Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον περὶ ἐνεργειῶν καὶ θελημάτων

Μάξιμος ὁ Ὁμολογητής

Η ταύτιση υποστάσεως και φύσεως στη σκέψη του Σεβήρου

Περιγραφή των συλλογισμών του Σεβήρου, ο οποίος προβαίνει σε παραπλανητική χρήση των εννοιών της φυσικής ποιότητας και της υποστάσεως με σκοπό τη συγκαλύψη της σύγχυσης των φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 4

Ἀλλὰ τούτοις Σευῆρος στενοχωρούμενος τοῖς λόγοις, καὶ μὴ φέρων τῆς ἀληθείας τὴν βάσανον, πάλιν ἑαυτῷ συνήθως τὸ ψεῦδος προβάλλεται σύμμαχον· ταυτὸν εἶναι φάσκων ἐπὶ τῆς οἰκονομίας τῇ φύσει τὴν ὑπόστασιν· καὶ τὴν ἐν ποιότητι φυσικῇ διαφοράν, τῇ πραγματικῇ καὶ κατὰ φύσιν· διὰ τὸ καὶ φυσικὴν εἶναι πᾶσαν ποιότητα, καὶ πρᾶγμα προσαγορεύεσθαι· ἵνα, εἰ μὲν ἁλοὺς τοῖς ἐλέγχοις φωραθῇ, σαφῶς διὰ τῆς μιᾶς συνθέτου φύσεως, τήν τε Μάνεντος φαντασίαν, καὶ τὴν Ἀπολιναρίου σύγχυσιν, καὶ τὴν Εὐτυχοῦς μετὰ τὴν ἕνωσιν εἰς μίαν οὐσίαν τῶν ἑνωθέντων πρεσβεύων συναίρεσιν, χαμαιλέοντος δίκην τὰς χρόας ὑπαλλάσσοντος, τὴν οἰκείαν μεταβάλοι φωνήν, φάσκων, ὑπόστασιν νενοηκέναι τὴν φύσιν. Εἰ δὲ πάλιν ἐξ ὑποστάσεων ἤγουν προσώπων λέγων γεγενῆσθαι τὴν ἕνωσιν, τὴν Ἐβιῶνος, Παύλου τε τοῦ Σαμωσατέως καὶ Νεστορίου διαίρεσιν ἀποδειχθῇ φρονῶν, καὶ τὴν ὡς ἐν προφήτῃ τοῦ Λόγου κατὰ χάριν ἐνέργειαν θεσπίζων, ἕτοιμον αὖθις σχοίη τὸ ψεῦδος συνήγορον, ἀντὶ φύσεων εἰρηκέναι τὰς ὑποστάσεις ἀποφαινόμενος.

Εἰ δὲ πάλιν ἐγκληθῇ δικαίως, ἐπὶ τῇ ψιλῇ διαφορᾷ, τὴν τῶν ἑνωθέντων πραγμάτων δογματίζων ἀνυπαρξίαν, εὕροι πρὸς ἀπολογίαν καταφυγὴν τὴν ὡς ἐν ποιότητι φυσικῇ διαφοράν· ποιοτήτων λέγων φυσικῶν, ἀλλ’ οὐ φύσεων, ἤγουν οὐσιῶν ἐπὶ Χριστοῦ διαφορὰν μετὰ τὴν ἕνωσιν· διὰ τῆς λυούσης τὴν σύγχυσιν φωνῆς· τουτέστι, τῆς διαφορᾶς, πλέον ὁ πανοῦργος σοφιστής, διασφίγγων τὴν σύγχυσιν· τῶν ἐναντίων κατὰ τὸν νόμον τῆς φύσεως, οὐ λύσιν τὰ ἐναντία ποιούμενος, ἀλλὰ σύστασιν, παρὰ τὸν ὅρον καὶ νόμον τῆς φύσεως· καὶ τοιοῦτος γενόμενος περὶ τὴν διαφορὰν εἰς πλάνην τῶν ἀκουόντων, οἷος ὑπάρχων περὶ τὴν ἕνωσιν ἀπεφάνθη Νεστόριος. Ἐκεῖνός τε γὰρ κατὰ μόνην ψιλὴν τὴν προσηγορίαν, ὀνομάζων τὴν ἕνωσιν, κατ’ ἐνέργειαν τὴν τῶν πραγμάτων εἰσῆγε διαίρεσιν· καὶ οὗτος ψιλὴν τὴν διαφορὰν πρεσβεύων μετὰ τὴν ἕνωσιν, κατὰ μὲν τὴν ἐπίνοιαν εἶναι φρονεῖ τῶν διαφερόντων τὴν ὕπαρξιν· κατὰ δὲ τὴν ἐνέργειαν, τὴν αὐτῶν ἐπιδιατίθεται σύγχυσιν.