Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον περὶ ἐνεργειῶν καὶ θελημάτων

Μάξιμος ὁ Ὁμολογητής

Αναίρεση των εσωτερικών αντιφάσεων και της νεστοριανής ταυτοβουλίας

Ανάδειξη της λογικής ασυνέπειας των ισχυρισμών του Σεβήρου και του Νεστορίου, με έμφαση στην ανασκευή της θεωρίας του Νεστορίου για την ένωση των γνωμικών θελημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 4

Ὁ μὲν γάρ, ποιοτήτων γνωμικῶν εἰσηγούμενος ἕνωσιν τὴν τῶν μηδόλως κατ’ αὐτὸν ἑνωθεισῶν φύσεων ποιεῖται διαίρεσιν· ὁ δέ, ποιοτήτων φυσικῶν λέγων μόνον εἶναι διαφορὰν μετὰ τὴν ἕνωσιν, ὡσαύτως τὴν τῶν μηδόλως κατ’ αὐτὸν ἑνωθεισῶν φύσεων εἰσηγεῖται συγκεχυμένην ἀλλοίωσιν· οὐκ εἰδότες ὅ τι καὶ λέγουσιν. Ἐχρῆν γὰρ εἴπερ ἑαυτοῖς στοιχεῖν διεγνώκεισαν, τὸν μὲν Νεστόριον, γνωμικῶν ποιοτήτων λέγοντα γεγενῆσθαι τὴν ἕνωσιν, μὴ διαιρεῖν τὰς φύσεις, ὧν μηδὲ τὴν ἀρχὴν παντελῶς ἐπρέσβευσεν ἕνωσιν· ἀλλὰ τὴν ὧν εἶναι φάσκει τὴν ἕνωσιν, γινώσκειν διαφορὰν μετὰ τὴν ἕνωσιν· τὸν δὲ Σευῆρον, ποιοτήτων φυσικῶν διαφορὰν εἰσηγούμενον, μετὰ τὴν ἕνωσιν μὴ συγχεῖν τὰς φύσεις, ὧν οὐ συγχωροῦμεν αὐτῷ λέγειν τὴν ἕνωσιν, ἕως ἂν αὐτῶν ἀγνοεῖ τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν.

Τῶν γὰρ ἑνωθέντων ἡ διαφορὰ θεωρεῖται μετὰ τὴν ἕνωσιν, κἂν Νεστόριος μέμηνε· καὶ τῶν μετὰ τὴν ἕνωσιν διαφερόντων ἡ ἕνωσις, κἂν Σευῆρος παρατάττεται, καὶ πολλὴν ὑπὲρ τοῦ ψεύδους ποιεῖται τὴν συνηγορίαν Εἰ μὲν οὖν κατὰ τὸν Νεστόριον, μόνων τῶν γνωμικῶν θελημάτων ἕνωσις γέγονε, τούτων εἰπάτω καὶ τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν, ἀφεὶς τὴν τῶν μηδαμῶς ἑνωθέντων πραγμάτων διαίρεσιν· καὶ συνήγαγε τῇ τῶν γνωμικῶν θελημάτων διαφορᾷ, καὶ τὴν τῆς γνώμης παραλλαγήν· καθ’ ἣν οὐχ ἡ κατὰ φύσιν διαφορὰ δείκνυσθαι πέφυκεν, ἀλλ’ ἡ καθ’ ὑπόστασιν, ποιουμένη τῆς ἀγαθότητος ἐν τῇ διαφορᾷ τῶν γνωμικῶν θελημάτων, ἄνεσιν καὶ ἐπίτασιν· καὶ πεποίηκεν ἁμαρτωλόν, τὸν κατὰ προκοπὴν παρ’ αὐτοῦ θεοποιούμενον ἄνθρωπον· ὡς μὴ κατὰ πάντα τρόπον τε καὶ λόγον τὴν αὐτὴν τῷ Θεῷ γνωμικὴν ἔχοντα θέλησιν. Ἡ γὰρ διαφορὰ τῶν γνωμικῶν θελημάτων, τὴν τῆς γνώμης, ὡς ἔφην, ποιεῖται παραλλαγήν· ἡ δὲ τῆς γνώμης παραλλαγή, τῆς ἀγαθότητος εἰσηγεῖται τὴν μείωσιν· ὑφ’ ἧς ὁ καθοτιοῦν ἔτι κρατούμενος, τελείως οὔπω κατὰ τὴν γνώμην γέγονεν ἀναμάρτητος.

Οὐκοῦν τὸ καθ’ ὑπόστασιν ἐκ τῆς συνόδου τῶν φύσεων ἓν μὴ δεχόμενος ὁ Νεστόριος, καὶ τὴν τῶν γνωμικῶν θελημάτων διέλυσεν ἕνωσιν, οὐχ εὑρίσκων εἰπεῖν τί ποτέ ἐστι τὸ ἐκ τῆς ἑνώσεως τῶν γνωμικῶν θελημάτων ἀποδεικνύμενον ἕν. Οὐ γὰρ ἔχει ταυτότητα λέγειν τῆς ἀγαθότητος, τῆς τῶν γνωμικῶν θελημάτων σαφῶς διαφορᾶς μετὰ τὴν ἕνωσιν, τὴν κατ’ ἐπίτασιν καὶ ἄνεσιν ταύτοις ἑτερότητα προφαινούσης. Ὧν γὰρ ἡ σύνοδος, τούτων ἀνάγκη πάντως λέγειν καὶ τὴν διαφοράν. Καὶ μάτην αὐτῷ τῆς ταυτοβουλίας ὁ λόγος ἐπενοήθη, κἂν πρὸς δήλωσιν τῆς τῶν προσώπων διαιρέσεώς ἐστιν ἁρμόδιος. Ἡ γὰρ ταυτοβουλία, βουλῶν ἐστιν ἕνωσις φυλάττουσα τὴν τῶν κατ’ αὐτὴν ἡνωμένων διαφοράν, εἴπερ ἀσύγχυτος αἷς ἡ τῶν βουλομένων προσώπων συνεπιθεωρεῖται διαίρεσις.