Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον Κύπρου

Μάξιμος ὁ Ὁμολογητής

Κριτική των απόψεων του Θεοδώρου της Φαράν και προστασία των δογμάτων

Διάκριση μεταξύ φυσικής ενέργειας και προσωπικού τρόπου δράσης με αφορμή τις κακοδοξίες του Θεοδώρου, καθώς και προειδοποίηση κατά της διαστρέβλωσης των ιερών κανόνων και των θεολογικών όρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 4

Γενήσεται δὲ πάντως αὐτοῖς, πείρᾳ τὴν ἐπήρειαν μαθοῦσι, καὶ ἡ περὶ τούτου φροντίς. Τῷ δὲ περὶ οὐσίας καὶ φύσεως, ὑποστάσεώς τε δὴ καὶ προσώπου, καὶ τῶν καθεξῆς κεφαλαίων, ἐνέτυχον σχέδει Θεοδώρου τοῦ τῆς Φαράν· καὶ ὡς ἐν εἰσαγωγῆς τρόπῳ τυχὸν οὐκ ἀσυντελοῦσιν· ἐν δὲ τῷ περὶ προσώπου καὶ τῆς ὑποστάσεως λόγῳ, οὐ τοῖς περὶ τούτων κανόσι μᾶλλον, ἢ ἑαυτῷ φαίνεται στοιχήσας πως, ὑποστατικὴν λέγοντι τὴν ἐνέργειαν· ὃν καὶ τῆς οἰκείας δόξης καθηγητὴν καὶ συνήγορον, οἱ τῆς ἐναντίας προβάλλονται· τὴν πᾶσαν ἐξ αὐτοῦ καὶ τῶν αὐτοῦ ῥημάτων σχέδον τυπώσαντές τε καὶ ὑπαγορεύσαντες Ἔκθεσιν. Καὶ γὰρ κατὰ ταῦτα λόγον συνεσκίασέ πως καὶ ἠμαύρωσε, τῷ προσώπῳ δεδωκὼς ὡς προσώπῳ τὴν χαρακτηρίζουσαν τὴν φύσιν ἐνέργειαν· οὐχὶ τὸν πῶς καὶ ὁποῖον τῆς κατ’ αὑτὴν ἐκβάσεως τρόπον· καθ’ ἣν ἡ διαφορότης τῶν τε πραττόντων καὶ τῶν πραττομένων γνωρίζεται, κατὰ φύσιν, ἢ παρὰ φύσιν ἐχόντων. Ὡς γάρ τι ὢν προηγουμένως, ἀλλ’ οὐχ ὥς τις ἕκαστος ἡμῶν ἐνεργεῖ· τουτέστιν, ὡς ἄνθρωπος· ὡς δέ τις, οἷον Παῦλος ἢ Πέτρος, τὸν τῆς ἐνεργείας σχηματίζει τρόπον, ἐνδόσει τυχὸν ἢ ἐπιδόσει, οὕτως ἢ ἐκείνως ὑπ’ αὐτοῦ κατὰ γνώμην τυπούμενος. Ὅθεν ἐν μὲν τῷ τρόπῳ τὸ παρηλλαγμένον τῶν προσώπων κατὰ τὴν πρᾶξιν γνωρίζεται· ἐν δὲ τῷ λόγῳ, τὸ τῆς φυσικῆς ἀπαράλλακτον ἐνεργείας.

Οὐ γὰρ ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττόν ἐστιν ἐνεργὴς ἢ λογικός· ἀλλ’ ἐπίσης ἅπαντες τόν τε λόγον ἔχομεν καὶ τὴν τούτου κατὰ φύσιν ἐνέργειαν. Μᾶλλον δὲ καὶ ἧττον· καὶ οὕτως ἢ ἐκείνως δίκαιος ἢ ἄδικος, τῷ τὸν μὲν τοῖς κατὰ φύσιν ἕψεσθαι πλέον· τὸν δὲ τούτων ἀφέψεσθαι.

Τηρητέον δὲ δι’ ἀκριβείας τοὺς περί τι παρεγκληθέντας. Ἐπειδὴ βιάζονταί πως καὶ ἕλκουσι τούς τε τῶν πραγμάτων ὅρους, καὶ τοὺς κανόνας πρὸς τὸ δοκοῦν, ὥσπερ ἐξ ἐπιτάγματος μεταφέροντες, ἵνα τὰ οἰκεῖα δῆθεν ἐκ παρατροπῆς ὑποστήσωσι.