Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Γεώργιον πρεσβύτερον καὶ ἡγούμενον

Μάξιμος ὁ Ὁμολογητής

Το ανθρώπινο θέλημα του Χριστού και η υποστατική ένωση

Ερμηνεύεται η διδασκαλία του αγίου Γρηγορίου του Θεολόγου περί του ανθρωπίνου θελήματος και τεκμηριώνεται η αδιαίρετη και ασύγχυτη ένωση των δύο φύσεων στη θεία οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 4

Οὐδεμίαν οὖν ὁ μέγας θεολόγος Γρηγόριος ἔμφασιν παρέχει, τοῦ ἄλλο εἶναι κατὰ τὴν φύσιν τὸ κατὰ τὸν Σωτῆρα ἀνθρώπινον, καὶ ἄλλο τὸ καθ’ ἡμᾶς, εἰ καί τισιν ἐνομίσθη, τῷ φάσκειν αὐτόν, Εἴπαμεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον· οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου· τὸ γὰρ ἐκείνου θέλειν, οὐδὲν ὑπεναντίον Θεῷ θεωθὲν ὅλον· ἀλλὰ τοῦ καθ’ ἡμᾶς· ὡς τοῦ ἀνθρωπικοῦ θελήματος, οὐ πάντως ἑπομένου τῷ θείῳ, ἀλλ’ ἀντιπίπτοντος ὡς τὰ πολλὰ καὶ ἀντιπαλαίοντος. Αὐτοῦ γάρ ἐστιν κυρίως καὶ λέγεται, οὐχ ὡς ἑτέρας ἢ ἐξ ἑτέρας ὂν πάρεξ τῆς ἡμετέρας οὐσίας καὶ φύσεως· ἀλλ’ ὡς δι’ ἐκεῖνον καὶ ἐν ἐκείνῳ, κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν γεγονός· καὶ οὐ καθ’ ἑαυτὸ χωρίς, ἢ δι’ ἑαυτὸ παραχθέν, ὥσπερ ἡμεῖς. Ὅθεν καὶ σπορὰν οἰκείαν καινοτομοῦντα τὸν ἐπεισαχθέντα τῆς γεννήσεως τρόπον αὐτὸν ἔσχε τὸν Λόγον, ἅμα τῷ εἶναι φυσικῶς, καὶ τὸ ὑποστῆναι θεϊκῶς ἐν αὐτῷ κληρωσάμενον· ἵνα καὶ τὸ ἡμέτερον κυρωθῇ· καὶ τὸ ὑπὲρ ἡμᾶς πιστευθῇ.

Δεῖ γὰρ ἐν πᾶσιν καὶ τὴν ὑπ’ αὐτοῦ τοῦ σαρκωθέντος καὶ τελείως δι’ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, καὶ τὴν προσληφθεῖσαν φύσιν μετὰ τῶν αὐτῆς φυσικῶν συντηρεῖν· ὧν ἄνευ τὸ παράπαν οὔτε φύσις ἐστίν, ἀλλὰ φαντασία μόνη διάκενος, καὶ τὴν ἕνωσιν διαφυλάττειν· τὴν μέν, ἐν ἑτερότητι φυσικῇ σωζομένην· τὴν δὲ πάλιν, ἐν ὑποστατικῇ γνωριζομένην ταυτότητι· καὶ οὕτω τε σοφῶς ἅμα καὶ εὐσεβῶς, ὅλον διόλου τὸν τῆς οἰκονομίας λόγον, ἄφυρτον ὁμοῦ καὶ ἀδιαίρετον ἀποφαίνειν.