Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Ανασκευή του μονοθελητισμού και ομολογία δύο θελημάτων στον Χριστό

Απόρριψη της ύπαρξης ενός μόνου φυσικού ή προαιρετικού θελήματος στον Χριστό και θεολογική τεκμηρίωση των δύο φυσικών θελημάτων, αποκλείοντας κάθε τρεπτότητα προς το κακό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 8

Ὅτιπερ ἓν θέλημα οὐ δυνατὸν ἐπὶ Χριστοῦ λέγεσθαι· εἴτε φυσικόν, εἴτε προαιρετικὸν λεχθῇ, καθώς τισιν ἔδοξεν. Οὐκοῦν, εἴπερ ἐν τούτοις αὐτῶν ὁ λόγος ἠσθένησεν· οὐδὲ ἐπὶ τὸν Κύριον ἡμῶν καὶ Θεόν, καὶ Σωτῆρα τῶν ὅλων Χριστὸν μεταβαίνων, καὶ ἓν ὁπωσοῦν λεγόμενον ἐπ’ αὐτοῦ θέλημα κατασκευάζων εὐσθενήσοι ποτ’ ἄν. Εἰ μὲν γὰρ φυσικὸν εἴποιεν τοῦ Χριστοῦ τοῦτο τὸ θέλημα, τὴν Μανιχαϊκὴν αὐτόθεν νοσήσαντες δειχθήσονται φαντασίαν, ὡς τὴν οὐκ οὖσαν, οὔτε γενησομένην μίαν Χριστοῦ φύσιν, καταλλήλῳ θελήματι δηλουμένην πρεσβεύοντες· τήν τε μανίαν Ἀρείου κατὰ ταυτόν, καὶ τὴν Ἀπολιναρίου ζηλώσαντες φωραθήσονται συνουσίωσιν· ὡς τοῦ Θεοῦ καὶ Πατρός, καὶ τῆς ἀχράντου Μητρός, τὸν Χριστὸν κατὰ τὴν οὐσίαν ἀλλοτριώσαντες. Τὸ γὰρ φυσικὸν θέλημα, φύσιν χαρακτηρίζει· καὶ οὐδεὶς ἀντερεῖ λόγος. Εἰ δὲ φύσιν χαρακτηρίζει, δῆλον ὡς φύσιν, οἱ τοῦτο λέγοντες, τὸν Χριστὸν καταγγέλλουσι.

Εἰ δὲ φύσις ὁ Χριστός, οὔτε Θεὸς φύσει, οὔτε μὴν ἄνθρωπος φύσει ἐστὶν ἀληθῶς· εἴπερ μὴ φύσει Χριστὸς ἀληθῶς ὁ Πατήρ, ἢ φύσει Χριστὸς ἀληθῶς ἡ μήτηρ. Εἰ δὲ φύσει Θεὸς ὁ Χριστός, καθὸ φύσει Χριστός, πολύθεος ὁ τοῦτο λέγων· ἄλλην Πατρὸς ὡς Θεοῦ φύσιν, οὐκ ὄντος φύσει Χριστοῦ· καὶ ἄλλην Χριστοῦ φύσιν, ὡς Θεοῦ πρεσβεύων, ὄντος φύσει Χριστοῦ· καὶ πέρας αὐτοῖς τῆς τοιαύτης τερατολογίας, ἡ πρὸς πολυθεΐαν ἔσται κατάκρισις.

Εἰ δὲ προαιρετικόν, ὅπερ καλοῦσι γνωμικόν, ἢ κατὰ φύσιν ἔσται πάντως, τὸν τρόπον τῆς τῶν ἐπὶ Χριστῷ πρακτῶν χρήσεως ἔχον διὰ πάντων συννεύοντα τῷ λόγῳ τῆς φύσεως· καὶ οὐκ ἀπαθής, ἀλλ’ ἐγκρατὴς οὕτω γε παθῶν κατ’ αὐτοὺς ὁ Χριστὸς ὑπάρχων δειχθήσεται· καὶ κατὰ προκοπὴν ἀγαθός, ὅ τί ποτε τὴν φύσιν ἐστί. Τοιοῦτον γὰρ ἡ κατὰ φύσιν προαίρεσις τῶν ἐπὶ τῷ αἱρουμένῳ πρακτῶν, τὸ κρεῖττον ποιουμένη πρὸ τοῦ χείρονος αἱρετόν· ἢ παρὰ φύσιν, καὶ τὸν τρόπον τῆς τῶν ἐπ’ αὐτῷ χρήσεως δείξει φθαρτικὸν τοῦ λόγου γεγενημένον τῆς φύσεως· τοιοῦτον γὰρ ἡ παρὰ φύσιν προαίρεσις, τῶν ἐπὶ τῷ αἱρουμένῳ πρακτῶν, τὸ χεῖρον ποιουμένη πρὸ τοῦ κρείττονος προαιρετόν. Κατορθωθείσης γὰρ ἢ παρασφαλείσης τῆς τοῦ αἱρουμένου τῶν ἐπ’ αὐτῷ πρακτῶν κατὰ τὴν βούλευσιν κρίσεως, ἧς οἱονεὶ ψῆφός ἐστιν ἡ προαίρεσις, ἢ ὁ κατὰ φύσιν αὐτῷ διὰ τῆς εὐχρηστίας ὑφίσταται λόγος, ἢ ὁ παρὰ φύσιν διὰ τῆς ἀχρηστίας παρυφίσταται τρόπος· ὁ μέν, τῆς κατὰ φύσιν· ὁ δέ, τῆς παρὰ φύσιν προαιρέσεως γινόμενος ἄγγελος.

Καὶ εἰ μὲν κατὰ φύσιν ἡ τοῦ Χριστοῦ προαίρεσις ᾖ, οὐ μόνον ἐπὶ τοῖς αὐτοῖς πάλιν αὐτοὺς αἰτιασόμεθα, φύσιν ἄλλην Χριστοῦ θεότητος μέσην καὶ κτίσεως τολμηρῶς σχεδιάζοντας· ἀλλὰ καὶ ληροῦντας γελάσομεν, φύσει τῶν ἀντικειμένων κατὰ προαίρεσιν ὡς ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον τὸν Χριστὸν δεκτικὸν ποιουμένους. Εἰ δὲ παρὰ φύσιν, σιωπῶ παρατρέχων τὸ βλάσφημον, μήπως λαθὼν τοῖς κατ’ αὐτῶν ἐλέγχοις τὴν γλῶτταν χρανθήσομαι. Προαιρετικὸν γὰρ ἐπὶ Χριστοῦ θέλημα φάσκοντες, ὑπόστασιν Χριστοῦ πάντως ὑπέδειξαν κατὰ φύσιν κινεῖσθαι καὶ παρὰ φύσιν δυναμένην. Τοιοῦτον γάρ, ὡς ἔφθην εἰπών, ἡ προαίρεσις· εἰ δὲ τῆς τοῦ Χριστοῦ χαρακτηριστικόν ἐστιν ὑποστάσεως, ἀφώρισαν αὐτόν, κατὰ δὴ τοῦτο τὸ θέλημα, τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος ἑτερόβουλόν τε καὶ ἑτερόγνωμον. Τὸ γὰρ τῷ Υἱῷ καθ’ ὑπόστασιν ἰδικῶς ἐνθεωρούμενον, Πατρὶ καὶ Πνεύματι καθ’ ὑπόστασιν παντελῶς ἀκοινώνητον.

Ὅσοι τοίνυν τῶν ἁγίων Πατέρων ἐπὶ τῆς κατὰ Χριστὸν ἀνθρωπότητος προαιρέσεως ἐπεμνήσθησαν, τὴν ὀρεκτικὴν τῆς φύσεως δύναμιν οὐσιωδῶς· ταυτὸν δὲ φάναι, τὴν φυσικὴν θέλησιν, ἢ τὴν ἡμῶν αὐτῶν προαίρεσιν τῷ σαρκωθέντι Θεῷ κατ’ οἰκείωσιν ἐνυπάρχουσαν, παρεδήλωσαν.

Ὃ δὴ μάλιστα σκοπήσας ὁ σὸς δοῦλος καὶ μαθητής, ἐν τοῖς πρὸς τὸν ἁγιώτατόν μου κύριον καὶ διδάσκαλον περὶ τῶν ἀπόρων τῆς ἁγίας Γραφῆς ἐκτεθεῖσι Θαλάσσιον, εἶπον προαίρεσιν· εἰδώς, ὡς εἴπερ ἡμῖν γέγονεν ἄνθρωπος ὁ ποιητὴς τῶν ἀνθρώπων, ἡμῖν δηλονότι καὶ τὴν ἀτρεψίαν κατώρθωσε τῆς προαιρέσεως, ὡς ἀτρεψίας δημιουργός· τὰ μὲν τῆς ἡμῶν ἐπιτιμίας δι’ αὐτῆς τῆς πείρας, οὐσιωδῶς κατ’ ἐξουσίαν πάθη δεχόμενος. τὰ δὲ τῆς ἀτιμίας, κατ’ οἰκείωσιν φιλανθρώπως ἀναδεχόμενος ὧν τὴν μὲν οἰκείωσιν, τῆς προαιρετικῆς ἀπαθείας αἰτίαν τῷ γένει πεποίηται· τὴν δὲ πεῖραν, τῆς ἑπομένης φυσικῆς ἀφθαρσίας πιστὸν ἀῤῥαβῶνα δεδώρηται.

Τὸ γὰρ ἀνθρώπινον τοῦ Θεοῦ, κατὰ προαίρεσιν ὡς ἡμεῖς οὐ κεκίνηται, διὰ βουλῆς πεποιημένον καὶ κρίσεως τὴν τῶν ἀντικειμένων διάγνωσιν· ἵνα μὴ φύσει κατὰ προαίρεσιν νομισθείη τρεπτόν· ἀλλ’ ἅμα τῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τὸ εἶναι λαβόν, ἀδίστακτον, μᾶλλον δὲ στάσιμον τὴν κατ’ ὄρεξιν φυσικὴν ἤτοι θέλησιν, κίνησιν ἔσχεν· ἢ κυριώτερον εἰπεῖν, τὴν στάσιν ἀκίνητον ἐν αὐτῷ κατὰ τὴν ἀκραιφνεστάτην οὐσίωσιν τῷ Θεῷ καὶ Λόγῳ παντελῶς θεωθεῖσαν· ἣν φυσικῶς τυπῶν τε καὶ κινῶν, ὡς οἰκείαν, καὶ τῆς αὐτοῦ ψυχῆς φυσικήν, ἀφαντασιάστως πεπλήρωκε τὸ μέγα τῆς ὑπὲρ ἡμῶν οἰκονομίας μυστήριον· μηδὲν τοῦ προσλήμματος φυσικὸν παντελῶς ἀπομειώσας, πλὴν τῆς ἁμαρτίας· ἧς οὐδεὶς οὐδενὶ τῶν ὄντων καθάπαξ ἐνέσπαρται λόγος.

Τῆς οὖν διαφορᾶς τῶν ὀνομάτων φανερᾶς ἡμῖν γεγενημένης, διὰ τῆς εὐκρινῶς ἑκάστῳ προσαρμοσθείσης ὑπογραφῆς, μὴ ταρασσώμεθα τῶν ἐπὶ συγχύσει τῶν νοουμένων πραγμάτων, ἀδιακρίτως τοῖς ὀνόμασι κεχρημένων ἀκούοντες· εἴπερ ἐν πράγμασιν ἡμῖν, ἀλλ’ οὐκ ὀνόμασιν ἡ ἀλήθεια· καὶ νομίσωμεν ταυτὸν εἶναι τὸ μὴ ταυτόν· ἀλλ’ εὐσεβῶς πιστεύοντες, ὁμολογήσωμεν τὸν Χριστὸν Θεὸν τέλειον ἀληθῶς, καὶ ἄνθρωπον τέλειον ἀληθῶς, τὸν αὐτὸν πράγματι κυρίως κατ’ ἀλήθειαν ὄντα, καὶ οὐ μόνῃ ψιλῇ κλήσει τοῦτο λεγόμενον· καὶ διὰ τοῦτο φύσεις δύο, ὧν αὐτός ἐστιν ὑπόστασις, εἴπερ οὐκ ἄσαρκος, αὐτὸν καταγγείλωμεν· καὶ δύο θελήματα φυσικά, κατὰ τοὺς Πατέρας· εἴπερ οὐκ ἄψιλος καὶ ἄνους, ἔχειν αὐτὸν παῤῥησιασώμεθα· καὶ μὴ θαῤῥήσωμεν καινίσαι φωνήν, ἐφ’ ᾗ καταφυγὴν οὐκ ἔχομεν τὴν πατρικὴν αὐθεντίαν. Ἓν γὰρ θέλημα Χριστοῦ φυσικόν, ἢ προαιρετικόν, οὐ μόνον διὰ τὴν δειχθεῖσαν ἀτοπίαν δέος εἰπεῖν τοὺς εὐσεβεῖν ἐσπουδακότας, ἀλλ’ ὅτι καὶ μηδεὶς τῶν ἁγίων διδασκάλων πώποτε τοῦτο φήσας πέφανται· ἀληθῶς εἰδότες, ὡς ἡ προαίρεσις τῶν ἐπ’ ἄμφω· τὰ καλά τε λέγω καὶ τὰ κακά, κινεῖσθαι δυναμένων ἐστίν· ὅπερ ἐπὶ Χριστοῦ τῆς ὄντως οὐσίας τῶν ἀγαθῶν καὶ πηγῆς, κἂν ἐννοεῖν, μὴ ὅτι γε λέγειν, πάσης ἀσεβείας πληρέστατον.