Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον Κύπρου

Μάξιμος ὁ Ὁμολογητής

Προοίμιο και έκφραση ταπεινοφροσύνης προς τον πρεσβύτερο Μαρίνο

Εισαγωγικοί λόγοι του συγγραφέα, στους οποίους εκφράζει την ευγνωμοσύνη και την ταπεινοφροσύνη του για την αγάπη και την πνευματική καθοδήγηση του Μαρίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ Ἴσον ἐπιστολῆς πρὸς τὸν κύριον Μαρῖνον τὸν πρεσβύτερον τῆς Κύπρου. Νόμῳ θείῳ κατὰ Θεὸν εὐθυνόμενος, θεοτίμητε πάτερ, νόμον ὑπερεῖδες ἀνθρώπινον, κενώσει τὸ μέτριον ὑπεράρας, καὶ πτωχείᾳ τὸ ἐντελὲς μεγαλύνας τῆς ἐμῆς περί τε τὸ νοεῖν καὶ λέγειν ἀπειρίας, ἢ προπετείας, εἰπεῖν οἰκειότερον· οὐ γὰρ αἰσχύνομαι τὰ ἐμὰ καὶ τῆς ἐμῆς ἀσθενείας, πάθη δεόντως ἐξαγορεύειν, καὶ τόσῳ προθυμίᾳ μᾶλλον ἀποκαλύπτειν, ἢ ὅσον φιλανθρωπίᾳ ἐπικαλύπτειν ἐσπούδασας.

Τίς γάρ ποτ’ ἂν ἀλόγου λόγον οὕτω προσήκατο, καὶ φρενίτιδος νοῦν διανοίας ἐδέξατο, μή τί γε παντελῶς εἰπεῖν, ἀπεσέμνυνεν, ὡς σὺ τὸν ἐμόν, θεοτίμητε πάτερ, οὐχ ὅσον μόνον δι’ ἀγάπην παραδραμὼν τὸ ἀπαίδευτον, κατ’ ἄκρον ἐτίμησας· ὃ δὴ μέγιστον τῷ ἀκόσμῳ πρὸς εὐδοξίαν, ἀλλὰ καὶ ὅσον διὰ χάριν ἐπιβαλὼν τὸ αἰδέσιμον, ᾧ τὴν οἰκείαν παγκαλῶς εἴωθας ὡραΐζειν διάνοιαν, ὑπερβολῇ κατεφαίδρυνας· ἐξ ὧν ὅ τε λόγος καὶ τρόπος συνίσταται τῆς ἀληθοῦς εὐγενείας, ἢ Θεοῦ συγγενείας, εἰπεῖν ἀληθέστερον ἢ καὶ οἰκειότερον· οὐ μᾶλλον μετεωρίζειν εἰδώς· οὐ γὰρ πέφυκεν ἢ μετριάζειν ποιῶν· καὶ γὰρ εἴωθέ πως ἀμεταβόλως ἑδράζειν πρὸς ὕφεσιν, τῇ ὑπερβολῇ τῶν οὐ προσόντων πλεῖον ἀποκαλύπτων τὴν ἔνδειαν, καὶ γνωρίζων τὴν γύμνωσιν· καὶ τῇ παραδείξει τῶν ὑπὲρ ἀξίαν, αὐστηροτέραν ἐνιεὶς τῶν κατ’ ἀξίαν τὴν αἴσθησιν, ἡνίκα τοῦ τῆς ψυχῆς βάθους κατακρατήσας, τὸ μέγεθος τοῦ ἀπεμφαίνοντος ἰδεῖν, ἀπαρακαλύπτως ποιήσειεν· ὃ δὴ μάλιστα πεπονθώς, τῇ τῶν ὑμετέρων εὐχῶν διατρανώσει, θείων ἡψάμην θεσμῶν, οὓς λόγος οἰκονομίας τῆς ὑπὲρ ἔννοιαν εἶδε προνοητικῶς συντηρεῖν καὶ προβάλλεσθαι τοῖς κατ’ ἐμὲ χειραγωγίας προσδεομένοις καὶ χρήζουσιν.