Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Ορισμός φυσικού θελήματος, βουλήσεως και προαιρέσεως

Αναλυτική εξέταση των εννοιών του φυσικού θελήματος, της βουλήσεως, της βουλής και της προαιρέσεως, καθώς και η μεταξύ τους δομική και λειτουργική σχέση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 8

Περὶ φυσικοῦ θελήματος, ἤγουν θελήσεως. Θέλημά φασιν εἶναι φυσικόν, ἤγουν θέλησιν, δύναμιν τοῦ κατὰ φύσιν ὄντος ὀρεκτικήν· καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτικὴν πάντων ἰδιωμάτων. Τούτῳ γὰρ συνεχομένη φυσικῶς ἡ οὐσία, τοῦ τε εἶναι καὶ ζῇν καὶ κινεῖσθαι κατ’ αἴσθησίν τε καὶ νοῦν ὀρέγεται, τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Θελητικὴ γὰρ ἑαυτῆς, καὶ τῶν ὅσα σύστασιν αὐτῆς ποιεῖσθαι πέφυκε, καθέστηκεν ἡ φύσις· τῷ τοῦ εἶναι αὐτῆς λόγῳ, καθ’ ὃν ἔστι τε καὶ γέγονεν ὀρεκτικῶς ἐπηρτημένη. Διόπερ ἕτεροι τοῦτο τὸ φυσικὸν ὁριζόμενοι· θέλημά φασιν εἶναι, ὄρεξιν λογικήν τε καὶ ζωτικήν· τὴν δὲ προαίρεσιν, ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν. Οὐκ ἔστιν οὖν προαίρεσις ἡ θέλησις· εἴπερ ἡ μὲν θέλησις ἁπλῆ τις ὄρεξίς ἐστι, λογική τε καὶ ζωτική· ἡ δὲ προαίρεσις, ὀρέξεως καὶ βουλῆς καὶ κρίσεως σύνοδος.

Ὀρεγόμενοι γὰρ πρότερον βουλευόμεθα· καὶ βουλευσάμενοι, κρίνομεν· καὶ κρίναντες, προαιρούμεθα τοῦ χείρονος τὸ δειχθὲν ἐκ τῆς κρίσεως κρεῖττον· καὶ ἡ μέν, μόνον ἤρτηται τῶν φυσικῶν· ἡ δέ, μόνων τῶν ἐφ’ ἡμῖν, καὶ δι’ ἡμῶν γίνεσθαι δυναμένων.

Οὐκ ἔστιν οὖν θέλησις ἡ προαίρεσις.

Περὶ βουλήσεως. Ἀλλ’ οὔτε βούλησίς ἐστιν ἡ προαίρεσις. Βούλησις μὲν γάρ ἐστιν ὄρεξις φανταστικὴ τῶν ἐφ’ ἡμῖν καὶ οὐκ ἐφ’ ἡμῖν· τουτέστι μόνῃ τῇ διανοίᾳ μορφουμένη. Ἡ δὲ ὄρεξις φανταστική, μόνης ἐστὶ τῆς διανοητικῆς δυνάμεως ἄνευ τοῦ βουλευτικοῦ λόγου τῶν ἐφ’ ἡμῖν· ἢ ποιὰ φυσικὴ θέλησις. Ἡ δὲ προαίρεσις, ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν πρακτῶν.

Ἤρκει μὲν οὖν καὶ μόνος ὁ τῆς ὑπογραφῆς λόγος, δείξας τὴν τούτων διαφοράν, παῦσαι φιλονεικίας τοὺς περιττῶς φιλολογοῦντας· καὶ τοῖς καλῶς ἐγνωσμένοις, οὐκ οἶδ’ ὅπως εὐφήμως εἰπεῖν, σαφῶς ἀντιλέγοντας.

Ἐπειδὴ δὲ ποθοῦσί πως οἱ φιλοπευστοῦντες διὰ πλειόνων ἐπιστῆναι τοῖς ζητουμένοις, ἐροῦμεν καὶ ἄλλως· Φασὶν οἱ περὶ τούτων διειληφότες· Οὐ πᾶσιν οἷς ἁρμόζει τὸ προαιρεῖσθαι, πάντως ἁρμόζειν καὶ τὸ βούλεσθαι. Βούλεσθαι μὲν γὰρ ὑγιαίνειν καὶ πλουτεῖν καὶ ἀθανατισθῆναί φαμεν· προαιρεῖσθαι δὲ πλουτεῖν καὶ ὑγιαίνειν καὶ ἀθανατισθῆναι, οὐ λέγομεν· ἐπειδὴ ἡ μὲν βούλησις, καὶ ἐπὶ τῶν δυνατῶν καὶ ἐπὶ τῶν ἀδυνάτων ἐστίν· ἡ δὲ προαίρεσις, ἐπὶ μόνων δυνατῶν, καὶ δι’ ἡμῶν γενέσθαι δυναμένων. Καὶ πάλιν, ἡ μὲν βούλησις, τοῦ τέλους ἐστίν· ἡ δὲ προαίρεσις, τῶν πρὸς τὸ τέλος.

Τέλος οὖν εἶναί φασι τὸ βουλητόν· οἷον, τὴν ὑγίειαν· πρὸς τὸ τέλος, δέ, τὸ βουλευτόν· οἷον, τὸν τῆς ὑγιείας τόπον. Τὴν αὐτὴν οὖν ἀναλογίαν ἣν ἔχει τὸ βουλητὸν πρὸς τὸ βουλευτόν, ἔχειν τὴν βούλησίν φασι πρὸς τὴν προαίρεσιν· εἴπερ ταῦτα μόνα προαιρούμεθα, ἃ δι’ ἡμῶν οἰόμεθα δύνασθαι γενέσθαι Βουλόμεθα δὲ καὶ τὰ μὴ δι’ ἡμῶν οἷά τε γενέσθαι. Δέδεικται τοίνυν, ὡς οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις· δειχθήσεται δὲ πάλιν, ὡς οὔτε βούλευσίς ἐστιν ἤγουν βουλή.

Περὶ βουλῆς ἤγουν βουλεύσεως. Τὴν βουλὴν ἤγουν βούλευσιν εἶναί φασιν ὄρεξιν ζητητικὴν περί τι τῶν ἐφ’ ἡμῖν πρακτῶν γινομένην. Προαιρετὸν δέ, τὸ ἐκ τῆς βουλῆς κριθέν. Δῆλον οὖν ἐντεῦθεν, ὡς ἡ μὲν βούλευσις, ἐπὶ τοῖς ἔτι ζητουμένοις ἐστίν· ἡ δὲ προαίρεσις, ἐπὶ τοῖς ἤδη προκεκριμένοις.

Καὶ δῆλον, οὐκ ἐκ μόνου τοῦ ὁρισμοῦ, ἀλλὰ κἀκ τῆς ἐτυμολογίας. Προαιρετὸν γάρ ἐστι, τὸ ἕτερον πρὸ ἑτέρου αἱρετόν. Οὐδεὶς δὲ προκρίνει τι, μὴ βουλευσάμενος· οὐδὲ αἱρεῖται μὴ κρίνας. Οὐκ ἔστιν οὖν βουλή, τουτέστι βούλευσις, ἡ προαίρεσις.

Περὶ προαιρέσεως. Προαίρεσιν εἶναί φασιν ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν πρακτῶν. Μικτὸν γάρ τι, καὶ πολλοῖς σύγκρατον ἡ προαίρεσις· ἐξ ὀρέξεως καὶ βουλῆς συγκειμένη καὶ κρίσεως. Οὐδέτερον γὰρ τούτων ὑπάρχει καθ’ αὑτὸ θεωρούμενον ἡ προαίρεσις· οὔτε γὰρ μόνον ὄρεξις καθ’ αὑτήν, οὔτε βουλή, οὔτε κρίσις· ἀλλὰ ἐκ τούτων σύγκρατος, καθὼς ὁ καθ’ ἡμᾶς ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος σύνθετος.

Ἐπειδὴ τότε προαίρεσις, καὶ προαιρετὸν γίνεται, τὸ προκριθὲν ἐκ τῆς βουλῆς, περὶ οὗ ἡ προαίρεσις, ὅταν προσλάβῃ τὴν ὄρεξιν. Ἀναγκαίως οὖν ἡ προαίρεσις περὶ ταῦτά ἐστι μετὰ τὴν κρίσιν, περὶ ἃ ἡ βουλὴ πρὸ τῆς κρίσεως. Ἐκεῖνα γὰρ προαιρούμεθα, περὶ ὧν βουλευόμεθα.