Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Γεώργιον πρεσβύτερον καὶ ἡγούμενον

Μάξιμος ὁ Ὁμολογητής

Η πρόσληψη της ανθρώπινης φύσης και το μυστήριο της ενανθρωπήσεως

Αναπτύσσεται η διδασκαλία για την αναμάρτητη και ομοούσια προς τη δική μας ανθρώπινη φύση του Χριστού και εξηγείται πως ο καινοπρεπής τρόπος της άσπορης σύλληψης δεν μεταβάλλει τη φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 4

Καί σου τὸν εὐσεβῆ τρόπον ἀποθαυμάσας, τὸν λόγον προΐσχομαι κατὰ δύναμιν· φάσκων, ὡς οὐκ ἄλλο τι κατὰ φύσιν ὑπάρχει τὸ κατὰ τὸν Σωτῆρα ἀνθρώπινον, καὶ ἄλλο τὸ καθ’ ἡμᾶς· ἀλλὰ ταυτὸν τῇ οὐσίᾳ καὶ ἀπαράλλακτον, εἴπερ ἐκ τῆς ἡμετέρας ἐλήφθη, κατὰ τὴν ἐκ τῶν παρθενικῶν τῆς πανάγνου καὶ Θεομήτορος ἀχράντων αἱμάτων ἄῤῥητον πρόσληψιν· οἷς δίκην σπορᾶς ἑνωθεὶς ὁ Λόγος, γέγονε σάρξ, μὴ ἐκστὰς τοῦ εἶναι κατ’ οὐσίαν Θεός· καὶ τέλειος καθ’ ἡμᾶς ἐχρημάτισεν ἄνθρωπος, πλὴν μόνης τῆς ἁμαρτίας· δι’ ἣν ἡμεῖς μὲν πολλάκις στασιάζομεν, καὶ ἀντιπαλαίομεν τῷ Θεῷ κατὰ τὴν θέλησιν, ὡς ἐφ’ ἑκάτερα τὴν ταύτης κεκτημένοι ῥοπήν· αὐτὸς δὲ πάσης κατὰ φύσιν ἐλεύθερος ὢν ἁμαρτίας, ὡς ἄνθρωπος οὐ ψιλός, ἀλλ’ ἐνανθρωπήσας Θεός, οὐδὲν ἐναντίον εἶχεν· ἀλλ’ ἄχραντον, καὶ πάντη κυρίως ἀμόλυντον τὴν ἡμετέραν φύσιν διέσωζε· καθὸ καὶ ἔλεγε· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν· τῶν οἷς ἡμεῖς δηλαδὴ τὴν φύσιν παραχαράττοντες, τὴν ἐναντίωσιν τοῦ θελήματος ἐπιδείκνυμεν· δι’ ἣν τῷ καθ’ ἡμᾶς ἀνυπότακτος λέγεται καὶ Χριστός, ἕως ἂν ταύτης καὶ ἡμᾶς ἀπολύσῃ τῇ δυνάμει τῆς ἐνανθρωπήσεως· ἧς ἐπικυρῶν τὴν ἀλήθειαν, πάντα γέγονε δι’ ἡμᾶς, καὶ δέδρακεν ἑκουσίως ὑπὲρ ἡμῶν, μήτε τὴν ἡμετέραν οὐσίαν, μήτε τι τῶν αὐτῆς ἀδιαβλήτων καὶ φυσικῶν τὸ παράπαν ψευσάμενος· εἰ καὶ ταύτην μετ’ ἐκείνων ἁπάντων ἐθέωσε, πυρακτωθέντος δίκην σιδήρου, πᾶσαν θεουργὸν ἀποφήνας, ὡς διόλου κατ’ ἄκρον αὐτῇ περιχωρήσας διὰ τὴν ἕνωσιν· καὶ ἒν μετ’ αὐτῆς ἀσυγχύτως κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν γεγονώς.

Ὅθεν τὸ κατ’ αὐτὸν ἀνθρώπινον, οὐ διὰ τὸν λόγον τῆς φύσεως, ἀλλὰ διὰ τὸν καινοπρεπῆ τῆς γενέσεως τρόπον, πρὸς τὸ ἡμέτερον παραλλάττει· ταυτὸν μὲν ὑπάρχον κατὰ τὴν οὐσίαν· οὐ ταυτὸν δὲ κατὰ τὴν ἀσπορίαν· ἐπεὶ μὴ ψιλή, ἀλλ’ αὐτοῦ κατ’ ἀλήθειαν τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος ἦν. Ὥσπερ οὖν καὶ τὸ θέλειν αὐτοῦ κυρίως μὲν ὂν φυσικὸν καθ’ ἡμᾶς, τυπούμενον δὲ θεϊκῶς ὑπὲρ ἡμᾶς. Δῆλον γὰρ ὡς ἀσπορία καὶ σπορά, φύσιν οὐ τέμνει· περὶ δὲ τὴν αὐτὴν τέμνεται φύσιν, ὥσπερ οὖν καὶ ἀγεννησία καὶ γέννησις.

Ἐπεὶ τυχὸν εἰ διαφορὰν πρὸς τὴν ἡμετέραν φύσιν ὡς ἄνθρωπος εἶχεν ὁ Λόγος διὰ τὴν ἀπορίαν· ἕξει γε πάντως, καὶ πρὸς τὴν τοῦ Πατρὸς οὐσίαν, διὰ τὴν γέννησιν. Οὐ γὰρ ταυτὸν ἀγεννησία καὶ γέννησις. Ἕξομεν δὲ καὶ ἡμεῖς πρός τε τὸν παλαιὸν Ἀδὰμ καὶ τὴν Εὔαν, δίχα σπορᾶς γενομένους· ὁ μὲν γάρ, πλάσμα τοῦ πλάσαντος· ἡ δέ, τμῆμα τοῦ πλάσματος. Ἀλλὰ μὴν ταυτὸν ὁ Υἱὸς τῷ Πατρὶ διὰ τὴν Θεότητα· Θεὸς γὰρ καὶ ὁμοούσιος· ὥσπερ οὖν καὶ ἡμεῖς, πρός τε τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, καὶ αὐτὸν τὸν δι’ ἡμᾶς σαρκωθέντα Θεόν, συγγενεῖς διὰ τὴν ἀνθρωπότητα καὶ ὁμοούσιοι. Ὡς γὰρ οὐκ οὐσία Θεοῦ τὸ ἀγέννητον καὶ γεννητὸν τίς γὰρ ὁ λέγων, οὕτως οὐδὲ σπορὰ καὶ ἀσπορία φύσις καθοτιοῦν ἀνθρωπότητος.