐδέποτε τοῦ εἶναι διαλείπει· ἀκολουθεῖ γὰρ τῷ αὐτοκινήτῳ τὸ ἀεικίνητον εἶναι. Τὸ δὲ ἀεικίνητον ἄπαυστον ἔσται· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον.

Εἰ τοίνυν ἡ 〈ψυχὴ〉 αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπεδείχθη, ἔσται ἄφθαρτος, κατὰ τὸν προτεθέντα συλλογισμόν. Καὶ πάλιν, εἰ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας φθείρεται, τὸ ὑπὸ ἰδίας κακίας μὴ φθειρόμενον, ἄφθαρτον ἔσται· τὸ γὰρ κακόν, τῷ καλῷ ἐναντίον· διὸ καὶ φθαρτικὸν ἔσται αὐτοῦ. οὐδὲν γὰρ ἕτερον ἔσται σώματος κακία, ἢ πάθη καὶ νόσος καὶ θάνατος ὥσπερ ἀρετή, κάλλος, ζωή, ὑγιεία, εὐεξία. Εἰ τοίνυν ἡ 〈ψυχὴ〉 ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται· κακία δὲ 〈ψυχῆς〉 δειλία, ἀκολασία, φθόνος καὶ τὰ παραπλήσια· ταῦτα δὲ πάντα οὐκ ἀφαιρεῖται αὐτῆς τὸ ζῇν καὶ τὸ κινεῖσθαι, ἀθάνατος ἄρα ἔσται.

Εἰ λογικὴ ἡ ψυχή. Ὅτι δὲ λογικὴ ἡμῶν ἡ ψυχή, ἐκ πολλῶν ἄν τις δείξειε· καὶ πρῶτον μὲν ἐκ τοῦ τὰς τέχνας, χρησίμους οὔσας τῷ βίῳ, ταύτην αὐτὰς εὑρηκέναι. Οὐδὲ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν εἴποι τις ἂν συνεστάναι τὰς τέχνας, ἐπεὶ μηδ᾽ ἀρχὰς καὶ ἀνωφελεῖς τῷ βίῳ ἀποδείξει. Εἰ τοίνυν αἱ τέχναι συντελοῦσι πρὸς τὸ χρήσιμον τῷ βίῳ· τὸ δὲ χρήσιμον ἐπαινετόν· τὸ δὲ ἐπαινετόν, λόγῳ κατασκευαστόν· ψυχῆς δὲ εὕρημα αὗται· λογικὴ ἄρα ἡμῶν ἡ ψυχή.

Ἔπειτα ἐκ τοῦ τὰς αἰσθήσεις ἡμῶν 〈οὐχ〉 ἱκανὰς εἶναι πρὸς τὴν τῶν πραγμάτων κατάληψιν, λογικὴ ἡμῶν ἡ 〈ψυχὴ〉 ἀποδείκνυται. Οὐδὲ γὰρ ἀρκούμεθα πρὸς εἴδησιν τῶν ὄντων τῇ τῆς αἰσθήσεως προσβολῇ, ἐπεὶ μηδὲ ἀπατᾶσθαι περὶ αὐτὰ θέλομεν. Αὐτίκα γοῦν τὰ τῷ σχήματι ἴσα καὶ τῇ χροιᾷ ὅμοια, διῃρημένα ταῖς φύσεσιν, ἡ αἴσθησις ἄλογος οὖσα διακρῖναι ἀσθενεῖ. Εἰ τοίνυν αἱ αἰσθήσεις ἄλογοι οὖσαι ψευδῆ ἡμῖν φαντασίαν τῶν ὄντων ἐμποιοῦσι, λογιστέον ἡμῖν, εἰ καταληπτὰ τὰ ὄντα ὡς ἀληθῶς, ἢ μὴ καταληπτά· καὶ εἰ μὲν καταληπτά, ἑτέρα ἔσται δύναμις, καὶ κρείττων παρὰ τὰς αἰσθήσεις ἡ τούτων ἀφικομένη. Εἰ δὲ μὴ καταλαμβάνεται, οὐδὲ ἔσται ἡμῖν τὸ ἑτέρως παρ᾽ ὅ ἐστι θεωρούμενα.

Ὅτι δὲ καταληπτά ἐστι τὰ πράγματα, δῆλον ἐξ οὗ οἰκείως ἑκάστῳ πρὸς τὸ χρήσιμον χρώμεθα, καὶ πάλιν μετασκευάζομεν εἰς ὃ θέλομεν. Οὐκοῦν εἰ τὰ ὄντα ἡμῖν καταληπτὰ ἐδείχθη, αἱ δὲ αἰσθήσεις ἄλογοι οὖσαι ψευδῶς δοξάζουσι, νοῦς ἔσται ὁ πάντα διακρίνων, καὶ ὡς ἔστιν ἀληθῶς τὰ πάντα ἐπιγιγνώσκων. Νοῦς δέ, ψυχῆς τὸ λογικὸν μέρος· λογικὴ ἄρα ἡ 〈ψυχή.〉 Ἔτι, οὐδὲν ὃ μὴ πρότερον ἐν ἑαυτοῖς διεγράψαμεν, εἰς ἔργον ἐκφέρομεν. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ψυχῆς ἀξίωμα. Νοῦς γὰρ οὐκ ἔξωθεν αὐτῇ προσγίνεται, ἢ τῶν ὄντων ἡ εἴδησις· ἀλλ᾽ αὐτὴ ὥσπερ ταῖς ἐξ αὐτῆς ἐπινοίαις τὰ ὄντα κοσμεῖ. Διὰ τοῦτο ἐν αὐτῇ προαναζωγραφεῖ πρότερον τὸ πρᾶγμα εἶθ᾽ οὕτως εἰς ἔργον ἐκφέρει. Ἀξίωμα δὲ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ μετὰ λόγου πάντα ποιεῖν. Ταύτῃ γὰρ διαφέρειν καὶ τῶν αἰσθήσεων ἐδείχθη· λογικὴ ἄρα ἡ 〈ψυχή.〉