Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον Κύπρου

Μάξιμος ὁ Ὁμολογητής

Υπεράσπιση των συνοδικών επιστολών της Ρώμης και μεταφραστικά ζητήματα

Αντίκρουση των κατηγοριών κατά των ρωμαϊκών γραμμάτων σχετικά με την εκπόρευση του Αγίου Πνεύματος και την αναμαρτησία της ανθρώπινης φύσης του Χριστού, με αναφορά στις δυσκολίες απόδοσης των λατινικών θεολογικών όρων στην ελληνική γλώσσα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 4

Καὶ μετὰ βραχέα. Ἀμέλει τοι γοῦν τῶν τοῦ νῦν ἁγιωτάτου, Πάπα συνοδικῶν, οὐκ ἐν τοσούτοις, ὅσοις γεγράφατε, κεφαλαίοις, οἱ τῆς βασιλίδος τῶν πόλεων ἐπελάβοντο· δυσὶ δὲ μόνοις, ὧν, τὸ μὲν ὑπάρχει περὶ θεολογίας, ὅτι τε φησὶν εἶπεν, Ἐκπορεύεσθαι κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον· τὸ δὲ ἄλλο, περὶ τῆς θείας σαρκώσεως· ὅτιπερ γέγραφε· Δίχα τὸν Κύριον εἶναι τῆς προπατορικῆς ἁμαρτίας ὡς ἄνθρωπον. Καὶ τὸ μὲν πρῶτον, συμφώνους παρήγαγον χρήσεις τῶν Ῥωμαίων Πατέρων· ἔτι γε μὴν καὶ Κυρίλλου Ἀλεξανδρείας, ἐκ τῆς πονηθείσης αὐτῷ εἰς τὸν εὐαγγελιστὴν ἅγιον Ἰωάννην ἱερᾶς πραγματείας· ἐξ ὧν, οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τοῦ Πνεύματος, σφᾶς αὐτοὺς ἀπέδειξαν· μίαν γὰρ ἴσασιν Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν· τοῦ μὲν κατὰ τὴν γέννησιν· τοῦ δέ, κατὰ τὴν ἐκπόρευσιν· ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι· καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσι.

Τῷ δὲ δευτέρῳ, μηδεμιᾶς χρήζουσι τὸ παράπαν ἀπολογίας. Ποίᾳ γὰρ ἐν τούτῳ ἀμφισβήτησις· εἰ καὶ τοῖς προφασιζομένοις νομίζεται διὰ τὸ δύστροπον. Ὅμως δ’ οὖν ἐξεδυσώπησαν, εἰπόντες· Μήτε τὴν κατὰ νοῦν ἔχειν ἁμαρτίαν, καθ’ ἣν πρωτοπαθήσας· φαίνεταί πως ὁ Ἀδάμ, μήτε τὴν ἐξ αὐτῆς προϊοῦσαν διὰ σώματος πρᾶξιν τοῦ κακοῦ καὶ ἐνέργειαν.

Οὗτοι μὲν οὖν ταῦτα, περὶ ὧν οὐκ εὐλόγως ἀνεκλήθησαν· ἐκεῖνοι δὲ περὶ ὧν καὶ μάλα δικαίως, οὐδεμίαν μέχρι καὶ νῦν πεποίηνται τὴν ἀπολογίαν, ὅτι μηδὲ τὴν παρεισαχθέντων τῶν ὑπ’ αὐτῶν ἐκβολήν. Μεθερμηνεύειν· δὲ τὰ οἰκεῖα, τοῦ τὰς ὑποκλοπὰς χάριν διαφυγεῖν τῶν ὑποπιπτόντων κατὰ τὴν ὑμετέραν κέλευσιν, παρεκάλεσα τοὺς Ῥωμαίους· πλὴν ἔθους κεκρακηκότος οὕτω ποιεῖν καὶ στέλλειν, οὐκ οἶδα τυχὸν εἰ πιστεῖεν. Ἄλλως τε καὶ τὸ μὴ οὕτως δύνασθαι διακριβοῦν ἐν ἄλλῃ λέξει σὲ καὶ φωνῇ τὸν ἑαυτῶν νοῦν ὥσπερ ἐν τῇ ἰδίᾳ καὶ θρεψαμένῃ, καθάπερ οὖν καὶ ἡμεῖς ἐν τῇ καθ’ ἡμᾶς τὸν ἡμέτερον.