Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Το θέλημα των αγίων και η σχέση του με το θείο θέλημα

Περιγραφή της κατάργησης της προαιρέσεως μετά την ανάσταση και θεολογική αναίρεση της ταύτισης του ανθρώπινου θελήματος των σεσωσμένων με το θείο θέλημα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 8

Ὅτι κατὰ πάντα τρόπον οὐκ ἔσται μετὰ τὴν ἀνάστασιν ἓν τὸ θέλημα τῶν ἁγίων πρὸς ἀλλήλους καὶ τὸν Θεόν, κἂν ἓν πᾶσι τὸ θεληθέν, ὥς τινες λέγουσιν. Οὐκοῦν ἡ προαίρεσις προσλαβοῦσα τὴν ἐπὶ τοῖς ἐφ’ ἡμῖν ὁρμήν τε καὶ χρῆσιν, πέρας τῆς κατ’ ὄρεξιν ἡμῖν λογικῆς ὑπάρχει κινήσεως. Τὸ γὰρ φύσει λογικόν, δύναμιν ἔχον φυσικὴν τὴν λογικὴν ὄρεξιν, ἣν καὶ θέλησιν τῆς νοερᾶς καλοῦσι ψυχῆς· ὀρέγεται καὶ λογίζεται καὶ λογισάμενον βούλεται. Βούλησιν γὰρ εἶναί φασιν, οὐ τὴν ἁπλῶς φυσικήν, ἀλλὰ τὴν ποιάν· τουτέστι, τὴν περί τινος θέλησιν· καὶ βουλόμενον ζητεῖ· καὶ ζητοῦν σκέπτεται· καὶ σκεπτόμενον βουλεύεται· καὶ βουλευόμενον κρίνει· καὶ κρίνον προαιρεῖται· καὶ προαιρούμενον ὁρμᾷ· καὶ ὁρμῶν, κέχρηται· καὶ χρώμενον παύεται τῆς ὀρεκτικῆς ἐπ’ ἐκεῖνο κινήσεως. Οὐδεὶς γὰρ κέχρηται, μὴ πρότερον ὁρμήσας· καὶ οὐδεὶς ὁρμᾷ, μὴ προαιρούμενος· καὶ οὐδεὶς προαιρεῖται, μὴ κρίνας· καὶ οὐδεὶς κρίνει, μὴ βουλευσάμενος· καὶ οὐδεὶς βουλεύεται, μὴ σκεψάμενος· καὶ οὐδεὶς σκέπτεται, μὴ ζητήσας· καὶ οὐδεὶς ζητεῖ, μὴ βουληθείς· καὶ οὐδεὶς βούλεται, μὴ λογισάμενος· καὶ οὐδεὶς λογίζεται, μὴ ὀρεγόμενος· καὶ οὐδεὶς λογικῶς ὀρέγεται, μὴ ὑπάρχων φύσει λογικός. Λογικὸν οὖν φύσει ζῶον ὑπάρχων ὁ ἄνθρωπος, ὀρεκτικός ἐστι, καὶ λογιστικός, καὶ βουλητικός, καὶ ζητητικός, καὶ σκεπτικός, καὶ προαιρετικός, καὶ ὁρμητικός, καὶ χρηστικός.

Εἰ δὲ μετὰ τῶν λοιπῶν καὶ προαιρετικὸν φύσει ζῶον ὁ ἄνθρωπος· ἡ δὲ προαίρεσις· τῶν ἐφ’ ἡμῖν, καὶ δι’ ἡμῶν γίνεσθαι δυναμένων, καὶ ἄδηλον ἐχόντων τὸ τέλος ἐστίν· ἐφ’ ἡμῖν δέ, καὶ ὁ τῶν ἀρετῶν λόγος, τῶν κατὰ φύσιν δυνάμεων ὑπάρχων ἐνεργούμενος νόμος· καὶ ὁ κατὰ παράχρησιν τῶν αὐτῶν δυνάμεων τρόπος, τὰ παρὰ φύσιν πάθη παρυφιστῶν· ἄρα πᾶς φύσει προαιρετικός, τῶν ἀντικειμένων ἐπιδεκτικός τε καὶ κριτικός. Εἰ δὲ τῶν ἀντικειμένων κριτικός, καὶ προαιρετικὸς πάντως· εἰ δὲ προαιρετικός, ὡς ὑπ’ αὐτῷ κειμένης τῆς ἐπ’ ἄμφω κινήσεως, οὐκ ἄτρεπτος φύσει καθέστηκεν.

Οὐκοῦν ἐπειδὴ τῶν ἀμφιβόλων ἐστίν, ὡς ἐφ’ ἡμῖν, ἥ τε βουλὴ καὶ ἡ κρίσις καὶ ἡ προαίρεσις, ὅταν οὐκ ἔστι τὰ ἀμφίβολα, τῆς αὐθυποστάτου πᾶσιν ἐμφανοῦς ἀληθείας δειχθείσης, προαίρεσις οὐκ ἔστι διὰ τῶν μέσων καὶ ἐφ’ ἡμῖν ὄντων κινουμένη πραγμάτων· ὅτι μηδὲ κρίσις, ἀφορισμὸν ποιουμένη τῶν ἀντικειμένων, ὧν τὸ κρεῖττον ποιούμεθα πρὸ τοῦ χείρονος αἱρετόν· εἰ δὲ τότε κατὰ τὸν νῦν κρατοῦντα νόμον τῆς φύσεως, προαίρεσις οὐκ ἔστι, πάσης ἀπογενομένης τῶν ὄντων ἀμφιβολίας, ὄρεξις ἐνεργὴς ἔσται μόνη νοερά, τοῖς οὕτω κατὰ φύσιν ὀρεκτικοῖς· μόνης ἀφράστως ἐπειλημμένη τῆς τοῦ κατὰ φύσιν ὀρεκτοῦ μυστικῆς ἀπολαύσεως, πρὸς ἣν ἔσχε διὰ τῶν ἀπηριθμημένων τὴν κίνησιν· ἧς κόρος ἐστίν, ἡ ἐπ’ ἄπειρον ἐπίτασις αὐτῆς τῆς τῶν ἀπολαυόντων ὀρέξεως· ἑκάστου τοσοῦτον ὑπερφυῶς μεθέξοντος, ὅσον ἐπόθησε· καὶ πρὸς αὐτὸ τὸ φύσει ποθούμενον ἄμεσος συνανάκρασις. Εἰ δὲ ὄσον τις ἐπόθησε, τοσοῦτον μεθέξει τοῦ ποθουμένου· τῷ μὲν τῆς φύσεως λόγῳ, μία δειχθήσεται πάντων ἡ θέλησις· τῷ δὲ τῆς κινήσεως τρόπῳ, διάφορος.

Εἰ δὲ τρόπῳ τῷ κατὰ τὴν κίνησιν οὐ μία πάντων ἀνθρώπων ἡ θέλησις· οὐδέποτε μία τοῦ τε Θεοῦ καὶ τῶν σωζομένων, ὥς τισιν ἔδοξε, κατὰ πάντα τρόπον γενήσεται θέλησις· κἂν ἓν τὸ θεληθέν ἐστι τῷ τε Θεῷ καὶ τοῖς ἁγίοις, ἡ σωτηρία τῶν σωζομένων· σκοπὸς ὑπάρχουσα θεῖος, ὡς τέλος πάντων προεπινοηθὲν τῶν αἰώνων· περὶ ὅ, τῶν τε σωζομένων πρὸς ἀλλήλους καὶ Θεοῦ τοῦ σώζοντος, κατὰ τὴν θέλησιν γενήσεται σύμβασις· ὅλου ἐν πᾶσι γενικῶς, καὶ τὸ καθ’ ἕκαστον ἰδικῶς χωρήσαντος τοῦ Θεοῦ, τοῦ τὰ πάντα πληροῦντος τῷ μέτρῳ τῆς χάριτος· καὶ ἐν πᾶσι πληρουμένου, μελῶν δίκην, κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως αὐτῷ συμφυεῖσιν. Εἰ γὰρ τοῦ μὲν Θεοῦ τὸ θέλημα φύσει σωστικόν, τὸ δὲ τῶν ἀνθρώπων φύσει σωζόμενον ταυτὸν οὐκ ἂν εἴη ποτὲ τὸ φύσει σῶζον, καὶ τὸ φύσει σωζόμενον· κἂν εἷς ἀμφοτέρων σκοπός, ἡ σωτηρία τῶν ὅλων καθέστηκεν· ὑπὸ μὲν τοῦ Θεοῦ προβεβλημένη· ὑπὸ δὲ τῶν ἁγίων προῃρημένη.

Εἰ δὲ ταυτὸν ἔσται καὶ ἓν ἀριθμῷ τό τε θεῖον καὶ τὸ ἀνθρώπινον θέλημα, κατὰ τοὺς λέγοντας, ἐπειδὴ θελήματι πάντας ὁ Θεὸς ὑπέστησε τοὺς αἰῶνας, ἔσται τῷ αὐτῷ θελήματι δημιουργὸς καὶ ὁ τῶν ἁγίων χορός, εἴτε φυσικῷ, εἴτε γνωμικῷ· καὶ ἁπλῶς, ᾧ πεφύκασι πρὸς τὸ θεῖον ταυτίζεσθαι· ὅπερ ἄτοπον, καὶ μόνης, ὡς οἶμαι, ῥεμβαζομένης ἔργον διανοίας ἐστίν. Ἕως γὰρ ἂν μὴ πάντες δημιουργοί, ἢ μόνον ἀπόστολοι, ἢ μόνον προφῆται· καὶ οὗτοι πάλιν, ἢ Πέτρος μόνον, ἢ Μωσῆς μόνον· καὶ οὐ μία, πολλαὶ δὲ παρὰ τῷ Θεῷ καὶ Πατρὶ μοναὶ τοῖς ἁγίοις εἰσί· τῷ τε κατὰ φύσιν ἀγαθῷ θελήματι, τὸ κατὰ μίμησιν πρὸς αὐτὸ κινηθὲν ἀνθρώπινον, ποιότητί τε φυσικῇ καὶ ποσότητι εἴη ταυτόν, ὅπερ ἀμήχανον πῶς γὰρ ἂν τῷ φύσει μεθεκτικῷ, τὸ φύσει μεθεκτὸν εἴη ταυτόν; μίαν γνώμην κατὰ πάντα τρόπον εἶναι τοῦ τε Θεοῦ καὶ τοῦ τῶν ἁγίων χοροῦ, ἀδύνατον· κἄν, ὡς εἶπον, ἕν ἐστιν ἀμφοτέροις τὸ θεληθέν, ἡ σωτηρία τῶν ὅλων· περὶ ἣν τῶν θελημάτων ἡ ἕνωσις.

Ἀλλ’, ὡς ἔοικεν, ἀγνοοῦντες οἷος αὐτοῖς ἐξ ὧν λέγουσιν ἀτοπίας ἀναφύεται λόγος, ἀσκόπως ἐφ’ ἃ μὴ δεῖ φέρεσθαι τὴν σφῶν αὐτῶν συγχωροῦσι διάνοιαν. Εἰ γὰρ οὐκ ἔστι θέλημα, ὁπωσοῦν νοούμενον ἢ λεγόμενον ἄσχετον, καὶ τὸ πρός τι γένος οὐκ ἔχον κατηγορούμενον· ποιότης ἐστίν, ἀλλ’ οὐ τῶν καθ’ αὑτά, ὡς ἐν ἑτέρῳ δηλαδὴ θεωρούμενον. Εἰ δὲ τῶν ἐν ἑτέρῳ θεωρουμένων ἐστὶ τὸ θέλημα, συμβεβηκὸς πάντως ἐστίν· εἰ δὲ συμβεβηκός, ἢ οὐσίας, ἢ ὑποστάσεως ἔσται χαρακτηριστικὸν τούτων γὰρ οὐδὲν μέσον ἐστὶ καθ’ αὑτὸ θεωρούμενον, ἤτοι μηδετέρων μετέχον, ἢ ἐξ ἀμφοῖν σύνθετον· καὶ εἰ μὲν οὐσίας, μίαν τοῦ τε Θεοῦ καὶ τῶν ἁγίων φύσιν κατηγορήσουσι· πάντων διὰ τοῦ ἑνὸς θελήματος, τὴν εἰς μίαν οὐσίαν παθόντων συναίρεσιν. Τὸ γὰρ γενικῶς τινων ἐπίσης κατηγορούμενον, οὐσίας, ὑφ’ ἣν τελοῦσιν, ὑπάρχει δηλωτικόν. Εἰ δὲ ὑποστάσεως, μία πάντων ἔσται, τοῦ τε Θεοῦ καὶ τῶν ἁγίων ὑπόστασις, πάντων ἀλλήλοις εἰς ταυτὸν συγχωνευθέντων.

Τὸ γὰρ ἰδικῶς τινι καθ’ ὑπόστασιν ἐμπεφυκός, ἄλλοις ἀπαραλλάκτως ἐνθεωρούμενον, πάντας ἀλλήλοις συγχεῖ· καὶ τὸν ἑκάστου τοῦ, πῶς εἶναι λόγον, ποιεῖ παντελῶς ἀδιάγνωστον.