Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον
Προοίμιο και σκοπός της επιστολής
Εισαγωγική προσφώνηση προς τον πρεσβύτερο Μαρίνο και επισήμανση της αναγκαιότητας για ακριβή διάκριση των θεολογικών όρων περί θελήσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και σκοπός της επιστολής
Εισαγωγική προσφώνηση προς τον πρεσβύτερο Μαρίνο και επισήμανση της αναγκαιότητας για ακριβή διάκριση των θεολογικών όρων περί θελήσεως.
ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ Σκοπὸν θέμενος σαυτῷ τὴν πανύμνητον πρὸς τὸν Θεὸν στείλασθαι φιλίαν, θεοτίμητε Πάτερ, εὐτάκτως πρὸς αὐτὴν διανύεις τὸν δρόμον. Λόγῳ μὲν πρὸς ἀρετῆς γένεσιν τὴν τῶν ὄντων φύσιν περιγράφων· νῷ δέ, πρὸς ἀπλανοῦς ἑνώσεως [γνώσεως] σύστασιν, παντὸς αἰῶνος καὶ χρόνου περιορίζων τὴν κίνησιν· αἷς θερμότερος ὁ τοῦ Θεοῦ συνεισέρχεται πόθος· τῇ τε ἀπειρίᾳ συμπαρεκτείνων σου τοῦ ποθοῦντος τὴν κίνησιν· καὶ τῷ ἀκαταλήπτῳ τοῦ ποθουμένου, τὴν ἔφεσίν σοι ποιῶν ἀκατάληπτον· ἧς τέλος αὐτός ἐστιν ὁ Θεός· πόθου τοῖς ἀξίοις γινόμενος πλήρωσις, ὡς ἀπόλαυσις ἀγαθῶν αὐθυπόστατος· ἧς μόνην τὴν πεῖραν οἶδε κατάληψιν ὁ λόγος, οἷα σαφῶς ὑπὲρ νόησιν τυγχάνουσαν, ἕνωσιν, ὡς μηδενὶ τύπῳ νοερῷ καθοτιοῦν ὑποπιπτούσης. Διὰ τοῦτο, τοῦ μὲν λόγου σοι γέγονε πρόσωπον ὁ βίος· τοῦ δὲ βίου φύσις, ὁ λόγος· τὸν καινὸν ἀληθῶς κατὰ Χριστὸν ὑπογράφοντες ἄνθρωπον· εὐμιμήτως φέροντα τοῦ κτίσαντος Θεοῦ τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν· ἅστινας ὑποληπτέον νῦν τὴν ἀλήθειαν καὶ τὴν ἀγαθότητα· τὴν μὲν θεωρίας· τὴν δέ, πράξεως τέλος ὑπάρχουσαν· καὶ τὴν μέν, ψεύδους· τὴν δέ, πονηρίας ἀντίπαλον.
Ἐντεῦθέν σοι τῇ κατορθώσει τῶν ἀρετῶν. ἡ τῶν θείων συνήφθη δογμάτων κατάληψις· τῷ τε πλήθει τῆς γνώσεως, καὶ τῇ δυνάμει συνεχομένη τῆς ἀποδείξεως· καθ’ ἥν, τὸ πρός τινων οὐκ ἠκριβωμένως περὶ θελημάτων προταθὲν διαγνούς, καὶ παρωσάμενος, ταυτὸν ἀλλήλοις εἶναι φαμένων θέλημα καὶ βούλησιν, καὶ βουλήν, καὶ προαίρεσιν καὶ γνώμην· ἐξουσίαν τε καὶ δόξαν καὶ φρόνησιν, μόνοις ἀλλήλων, διαφέροντα τοῖς ὀνόμασι· τοῦ τε Θεοῦ καὶ τῶν ἁγίων ἓν θέλημα γενήσεσθαι· καὶ διὰ τοῦτο βεβαιουμένων τὸν Χριστὸν ἓν θέλημα προαιρετικὸν ἔχειν καὶ διατεινομένων· οὐκ ἠρκέσθης σαυτῷ πρὸς τὴν τοῦ καλῶς κριθέντος βεβαίωσιν, διὰ τὴν σύντροφον πτωχείαν τοῦ πνεύματος· ἀλλὰ κἀμὲ τὸν ἰδιωτείᾳ συντεθραμμένον σύμψηφον λαβεῖν τῶν ἐγνωσμένων σοι καλῶς κατηξίωσας. Ὅπερ ποιήσων ἥκω· κἂν προπετές· τῷ τῆς εὐπειθείας μισθῷ νενικημένος.
Ἑκάστου δὲ τούτων καθ’ εἱρμὸν τὴν γραφὴν ποιήσομαι σύντομον, καὶ οἷον ὁριστικήν· οὐκ ἐμοὺς ἐγχαράττων λόγους· πῶς γάρ, ὁ τούτων πενόμενος, ἀλλὰ τοὺς περὶ τούτων ἄλλοις πονηθέντας ἐρανισάμενος. ἵνα γνῶμεν ὡς ἀμφοῖν διαφέρουσιν ἀλλήλων ταῦτα· λέγω δὲ κλήσει καὶ πράγματι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.