Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Περὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ

Μάξιμος ὁ Ὁμολογητής

Η δογματική παραλληλία μεταξύ Τριαδικού Μυστηρίου και Χριστολογίας

Ανάλυση της ταυτότητας και της ετερότητας των ουσιών και των υποστάσεων στην Αγία Τριάδα και τον Χριστό, μέσω αναλογιών και αντίστοιχων αναθεματισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 3

Ἢ ταυτότης οὐσιῶν. Οἷον, ἐπὶ τῆς ἁγίας Τριάδος ταυτότης μέν ἐστιν οὐσίας, ἑτερότης δὲ προσώπων· μίαν γὰρ οὐσίαν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις. Ἐπὶ δὲ τοῦ ἀνθρώπου ταυτότης μέν ἐστι προσώπου, ἑτερότης δὲ οὐσιῶν· ἑνὸς γὰρ ὄντος ἀνθρώπου, ἄλλης ἐστὶν οὐσίας ἡ ψυχή, καὶ ἄλλης τὸ σῶμα. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ, ταυτότης μέν ἐστι προσώπου, ἑτερότης δὲ οὐσιῶν· ἑνὸς γὰρ ὄντος προσώπου, ἤτοι ὑποστάσεως, ἑτέρας οὐσίας ἐστὶν ἡ θεότης, καὶ ἑτέρας ἡ ἀνθρωπότης. Ὥσπερ γὰρ ἀδύνατον ἐπὶ τῆς ἁγίας Τριάδος ὁμολογεῖν μὲν τὴν ἕνωσιν, μὴ ἐκφωνεῖν δὲ τὴν διαφοράν, οὕτως ἀνάγκη πᾶσα ἐπὶ τοῦ Χριστοῦ καὶ τὴν ἕνωσιν καὶ τὴν διαφορὰν κηρύττειν. γ Ὥσπερ γὰρ οὐ διὰ τῶν αὐτῶν σημαίνεται λέξεων ἥ τε διαφορὰ καὶ ἡ ἕνωσις ἐπὶ τῆς ἁγίας Τριάδος, ἀλλὰ διὰ τοῦ μὲν λέγειν τρεῖς ὑποστάσεις ἡ διαφορά, διὰ τοῦ ὁμολογεῖν δὲ μίαν οὐσίαν ἡ ἕνωσις ὁμολογεῖται, οὕτω καὶ ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος διὰ μὲν τοῦ γνωρίζειν τὰς δύο φύσεις ἡ διαφορά, διὰ δὲ τοῦ κηρύττειν μίαν ὑπόστασιν σύνθετον ἡ ἕνωσις ὁμολογεῖται. δ Ὥσπερ Ἄρειον ἀναθεματίζομεν οὐ κηρύττοντα ἐπὶ τῆς ἁγίας Τριάδος τὴν καθ’ ὑπόστασιν διαφοράν, ἀλλὰ μὴ λέγοντα τὴν φυσικὴν ἕνωσιν, οὕτω Νεστόριον ἀναθεματίζομεν οὐ γνωρίζοντα τὴν φυσικὴν διαφορὰν ἐπὶ τοῦ Χριστοῦ, ἀλλὰ μὴ λέγοντα τὴν καθ’ ὑπόστασιν ἕνωσιν.

ε Ὥσπερ Σαβέλλιον ἀναθεματίζομεν οὐ κηρύττοντα ἐπὶ τῆς ἁγίας Τριάδος τὴν φυσικὴν ἕνωσιν, ἀλλὰ μὴ λέγοντα τὴν καθ’ ὑπόστασιν διαφοράν, οὕτως Εὐτυχέα ἀναθεματίζομεν οὐχ’ ὁμολογοῦντα τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἐπὶ τοῦ Χριστοῦ, ἀλλὰ μὴ γνωρίζοντα τὴν φυσικὴν διαφοράν. ϛ Τὴν καθ’ ὑπόστασιν διαφορὰν ἐπὶ τῆς ἁγίας Τριάδος καὶ τὴν φυσικὴν διαφορὰν ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, οὐκ ἐν αἰσθήσει χρὴ λέγειν, ἀλλὰ νοῆσαι τοῖς τῆς διανοίας ὄμμασι. Καὶ πῶς ἐπὶ μὲν τῆς ἁγίας Τριάδος ἐκφωνεῖτε τὰς τρεῖς ὑποστάσεις διὰ τὴν καθ’ ὑπόστασιν διαφοράν, ἐπὶ δὲ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος οὐκ ἐκφωνεῖτε τὰς δύο φύσεις ἐν μιᾷ ὑποστάσει διὰ τὴν φυσικὴν διαφοράν; ζ Ὥσπερ διὰ τὸ ὁμοούσιον τῆς ἁγίας Τριάδος, μίαν οὐσίαν, καὶ διὰ τὸ ἑτεροϋπόστατον τρεῖς ὑποστάσεις λέγεις, οὕτω διὰ τὸ ἑτεροούσιον τοῦ Λόγου καὶ τῆς σαρκός, δύο οὐσίας, καὶ διὰ τὸ μὴ ἰδιοϋπόστατον, μίαν ὑπόστασιν λέγε. η Ὥσπερ ἐπὶ τῆς ἁγίας Τριάδος τὴν μίαν οὐσίαν οὐκ ἐπὶ συγχύσει τῶν τριῶν ὑποστάσεων λέγομεν, οὔτε τὰς τρεῖς ὑποστάσεις ἐπὶ ἀναιρέσει τῆς μιᾶς οὐσίας, οὕτως ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος τὴν μίαν ὑπόστασιν οὐκ ἐπὶ συγχύσει τῶν δύο φύσεων αὐτοῦ λέγομεν, οὔτε τὰς δύο φύσεις ἐπὶ διαιρέσει τῆς μιᾶς ὑποστάσεως. θ Ὁ μὴ λέγων ἐπὶ Χριστοῦ διὰ τὴν τῶν φύσεων διαφορὰν τὴν καθ’ ὑπόστασιν ἕνωσιν, Νεστοριανός ἐστι.