Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Αντικείμενα της βουλεύσεως και έτερες γνωστικές λειτουργίες

Εξέταση των πρακτέων ενδεχομένων πραγμάτων και σαφής ορολογική διάκριση της προαιρέσεως από τη γνώμη, την εξουσία, τη δοξασία και το φρόνημα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 8

Περὶ τίνων βουλευόμεθα. Βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν καὶ δι’ ἡμῶν γίνεσθαι δυναμένων· καὶ ἄδηλον ἐχόντων τὸ τέλος. Τὸ μὲν οὖν ἐφ’ ἡμῖν εἴρηται, ἐπειδὴ περὶ τῶν πρακτῶν μόνον βουλευόμεθα. Ταῦτα γὰρ ἐφ’ ἡμῖν· οὐ γὰρ περὶ τῆς αὐθυποστάτου σοφίας. Οὔτε γὰρ περὶ Θεοῦ, οὔτε περὶ τῶν ἐξ ἀνάγκης καὶ ἀεὶ ὡσαύτως γινομένων· οἷον τῆς κυκλικῆς τῶν χρόνων κινήσεως· οὔτε περὶ τῶν οὐκ ἀεὶ μὲν ὄντων, ἀεὶ δὲ ὁμοίως γινομένων, οἷον ἀνατολῆς ἡλίου καὶ δύσεως· οὔτε περὶ τῶν φύσει μέν, οὐκ ἀεὶ δὲ ὁμοίως γινομένων, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον· οἷον, περὶ τοῦ πολιοῦσθαι τὸν ἑξηκοντούτην, ἢ γενειάσκειν τὸν εἰκοσαετῆ· οὔτε περὶ τῶν φύσει μέν, ἄλλοτε δὲ ἄλλως ἀορίστως γινομένων· οἷον περὶ ὄμβρων καὶ αὐχμῶν καὶ χαλάζης. Διὰ ταῦτα μέν, τὸ ἐφ’ ἡμῖν, εἴρηται·

Τὸ δέ, Δι’ ἡμῶν γίνεσθαι δυναμένων· ἐπειδήπερ οὐ περὶ πάντων ἀνθρώπων τῶν ἀνθρωπίνων, οὔτε περὶ παντὸς πράγματος βουλευόμεθα· ἀλλ’ οὐδὲ περὶ πάντων τῶν ἐφ’ ἡμῖν, καὶ δι’ ἡμῶν γινομένων· ἀλλὰ δεῖ προσκεῖσθαι, καὶ ἄδηλον ἐχόντων τὸ τέλος.

Ἐὰν γὰρ ᾖ φανερὸν καὶ ὁμολογούμενον, οὐκ ἔτι περὶ αὐτοῦ βουλευόμεθα· κἂν ἐφ’ ἡμῖν, καὶ δι’ ἡμῶν γίνηται. Ἐδείχθη δέ, ὡς οὐδὲ περὶ τοῦ τέλους, ἀλλὰ περὶ τῷν πρὸς τὸ τέλος, ἡ βουλή. Βουλευόμεθα γὰρ οὐ πλουτῆσαι· ἀλλ’ ὅπως καὶ δι’ ὧν πλουτήσομεν.

Καὶ συντόμως εἰπεῖν, περὶ τούτων μόνον βουλευόμεθα, ὧν ἡ πρᾶξις ἐπίσης ἐνδέχεται· ἔστι δὲ ἐπίσης ἐνδεχόμενον, ὃ αὐτό τε δυνάμεθα, καὶ τὸ ἀντικείμενον αὐτῷ. Εἰ γὰρ μὴ ἀμφότερα ἠδυνάμεθα, οὐκ ἂν περὶ ἀμφοτέρων ἐβουλευόμεθα. Περὶ γὰρ τῶν ὁμολογουμένων καὶ φανερῶν, ἢ τῶν ἀδυνάτων, καὶ οὐκ ἐνδεχομένων, οὐδεὶς βουλεύεται. Εἰ δὲ τὸ ἕτερον μόνον τῶν ἀντικειμένων ἠδυνάμεθα, τοῦτο μὲν ἦν ὁμολογούμενον, ὡς ἀναμφίβολον· τὸ δὲ ἀντικείμενον, ἀδύνατον. Οἷον, ἄρτου καὶ λίθου προκειμένων, οὐδεὶς βουλεύεται ποῖον ποιήσεται βρῶμα· τοῦ μὲν ὁμολογουμένου· τοῦ δὲ σαφῶς ὄντος ἀδυνάτου.

Ταῦτα γοῦν προαιρούμεθα, τὰ ἐπίσης ἐνδεχόμενα, περὶ ὧν καὶ βουλευόμεθα.

Περὶ γνώμης. Ἀλλ’ οὔτε γνώμη τίς ἐστιν ἡ προαίρεσις, κἂν οἱ πολλοὶ τοῦτο προχείρως νομίζωσιν· ἀλλὰ γνώμης· εἴπερ τὴν γνώμην εἶναί φασιν ὄρεξιν ἐνδιάθετον τῶν ἐφ’ ἡμῖν, ἐξ ἧς ἡ προαίρεσις· ἢ διάθεσιν ἐπὶ τοῖς ἐφ’ ἡμῖν ὀρεκτικῶς βουλευθεῖσι. Διατεθεῖσα γὰρ ἡ ὄρεξις τοῖς κριθεῖσιν ἐκ τῆς βουλῆς, γνώμη γέγονε· μεθ’ ἥν, ἢ κυριώτερον εἰπεῖν, ἐξ ἧς ἡ προαίρεσις.

Ἕξεως οὖν πρὸς ἐνέργειαν ἐπέχει λόγον, ἡ γνώμη πρὸς τὴν προαίρεσιν.

Περὶ ἐξουσίας. Ἀλλ’ οὔτε ἐξουσία ἐστὶν ἡ προαίρεσις. Ἡ μὲν γὰρ προαίρεσις, ὡς πολλάκις ἔφην, ὄρεξίς ἐστι βουλευτικὴ τῶν ἐφ’ ἡμῖν πρακτῶν· ἡ δὲ ἐξουσία, κυριότης ἔννομος τῶν ἐφ’ ἡμῖν πρακτῶν· ἢ κυριότης ἀκώλυτος τῆς τῶν ἐφ’ ἡμῖν χρήσεως· ἢ ὄρεξις τῶν ἐφ’ ἡμῖν ἀδούλωτος. Οὐκ ἔστιν οὖν ταυτὸν ἐξουσία καὶ προαίρεσις· εἴπερ κατ’ ἐξουσίαν μὲν προαιρούμεθα· οὐκ ἐξουσιάζομεν δὲ κατὰ προαίρεσιν· καὶ ἡ μὲν ἐπιλέγεται μόνον· ἡ δὲ χρᾶται τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς ἐπὶ τοῖς ἐφ’ ἡμῖν, ἤγουν, προαιρέσει καὶ κρίσει καὶ βουλῇ. Κατ’ ἐξουσίαν γὰρ βουλευόμεθα, καὶ κρίνομεν, καὶ προαιρούμεθα, καὶ ὁρμῶμεν, καὶ χρώμεθα τοῖς ἐφ’ ἡμῖν.

Περὶ δόξης Ἀλλ’ οὔτε δόξα τίς ἐστιν ἡ προαίρεσις. Ἡ μὲν γὰρ δόξα διττή· λογική τε, καὶ ἄλογος· ἡ δὲ προαίρεσις τρεπτή. Τὴν μὲν οὖν ἄλογον δόξαν εἶναί φασιν, ἁπλῆν γνῶσιν καὶ πρόχειρον· ὡς ὅταν τις προφέρῃ δόξαν ἀλλοτρίαν, ἀγνοῶν τὴν αὐτῆς αἰτίαν.

Οἷον, ἀθάνατον λέγων τὴν ψυχήν, καὶ μὴ διδοὺς ἀποδεικτικὴν αἰτίαν τῆς ἀθανασίας αὐτῆς. Τὴν δὲ λογικὴν δόξαν, γνῶσιν εἶναι λέγουσι, κατὰ ἀποπεράτωσιν τῆς διανοίας συνισταμένην· ὡς ὅταν τις λογισάμενός τι, καὶ τὴν αἰτίαν αὐτοῦ ἐπιστημονικῶς ἀποδίδωσι. Διάνοια γάρ ἐστιν, ἡ διήκουσα καὶ διαστηματικῶς ἐνεργοῦσα, ἀπὸ προτάσεως ἀρχομένη μέχρι συμπεράσματος. Οἷον, προτίθεταί τις δεῖξαι τὴν ψυχὴν ἀθάνατον, καὶ λέγει· Ἐπειδὴ αὐτοκίνητός ἐστιν ἡ ψυχή· τὸ δὲ αὐτοκίνητον, ἀεικίνητον· τὸ δὲ ἀεικίνητον, ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος.

Ἢ πάλιν· Ἐπειδὴ ἀσύνθετός ἐστιν ἡ ψυχή· τὸ δὲ ἀσύνθετον, ἀδιάλυτον· τὸ δὲ ἀδιάλυτον, ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Διανοίας γὰρ ἴδιον, τὸ διανύειν τινὰ ὁδὸν ἐπὶ τὴν τοῦ πράγματος γνῶσιν φέρουσαν· ὁδεύει δὲ ἀπὸ τῶν προτάσεων διὰ τῶν συλλογισμῶν ἐπὶ τὰ συμπεράσματα, καὶ ποιεῖ τὴν λογικὴν δόξαν. Καὶ πάλιν, ἡ μὲν δόξα οὐ μόνον τῶν ἐφ’ ἡμῖν, ἀλλὰ καὶ τῶν οὐκ ἐφ’ ἡμῖν· ἡ δὲ προαίρεσις, μόνον τῶν ἐφ’ ἡμῖν· καὶ δόξαν μὲν ἀληθῆ λέγομεν καὶ ψευδῆ· προαίρεσιν δέ, οὐ λέγομεν ἀληθῆ καὶ ψευδῆ· ἀλλὰ καλὴν καὶ κακήν· καὶ ἡ μὲν δόξα, τῶν καθόλου· ἡ δὲ προαίρεσις, τῶν καθέκαστα· περὶ γὰρ τῶν πρακτῶν ἡ προαίρεσις· ταῦτα γὰρ τὰ καθέκαστα. Διὰ πλειόνων, ὡς οἶμαι, φανερὸν γέγονε, μὴ εἶναι δόξαν, τὴν προαίρεσιν. Εἰ γὰρ ἡ μὲν δόξα κατ’ ἀποπεράτωσιν τῆς διανοίας συνισταμένη, γνῶσίς ἐστιν· ἡ δὲ προαίρεσις, ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν πρακτῶν, οὐκ ἔστι τῇ δόξῃ ταυτὸν ἡ προαίρεσις.

Περὶ φρονήματος, ἤγουν φρονήσεως Ἀλλ’ οὔτε φρόνημα ἤγουν φρόνησίς ἐστιν ἡ προαίρεσις. Εἴπερ τὴν μὲν φρόνησιν, ὄρεξιν θεωρητικὴν λογικῶν καὶ γνωστικῶν μαθημάτων φασίν· ἢ ἕξιν ἀνοίας τε καὶ ὑπερνοίας ἀντίπαλον· τὴν δὲ προαίρεσιν, ὡς διαφόρως ἀποδέδωκεν ὁ λόγος, ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν. Γίνεσθαι δὲ τὴν φρόνησίν φασι κατὰ τὸν τρόπον τοῦτον· οἷον, τὴν μὲν πρώτην τοῦ νοῦ κίνησιν, νόησιν καλοῦσι· τὴν δὲ περί τινος νόησιν, ἔννοιαν λέγουσι· ἥτις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν πρὸς τὸ νοούμενον, ἐνθύμησις προσαγορεύεται· ἡ δὲ ἐνθύμησις ἐν ταυτῷ μείνασα, καὶ ἑαυτὴν βασανίσασα, φρόνησις ὀνομάζεται· ἡ δὲ φρόνησις πλατυνθεῖσα, ποιεῖ τὸν διαλογισμόν· ἐνδιάθετον λόγον παρὰ τοῖς ταῦτα δεινοῖς ὀνομαζόμενον· ὃν ὑπογράφοντές φασι, κίνημα τῆς ψυχῆς εἶναι πληρέστατον ἐν τῷ διαλογιστικῷ γινόμενον, ἄνευ τινὸς ἐκφωνήσεως· ἐξ οὗ τὸν προφορικὸν λόγον φασὶ προϊέναι.

Φρόνημα δὲ πάλιν εἶναι λέγουσι, τὴν ἐκ τῆς φρονήσεως ἐπιγινομένην τῷ φρονητικῷ γνῶσιν τοῦ φρονηθέντος· φρόνησιν γάρ, καὶ φρονητὸν καὶ φρονητικὸν καὶ φρόνημά φασι. Καὶ φρόνησις μέν ἐστιν, ἡ σχέσις· φρονητὸν δέ, τὸ φρονούμενον· καὶ φρονητικόν, τὸ φρονοῦν· καὶ φρόνημα, ἡ γενομένη ἐκ τῆς φρονήσεως τῷ φρονητικῷ γνῶσις τοῦ φρονηθέντος πράγματος. Εἰ τοίνυν τοῦτο μὲν οὕτως· ἡ δὲ προαίρεσις οὐχ οὕτως· ἄρα προαίρεσις οὐκ ἔστι τὸ φρόνημα.

Δέδεικται τοίνυν, ὡς οἶμαι, σαφῶς, οὐκ εἶναι ταυτὸν ἀλλήλοις τὰ προταθέντα, κατὰ τοὺς τοῦτο νομίζοντας. Εἰ δὲ φαῖεν ἀλλήλοις πάντως εἶναι ταυτόν, διὰ τὸ πάντων ἐπίσης, ὡς γένος κατηγορεῖσθαι τὴν ὄρεξιν, ἤγουν τὴν ὀρεκτικὴν τῆς φύσεως δύναμιν· εἰπάτωσαν ἀλλήλοις εἶναι ταυτὸν καὶ πάντα τὰ εἴδη, τά τε χερσαῖα, καὶ πτηνὰ καὶ ἔνυδρα, διὰ τὸ πάντων ἐπίσης ὡς γενικώτερον, κατηγορεῖσθαι γένος τὸ ζῶον, καὶ φροῦδος αὐτοῖς ἡ τοῦ παντὸς γενήσεται διακόσμησις· πραγμάτων οὐκ οὖσα διαφόρων ὑπόστασις, ἀλλὰ μόνον ψιλῶν ὀνομάτων ἔκφανσις.