Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Γεώργιον πρεσβύτερον καὶ ἡγούμενον

Μάξιμος ὁ Ὁμολογητής

Προοίμιο και έπαινος προς τον πρεσβύτερο Γεώργιο

Ο συγγραφέας επαινεί την πνευματική βιοτή του Γεωργίου και εισάγει την ανάλυση του μυστηρίου της ενανθρωπήσεως του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ, Πρὸς ΓΕΩΡΓΙΟΝ τὸν ὁσιώτατον πρεσβύτερον καὶ ἡγούμενον, ἐρωτήσαντα δι’ ἐπιστολῆς περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. Νοῦν μὲν τὸν οἰκεῖον ἐφέσει θείᾳ πτερώσας, καὶ τὸν λόγον διάρας σπουδῇ καὶ ἐξάρας ὕλης καὶ τῶν περὶ ταύτην, θεοτίμητε Πάτερ, ἀκόρεστον ἔχεις τῶν ἱερογράφων Λογίων τὴν ἔντευξιν, καὶ τῆς περὶ αὐτὰ φροντίδος δι’ ἐμμελοῦς προσοχῆς, εἰ καί τις ἄλλος τὴν ἀκάματον δύναμιν. Οὐ γὰρ οἶδε κόρον τὸ ὑπὲρ αἴσθησιν· οὔτε μὴν τὴν οἱανοῦν περιστολήν, τὸ ὑπὲρ ἔννοιαν. Τὸ μὲν γάρ, ῥοῆς ἁπάσης καὶ ἀποῤῥοῆς κατὰ φύσιν ὑπερανέστηκε· τὸ δὲ παντὸς εἴδους ὑπερανέχει καὶ σχήματος· τοῦ τε κρυφίου τὴν ἔκφανσιν, ὡς θέμις, ἐκεῖνο ποιεῖται· καὶ τοῦ ἀορίστου τὴν ἐνδεχομένην τοῦτο παρέχει κατάληψιν· καὶ ὅση πρὸς ἁρπαγὴν διανοίας αὐτάρκης, καὶ Πνεύματος ἁγίου περίδραξιν.

Ἕως γὰρ τούτου, καὶ διὰ τοῦτο καθέστηκεν, ἡ φιλάνθρωπος τοῦ ὑπὲρ ἀνθρώπους δι’ ἐκφάνσεως συγκατάβασις· χάριτι θεουργοῦσα, τοὺς γνώμῃ συναναβαίνοντας· καὶ τῇ κενώσει τοῦ Λόγου, τὸ κατ’ αὐτὸν πλήρωμα δεχομένους, ἐν τῷ ἀπαρτισμῷ τῆς τῶν ἐντολῶν ἐργασίας· καθ’ ἣν πρὸς ἐντέλειαν φρονήσεως καὶ ἀνδρείας αὐτὸς ἀναχθείς, τό τε φαινόμενον σωφρόνως πιέζεις, καὶ τὸ κρυπτόμενον, δικαίως πιαίνεις· ἵν’ ἐκείνῳ μὲν τὴν νέκρωσιν τοῦ Ἰησοῦ παραδείξῃς, πᾶσαν ὁλικῶς ἁμαρτίαν ἐξαφανίζουσαν· ἐν τούτῳ δὲ τὴν ζωὴν ἐπιδείξῃς, ἀρετὴν πᾶσαν ὑπερκοσμίως προβαλλομένην· ἐξ ὧν πρᾶξιν ἱερὰν κατορθώσας καὶ θεωρίαν, τέλος ἱερὸν ἐκομίσω τὴν σωτηρίαν· ἣν ὥστε μεταδοῦναι καὶ ἄλλοις, καὶ ταύτην γνωρίσαι, τὸ θεομίμητον, εἵλου πρὸς ἐμὲ τὸν ἀνάξιον, ταπεινόν τε καὶ ἀγνώτην ὑπάρχοντα, τιμίαις προσχρήσασθαι συλλαβαῖς· καὶ πρῶτα μέν, σοφίσαι λόγῳ καὶ συνετίσαι· πρὸς δὲ καὶ ἁγιάσαι διὰ τῆς ἐνούσης σοι χάριτος, πᾶσι πανταχοῦ διαδιδομένης· ἀπερίγραφον γάρ, ὡς αἰτίαν τὸν ἀναίτιον ἔχουσα Λόγον.

Εἶτα καὶ πρὸς ἐπιστήμην ἱκανῶς ἀγαγεῖν τοῦ καινοῦ μυστηρίου τῆς κατ’ ἄνθρωπον θεοπλαστίας τοῦ δι’ ἡμᾶς σαρκωθέντος Θεοῦ Λόγου καὶ τελείως ἐνανθρωπήσαντος· τῷ δι’ ἐρωτήσεως ἐθέλειν, οὐ τὸ ἡγούμενον μαθεῖν· ἐν περιλήψει γὰρ τῶν καλῶν ὑπάρχεις ἁπάντων· ἀλλ’ εἰς μύησιν προβιβάσαι τελεωτέραν, τὸν οὔπω δεδεγμένον τὴν ἥττονα.