Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Οι δύο φυσικές ενέργειες του Χριστού και η οντολογία της θεώσεως

Ερμηνεία πατερικών χωρίων περί μιας ενέργειας, διαχωρισμός της φυσικής ικανότητας από τη θέωση, και κατοχύρωση των δύο φυσικών ενεργειών του σεσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 8

Καὶ περὶ μὲν τούτων ταῦτα. Περὶ δὲ τῆς ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τῶν ἀπόρων τοῦ μεγάλου Γρηγορίου κειμένης μιᾶς ἐνεργείας, σαφὴς ὁ λόγος. Τὴν ἐσομένην γὰρ κατὰ τὸ μέλλον τῶν ἁγίων ὑπογράφων κατάστασιν, ἔφην μίαν ἐνέργειαν τοῦ Θεοῦ καὶ τῶν ἁγίων, τὴν πάντων ἐκθεωτικὴν τῶν ἁγίων, τῆς ἐλπιζομένης μακαριότητος· τοῦ μὲν Θεοῦ κατ’ οὐσίαν ὑπάρχουσαν, τῶν ἁγίων δὲ κατὰ χάριν γεγενημένην. Μᾶλλον δέ, μόνον Θεοῦ, προσεπήγαγον· ἐπειδὴ μόνης ἀποτέλεσμα τῆς θείας ἐνεργείας ἐστίν, ἡ κατὰ χάριν τῶν ἁγίων ἐκθέωσις, ἧς ἡμεῖς οὐκ ἔχομεν ἐγκατεσπαρμένην τῇ φύσει τὴν δύναμιν. Ὧν δὲ τὴν δύναμιν οὐκ ἔχομεν, τούτων οὐδὲ τὴν πρᾶξιν, φυσικῆς δυνάμεως οὖσαν συμπλήρωσιν. Ἔχεται οὖν ἡ μὲν πρᾶξις, δυνάμεως· ἡ δὲ δύναμις, οὐσίας. Ἥ τε γὰρ πρᾶξις, ἀπὸ δυνάμεως· καὶ ἡ δύναμις, ἀπὸ τῆς οὐσίας καὶ ἐν τῇ οὐσίᾳ.

Τρία οὖν ταῦτά ἐστιν, ὥς φασιν, ἀλλήλων ἐχόμενα· δυνάμενον, δύναμις, δυνατόν. Καὶ δυνάμενον μὲν λέγουσι, τὴν οὐσίαν· δύναμιν δέ, καθ’ ἣν ἔχομεν τὴν τοῦ δύνασθαι κίνησιν· καὶ δυνατόν, τὸ παρ’ ἡμῖν κατὰ δύναμιν γίνεσθαι πεφυκός. Εἰ δὲ τὸ παρ’ ἡμῖν γίνεσθαι πεφυκός, κατὰ δύναμιν ἔχομεν φυσικήν.

Οὐκ ἔστι δὲ τῶν παρ’ ἡμῶν κατὰ δύναμιν γίνεσθαι πεφυκότων ἡ θέωσις, οὐκ οὖσα τῶν ἐφ’ ἡμῖν· οὐδεὶς γὰρ ἐν τῇ φύσει, τῶν ὑπὲρ φύσιν λόγος. Ἄρα τῆς ἡμῶν οὐκ ἔστι δυνάμεως πρᾶξις ἡ θέωσις, ἧς οὐκ ἔχομεν κατὰ φύσιν τὴν δύναμιν· ἀλλὰ μόνης τῆς θείας δυνάμεως, οὐκ ἔργων ὑπάρχουσα δικαίων τοῖς ἁγίοις ἀντίδοσις· ἀλλὰ τῆς τοῦ πεποιηκότος ἀφθονίας ἀπόδειξις· τοῦτο θέσει ποιήσαντος τοὺς ἐραστὰς τῶν καλῶν, ὅπερ αὐτὸς ὑπάρχων φύσει δειχθήσεται, καθ’ οὓς αὐτὸς ἐπίσταται λόγους· ἵνα καὶ τελείως γνωσθῇ, καὶ μείνῃ παντελῶς ἀκατάληπτος. Οὐκ ἀνεῖλον οὖν τὴν φυσικὴν τῶν τοῦτο πεισομένων ἐνέργειαν, ὧν ἀποτελεῖν πέφυκε πεπαυμένην, καὶ μόνην ἐμφήνας τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν πάσχουσαν· ἀλλὰ μόνην ὑπέδειξα θεώσεως ἀπεργαστικὴν τὴν ὑπερούσιον δύναμιν, κατὰ χάριν τῶν θεωθέντων γεγενημένην.

Καὶ μηδεὶς ὑπονοήσει τούτοις μίαν καταγγέλλεσθαι Χριστοῦ τὴν ἐνέργειαν. Οὐ γὰρ ἄνθρωπον ἀποθεωθέντα τὸν Χριστὸν καταγγέλλομεν, ἀλλὰ Θεὸν τελείως ἐνανθρωπήσαντα, καὶ τῆς οἰκείας ἀφράστου θεότητος τὴν ἄπειρον, ἀπειράκις ἀπείρως ὑπεράπειρον δι’ ἐνεργοῦς φύσει σαρκὸς νοερῶς ἐψυχωμένης ἐμφανῆ ποιησάμενον δύναμιν· ὅλον Θεὸν τὸν αὐτόν, καὶ ἄνθρωπον ἀληθῶς· ἄμφω τε φύσει τέλειον τὸν αὐτὸν καὶ πληρέστατον· καὶ πᾶν εἴ τι κατ’ ἄμφω πεφυκὸς ἀνελλιπῶς ἔχοντα πλὴν ἁμαρτίας, ἧς λόγος οὐδείς. Ὧν γὰρ αὐτὸς φύσεων ὑπόστασις ἦν, τούτων καὶ τοὺς οὐσιώδεις φυσικῶς ἐπεδέχετο λόγους.

Εἰ δὲ τοὺς οὐσιώδεις ὧν αὐτὸς ὑπόστασις ἦν, ἐπεδέχετο λόγους, καὶ φυσικὴν ἔμψυχον σαρκὸς εἰκότως εἶχεν ἐνέργειαν, ἧς οὐσιώδεις τῇ φύσει κατέσπαρται λόγος. Εἰ δὲ φυσικὴν ὡς ἄνθρωπος ἐνέργειαν εἶχεν, ἧς ὁ λόγος τῆς φύσεως ὑπῆρχε συστατικός, καὶ ὡς Θεὸς δηλονότι φυσικὴν εἶχεν ἐνέργειαν, ἧς ὁ λόγος τῆς ὑπερουσίου θεότητος ὑπῆρχεν ἐκφαντικός. Θεὸς γὰρ ὑπάρχων τέλειος, καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, καθ’ ἑκάτερον ὧν ὑπῆρχεν ὑπόστασις, φυσικῶς ἐνήργει μὴ διαιρούμενος. Εἰ δὲ καθ’ ἑκάτερον ὧν ὑπῆρχεν ὑπόστασις φυσικῶς ἐνήργει μὴ διαιρούμενος, δῆλον ὅτι μετὰ τῶν φύσεων, ὧν ὑπόστασις ἦν, καὶ τὰς οὐσιώδεις αὐτῶν καὶ συστατικὰς ἐνεργείας εἶχεν, ὧν αὐτὸς ἕνωσις ἦν· ἑαυτῷ προσφυῶς ἐνεργῶν, καὶ οἷς ἐνήργει πιστούμενος, τὴν τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ὑπῆρχεν, ἀλήθειαν.

Εἷς οὖν ἐκ δύο φύσεων ὁ Χριστός· θεότητός τε καὶ ἀνθρωπότητος· μονογενὴς Λόγος καὶ Υἱὸς καὶ Κύριος τῆς δόξης· ἐν αἷς γνωρίζεται, καὶ αἷς ἀληθῶς ὑπάρχων πιστεύεται· δύο τε φυσικὰς καὶ γενικάς, καὶ τῶν ἐξ ὧν ἦν συστατικὰς κινήσεις, ἤγουν ἐνεργείας ἔχων, ὧν ἀποτελέσματα τὰ κατὰ μέρος ἦν ἐνεργήματα· ἐξ αὐτοῦ τε προβαλλόμενα, καὶ ὑπ’ αὐτοῦ τελειούμενα, χωρὶς τομῆς τῶν ἐξ ὧν ὑπῆρχε, καὶ τῆς οἱασοῦν δίχα συγχύσεως. Οὐ γὰρ ὑπομένει τομὴν ἢ σύγχυσιν, ὁ μηδέποτε τροπαῖς ὑποκείμενος, καὶ πᾶσι τοῖς οὖσι τήν τε τοῦ εἶναι, καὶ πῶς εἶναι διαμονήν τε καὶ σύστασιν παρεχόμενος.