Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του όγδοου και ένατου κεφαλαίου: Το μυστήριο της θείας οικονομίας και η κοινή μοίρα των ανθρώπων

Σχολιασμός για την πλάνη σχετικά με την επίγεια ανταπόδοση, το αναπόφευκτο του θανάτου και την υπεροχή της σοφίας έναντι της κοσμικής ισχύος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 10

Καὶ 8. Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ᾽ αὐτῆς. Τουτέστιν, οὐχ οὕτως ἰσχυρός τις ὑπάρχει, ὥστε δύνασθαι κωλῦσαι τὴν τοῦ ἀφαιρουμένου τὴν ψυχὴν ἀγγέλου κατὰ θείαν πρόσταξιν ἐπιδημίαν, ὁμοῦ τῇ τῆς ἑαυτοῦ ψυχῆς ἀπὸ τοῦ σώματος ἐκδημίᾳ. Καὶ γὰρ οὐδέ τις τῶν ἀνθρώπων ἀποκρούσασθαί πως τὸν καιρὸν τῆς τελευτῆς δύναται· οὐδ᾽ ἔστι πρεσβεία ἐν καιρῷ τῆς ἐπὶ διαστάσει ψυχῆς καὶ σώματος μάχης, παραιτουμένη τὴν τελευτήν· οὔτε μὴν ἡ ἐπὶ τοῖς μὴ τιμῶσι τὸν θεὸν ἔργοις πρόφασις μετανοίας ῥύσεται θανάτου τὸν παρὰ τῶν τοιούτων ἔργων κατεχόμενον.

Μετανοίας γὰρ καιρὸς τῷ ἀσεβοῦντι διὰ τῶν τῆς κακίας ἔργων, οὐχ ὁ τοῦ θανάτου καιρός ἐστιν ἀλλ᾽ ὁ τῆς ζωῆς. Ὅτιπερ 9-13. Σύμπαν τοῦτο εἶδον ἐγὼ καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν· καί γε τοῦτο ματαιότης· ὅτι οὐκ ἔστι γινομένη ἀντίρρησις ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ, διὰ τοῦτο ἐπληροφορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου ἐν αὐτοῖς τοῦ ποιῆσαι τὸ πονηρόν. Ὃς ἥμαρτεν, ἐποίησε τὸ πονηρὸν ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτῶν. Ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ. Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἡμέραν ἐν σκιᾷ ὃς οὐκ ἔστι φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ.

Εἴτουν, τὰ εἰρημένα πάντα κατεσκεψάμην αὐτὸς καὶ ἔδωκα τὴν ψυχήν μου εἰς τὸ κατανοῆσαι ἅπαντα ὅσα περὶ γῆν ἐπιτηδεύει ἄνθρωπος πρὸς τὸ δυνηθῆναι βλάβην τῷ πέλας ἐπαγαγεῖν. Ἐν οἷς δ᾽ οὕτως ἐποίουν οἱ ἐν τοῖς τοιούτοις ἐπιτηδεύμασι τὸν θεὸν μὴ τιμῶντες, τεθέαμαι αὐτοὺς τῷ θανάτῳ κρυβέντας εἰς γῆν, καὶ ἐκ μὲν τοῦ ἁγίου θεοῦ διὰ τῶν τῆς κακίας ἔργων ἐμακρύνθησαν, παρὰ δὲ τῶν τὰ ἀνθρώπινα φρονούντων ἐν τῷδε τῷ κόσμῳ ἐθαυμαστώθησαν, ὅτι ἰσχυροὶ εἰς τὸ βλάψαι τοὺς πλησίον γεγόνασι, καίπερ μηδαμοῦ τῆς τοιαύτης ἰσχύος συμβαλλομένης αὐτοῖς· ὅτι δ᾽ ἐφ᾽ ἱκανὸν ἀνέχεται θεὸς καὶ συγχωρεῖ τοῖς τοιούτοις τὰ ἴδια πληροῦν καταθύμια καὶ οὐ ταχέως ἀνταποδίδωσι, διὰ τοῦτο καλὸν ἔδοξεν ἡ πονηρὰ πρᾶξις τοῖς μὴ χρηματίζουσιν υἱοῖς θεοῦ διὰ τὸ μὴ φρονεῖν τὰ τοῦ πνεύματος.

Ὅστις δ᾽ ἀπέτυχε τοῦ ὄντως καλοῦ ἐν τῷ δόξαι καλὸν τὸ κακόν, ἀπ᾽ αὐτῆς ἤδη τῆς ἐπὶ τούτῳ συγκαταθέσεως ἐπλήρωσε τὴν ἁμαρτίαν, καὶ μακρὰν τυγχάνων τῶν ἔργων αὐτῆς. Διότι αὐτὸς ἀκριβῶς ἐπίσταμαι ὅτι ὑπάρξει καλὸν τοῖς κεκτημένοις τὸν τοῦ θεοῦ φόβον, ἵνα φοβῶνται τὴν ἐνώπιον αὐτοῦ ἐπὶ τοῖς κακῶς βεβιωμένοις αἰσχύνην καὶ μηδ᾽ ὁπωσοῦν τῇ ἁμαρτίᾳ συγκατατίθωνται. Οὐ καλὸν δ᾽ ἔσται τῷ ἁμαρτωλῷ τὸ μὴ κεκτῆσθαι τὸν τοιοῦτον φόβον· οὐδὲ γὰρ καταφρονῶν οὗτος τῆς ἐπὶ ἐξετάσει τῶν ἑκάστῳ πεπραγμένων παρουσίας τοῦ θεοῦ, ἐπεκτεῖναι δυνήσεται τὸν καιρὸν τῆς παρατρεχούσης δίκην σκιᾶς ζωῆς αὐτοῦ καὶ τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον ἐκφυγεῖν. Ἀλλὰ καὶ ἑτέρα 14-16. Ἔστι ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς· ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπον ὅτι καί γε τοῦτο ματαιότης. Καὶ ἐπῄνεσα ἐγὼ σὺν τὴν εὐφροσύνην, ὅτι οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ ὑπὸ τὸν ἥλιον ὅτι εἰ μὴ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ εὐφρανθῆναι, καὶ αὐτὸ συμπροσέσται αὐτῷ ἐν μόχθῳ αὐτοῦ ἡμέρας ζωῆς αὐτοῦ, ἃς ἔδωκεν αὐτῷ ὁ θεὸς ὑπὸ τὸν ἥλιον. Ἐν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι τὴν σοφίαν καὶ τοῦ ἰδεῖν τὸν περισπασμὸν τὸν πεποιημένον ἐπὶ τῆς γῆς, ὅτι καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ὕπνον ἐν ὀφθαλμοῖς αὐτοῦ οὐκ ἔστι βλέπων.

Δηλαδή, ὑπάρχει ψευδὴς δόξα πλαττομένη παρὰ τοῖς φρονοῦσι τὰ γήϊνα· διότι ὑπάρχουσι δίκαιοι καὶ καταλαμβάνει τούτους τὰ χαλεπὰ καὶ ἀνιαρά, ὥσπερ εἰ τὰ τοῖς πονηροῖς εἰργάζοντο παραπλήσια καὶ τῆς κακίας ἕνεκεν ἐκολάζοντο, καὶ αὖθις ὑπάρχουσιν ἄδικοι καὶ καταλαμβάνει τούτους τὰ θυμήρη τε καὶ ἡδέα, ὥσπερ εἰ τὰ τοῖς δικαίοις παρόμοια διεπράττοντο καὶ ὑπὲρ ἀγαθοεργίας ἀμοιβὰς ἀπελάμβανον.

Ἐξ οὗ τοῖς μὴ φρονοῦσι πνευματικῶς τὸ ἀδίκους μὲν τοὺς δικαίους, δικαίους δὲ τοὺς ἀδίκους νομίζειν προσγίνεται· καὶ ταύτην τὴν δόξαν, μεγίστην ἀπάτην ἐθέμην ἔγωγε. Ἐντεῦθεν γὰρ ἀπατηθεὶς καὶ αὐτὸς σύμπασαν τὴν εὐφροσύνην ἐπῄνεσα, διότι οὐχ ὑπάρχει καλὸν τῷ ἀνθρώπῳ ἕτερον αἰσθήσει καταλαμβανόμενον, ἐκτὸς τῆς ἐπί τε βρώσει καὶ πόσει καὶ λοιποῖς ἡδέσιν ἀπολαύσεως, καὶ μόνον τοῦτο κέρδος συνυπάρξει τῇ ἐπὶ τοῖς ματαίοις σπουδῇ αὐτοῦ, καθ᾽ ὅσον ἂν βιώσῃ χρόνον δεδομένον αὐτῷ παρὰ θεοῦ. Ἐν οἷς δ᾽ οὕτω συνυπηγόμην ἀπάτῃ, δέδωκα τὴν ψυχήν μου ὥστε τὴν σοφίαν ἐκ τῶν ταύτης οἰκονομιῶν καὶ κριμάτων καταλαβεῖν, κατασκέψασθαι δὲ καὶ τὸν πολὺν περὶ γῆν ἀνθρώπινον κάματον, διότι οὔτ᾽ ἐν ἡμέρᾳ οὔτ᾽ ἐν νυκτὶ ὁ σπουδάζων περὶ τὰ γήϊνα τῆς τοῦ ὕπνου ἀπολαύει ἀνέσεως. Ἔνθεν τοι 17-IX, 1. Καὶ εἶδον σύμπαντα τὰ ποιήματα τοῦ θεοῦ, ὅτι οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν σὺν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἐὰν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει· καί γε ὅσα ἂν εἴπῃ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑρεῖν· ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ καρδία μου σύμπαν εἶδε τοῦτο, ὅτι οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ θεοῦ· καί γε ἀγάπην καὶ μῖσος οὐκ ἔστιν εἰδὼς ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτοῦ ματαιότης.

Ἤτοι, καὶ κατεσκεψάμην ἐντεῦθεν ἅπαντα τὰ μετὰ σοφίας κρίματα τοῦ θεοῦ καὶ τὰς ἐπὶ πᾶσιν οἰκονομίας ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι κατάληψιν· οὐδὲ γὰρ δύναται ἄνθρωπος σὺν τῷ φαινομένῳ παντὶ καὶ τοὺς ὑπὲρ τὸ φαινόμενον λόγους καταλαβεῖν, καθ᾽ οὓς πάντα τὰ καθ᾽ ἡμᾶς διεξάγει θεός. Κἂν γάρ τις πολλάκις σπουδάσῃ ἐξερευνῶν, ἀδυνατήσει τούτους καταλαβεῖν· καὶ γὰρ οὐχ ὅσα ἂν καταλαβεῖν σοφὸς βουληθῇ, τοσαῦτα καὶ δυνηθῇ· ὅτι ἅπασαν τὴν ἔρευναν τῶν θείων κριμάτων τῇ ψυχῇ μου ἐπέτρεψα, καὶ μόνον τοῦτο αὕτη πάντῃ κατείληφε, τὸ τοὺς δικαίους καὶ τοὺς σοφοὺς καὶ τὰ τούτων ἔργα κεκρύφθαι παρὰ τῇ παντουργῷ θείᾳ δυνάμει, τῷ εἰδότι πάντως καὶ τὰ ἀφανῆ τῶν καρδιῶν κινήματα μονογενεῖ τοῦ θεοῦ λόγῳ, καὶ ἑκάστῳ κατὰ μὲν τὸ παρὸν τὰ πρὸς τὸ συμφέρον οἰκονομοῦντι, κατὰ δὲ τὸ μέλλον τὰ κατ᾽ ἀξίαν ἀποδιδόντι. Καὶ γάρ, τίνα μὲν θεὸς προσίεται, τίνα δὲ ἀποστρέφεται, οὐχ ὑπάρχει ἀκριβῶς ἐπιστάμενος ἄνθρωπος, ὅτι ἐνώπιον τούτου τὸ ἐπὶ πᾶσιν ἀκριβὲς κεκάλυπται ἀδηλίᾳ, ἣν ἀντὶ τῆς ματαιότητος ἐκδέδωκε Σύμμαχος. Ἐπειδὴ 2-41. Ἐν τοῖς πᾶσι συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὣς ὁ ἁμαρτάνων· ὡς ὁ ὀμνύων, ὣς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι.

Καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς.

Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; Τουτέστι, σύγχυσις πάντων ἐπικρατεῖ, ὅτι τὰ ἀκούσια συμπτώματα ὁμοίως ἀπαντῶσι τῷ τε προκρίνοντι τῶν προσκαίρων τὰ αἰώνια καὶ τῷ τὰ ἐναντία αἱρουμένῳ, τῷ ἀρετὴν καὶ τῷ κακίαν ἐργαζομένῳ, τῷ ἀπηλλαγμένῳ τῶν ἐμπαθῶν λογισμῶν καὶ τῷ τούτοις μεμολυσμένῳ, καὶ τῷ ἔργοις μετανοίας ἐξιλεουμένῳ θεὸν καὶ τῷ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασιν ἀμετανοήτῳ μέχρι παντός. Ὅ τε γὰρ δίκαιος καὶ ὁ ἄδικος, καὶ ὁ ἐπίορκος καὶ ὁ τὸν ὅρκον τέλεον ἐκτρεπόμενος, ὡσαύτως τοῖς ἀβουλήτοις περιπίπτουσιν· ἐξ οὗ οἱ ἀνόητοι πάντων τῶν περὶ γῆν ἔργων καταγινώσκουσιν, εἴτ᾽ ἀγαθὰ ταῦτα εἶεν εἴτε μὴν ἐναντία. Κἀντεῦθεν ἡ ψυχὴ τῶν μὴ τὰ τῆς πνευματικῆς, ἀλλὰ τὰ τῆς σαρκικῆς φρονούντων γενέσεως, ἐπλήσθη κακίας· ἔν τε γὰρ τῇ παρούσῃ τούτων ζωῇ, μηδὲν διαφέρειν οἰομένη τοῦ ἀδίκου τὸν δίκαιον, τῇ ἀλογίστῳ ἐπιθυμίᾳ τῶν προσκαίρων περιτρέπεται, καὶ μετὰ θάνατον πάσης ἀγαθῆς ἐλπίδος ἐστέρηται, ὡς ἐν ζωῇ ἐπὶ τοῖς τεθνεῶσιν ἀνάστασίν τε καὶ κρίσιν μὴ προσδοκήσασα. Διότι οὐχ ὑπάρχει τις τῶν μόνης τῆς κάτω γεννήσεως ἀντιποιουμένων, ὅστις θανὼν συμμετέχει εἴτε τοῖς κατὰ σάρκα ζῶσι τῶν ταύτης ἡδέων, εἴτε τοῖς κατὰ πνεῦμα τῆς ἐν ἐλπίσι τῶν θείων ἐπαγγελιῶν εὐφροσύνης. Τοῖς γὰρ οὕτω φρονοῦσιν 42-6. Ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα.

Οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται, καὶ οἱ νεκροὶ οὔκ εἰσι γινώσκοντες οὐδέν· καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθός, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν· καί γε ἀγάπη αὐτῶν καί γε μῖσος αὐτῶν καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο, καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον.

Ἤγουν, ὑπάρχει ἐξ ἀπάτης προσδοκία τοῖς μὴ φρονοῦσι τὰ τοῦ πνεύματος, ὅτι ὁ πρὸς πᾶσαν κακίαν λυττῶν ἐν ζωῇ αὐτοῦ προτιμητέος ἐστὶ τοῦ τετελευτηκότος, κἂν τὸ ἀρχικόν τε καὶ βασιλικὸν οὗτος τοῖς ἀλόγοις πάθεσιν οὐ προδέδωκε. Καὶ ὡς οἱ ἔτι περιόντες τῷ βίῳ οὐδ᾽ ὅτι τεθνήξονται ἀγνοήσουσιν, οἱ δ᾽ ὑπεκστάντες τῶν τῇδε πάσης ἐστέρηνται γνώσεως· καὶ ὑπὲρ τῆς μὴ ὑποπιπτούσης τοῖς πάθεσιν ἐν ζωῇ αὐτῶν ἀνδρείας, οὐδεμία τούτοις ἀμοιβὴ πρόκειται, διότι λήθης βυθοῖς κεκάλυπται τὸ τούτων μνημόσυνον· καὶ ἡ περὶ τὸ ἀγαθὸν διάθεσις αὐτῶν καὶ ἡ περὶ τὸ κακὸν ἀποστροφὴ καὶ ὁ ὑπὲρ τῆς ἀληθείας ζῆλος τῷ θανάτῳ ἠφάνισται, καὶ οὐδὲ μετουσία τις ἔτι τούτοις κατὰ πάντα τὸν παρόντα αἰῶνα τῶν περὶ γῆν ἡδέων ἐστί, κἀντεῦθεν οἱ οὕτως ἠπατημένοι, ἑαυτοὺς πρὸς πᾶσαν ἀπόλαυσιν τῶν προσκαίρων ἐκκαλοῦνται φάσκοντες· 7-10. Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι εὐδόκησεν ὁ θεὸς τὰ ποιήματά σου. Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά, καὶ ἔλαιον ἐπὶ κεφαλῆς σου μὴ ὑστερησάτω. Καὶ ἴδε ζωὴν μετὰ γυναικὸς ἧς ἠγάπησας, πάσας τὰς ἡμέρας ζωῆς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον, ὅτι αὐτὸ μερίς σου ἐν τῇ ζωῇ σου καὶ ἐν τῷ μόχθῳ σου ᾧ σὺ μοχθεῖς ὑπὸ τὸν ἥλιον.

Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ.

Δηλονότι, ἐλθὲ τῶν παρὰ σοὶ κατατρύφησον, βρώσεώς τε καὶ πόσεως δαψιλῶς ἐπαπολαύων ἐν ἡδονῇ καὶ διαχύσει ψυχῆς, ὅτι ἠθέλησεν ὁ θεὸς διὰ πάσης σου τῆς σπουδῆς κτήσασθαί σε ταῦτα πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον. Ἀεί σου οἱ χιτῶνες καθαροὶ ἔστωσαν καὶ λαμπροί, καὶ μύρου εὐώδους χρῖσις μὴ ἐλλιπὴς ἔστω τῇ κεφαλῇ σου. Καὶ γνῶθι ζωὴν ἀπολαυστικὴν μετὰ γυναικὸς ταύτης κἀκείνης ἧς ἂν ἠράσθης, παρὰ πᾶσαν τὴν δεδομένην σοι παρὰ θεοῦ χρονικὴν ζωήν, ἣν εἰ μὴ τῶν ἡδέων ἐπαπολαύεις, εἰκῇ διεξέρχῃ, ὅτι ἀπόλαυσις ἡδονῆς τὸ κέρδος σου ἐν τῇ παρούσῃ βιοτῇ καὶ τῇ σπουδῇ ἣν ἂν σπουδάζῃς περὶ τὰ γήϊνά τε καὶ πρόσκαιρα. Πράττε δὲ κατὰ πᾶσαν ἄδειαν πάντα ὅσα ἂν τῶν βουλητῶν σοι δεδύνησαι πρᾶξαι, διότι μετὰ θάνατόν σου οὔτε τι πράξεις τῶν νῦν σοι καταθυμίων, οὔθ᾽ ὅλως διαλογίσῃ, οὔτε μὴν γνῶσιν καὶ ἐπιστήμην τινὸς πράγματος ἕξεις πρὸς ἀφάνειαν ἀπιών. Ταῦτα τὰ τῶν ἠπατημένων διανοήματα, ἃ κατιδὼν 11-12. Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τοῖς σοφοῖς ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ συνάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.

Καί γε οὐκ ἔγνω ἄνθρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι, ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου εἰς καιρὸν πονηρόν, ὅταν ἐπιπέσῃ αὐτοῖς ἄφνω.

Εἴτουν, μετηνέχθην ἀπὸ τοῦ κατανοεῖν τοὺς διαλογισμοὺς τῶν μήτι φρονούντων καλόν, καὶ ἐθεώρησα ἐν τῇδε τῇ βιοτῇ ὡς οὐ τοῖς ἐλαφροῖς καὶ πρὸς δρόμον ἐπιτηδείοις ἐξ ἀνάγκης καὶ τὸ νικᾶν ἐν δρόμῳ προσγίνεται, οὐδὲ τοῖς ἰσχυροῖς πρὸς πόλεμον τὸ καταβάλλειν τὸν ἀντικείμενον, προσέτι οὐδὲ τοῖς ἐπιστήμοσιν ἡ περὶ τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν αὐτάρκεια, οὔτε τοῖς εὔφροσιν ἡ τῶν χρημάτων δαψίλεια, οὔτε τοῖς γνωστικοῖς τῆς διδασκαλίας ἡ χάρις, διότι πᾶσι τούτοις, οἰκονομίᾳ θείᾳ καὶ κρίσει ἐστὶν ὅτε ἀπαντήσει καιρὸς ἐναντίος καὶ ἀβούλητον σύμπτωμα, καὶ τοῦ σπουδαζομένου τέλους ἑκάστῳ τούτων ἀποτυχίαν ἐργάσεται. Ἀγνοήσει δὲ ἄνθρωπος καὶ τὸν καιρὸν τῶν ἀπροσδοκήτως ἐπισυμβησομένων αὐτῷ, παραπλησίως ἰχθύσιν ἀγρευομένοις ἐν δικτύῳ πρὸς στέρησιν τούτους ἐφελκομένῳ ζωῆς καὶ πετεινοῖς ἁλωτοῖς γινομένοις παγίδι.

Ὥσπερ γὰρ τὰ τοιαῦτα ἀπροόπτως πεφύκασιν ἐμπίπτειν εἰς θήρατρα, οὕτω δὴ καὶ οἱ ἐκ τοῦ χοϊκοῦ Ἀδὰμ καταγόμενοι ἀβουλήτοις περιπίπτουσιν, ὅταν ἐναντίος καιρὸς αἰφνιδίως καταλάβῃ αὐτούς. Πρὸς δὲ τοῖς εἰρημένοις 13-15. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρός με· πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ᾽ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσει αὐτὴν καὶ οἰκοδομήσει χάρακας μεγάλους ἐπ᾽ αὐτήν· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφόν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου.

Τουτέστι, καὶ δὴ τοιαύτην ἔγνων σοφίαν ἐν τῷδε τῷ κόσμῳ, ἣ καὶ μεγίστη κατ᾽ ἐμὴν κρίσιν ἐστίν· οἷον, ὑπάρχει τις πόλις βραχυτάτη καὶ ὀλιγάνθρωπος, καθ᾽ ἧς ἐλεύσεται μὲν βασιλεὺς πολὺς τὰ ὅπλα καὶ τὰ στρατεύματα, καὶ ταύτην περικυκλώσει καὶ τάφρους βαθείας ὀρύξει περὶ αὐτήν, ὥστε μή τινα τῶν ἐν τῇ πόλει δυνηθῆναι διαφυγεῖν· ἀποκρουσθήσεται δὲ ἐντυχὼν ἐν τῇ τοιαύτῃ πόλει ἀνδρὶ εὐτελεῖ μὲν κατά τε γένος καὶ περιουσίαν, σοφωτάτῳ δέ, ὃς περιφυλάξει τὴν τοιαύτην πόλιν ταῖς συνετωτάταις αὐτοῦ ἐπινοίαις καὶ συμβουλαῖς, οὗ πάντες πρὸ τῆς ἀνάγκης ὡς πένητος κατεφρόνουν καὶ οὐδὲ μνήμης ἠξίουν αὐτόν.

Ταῦτα τεθέαμαι 16 - X, 3. Καὶ εἶπα ἐγώ· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν, καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύνῃ. Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου· καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν, μυῖαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύσματος. Τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης. Καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ· καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καὶ καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν.

Ἤτοι, καὶ προέκρινα αὐτὸς τῆς παμπληθοῦς ἰσχύος τῶν βασιλικῶν στρατευμάτων τὴν ἀποκρουσαμένην αὐτὰ καὶ τὴν πόλιν διασωσαμένην σοφίαν, κἂν ἐν τῷ τῆς ἀδείας καιρῷ καταπεφρόνητο διὰ τὴν πενίαν τοῦ κεκτημένου αὐτήν, μή τινος παραδεχομένου τοὺς λόγους αὐτοῦ. Ἀνάγκης γὰρ κατεπειγούσης, ῥήματα σοφῶν, ἠρέμα καὶ μετ᾽ ἀνέσεως προφερόμενα, μᾶλλον ἀκούονται, τὰ λυσιτελῆ ἐκπεραίνοντα, ἢ αἱ μεγαλοφωνίαι τῶν δυναστευόντων ἀφρόνως, μηδέν τι χρήσιμον ἀπαγγέλλουσαι. Ἀλλὰ καὶ τῶν πολεμικῶν ὅπλων κρείττων σοφία κατ᾽ εὐμέθοδον φυλακήν τε τοῦ κεκτημένου αὐτὴν καὶ ἄμυναν τῶν τούτου ἐχθρῶν· καὶ εἷς ἐν τῷ μὴ ταύτην κεκτῆσθαι ἀποτυγχάνων τοῦ δέοντος, πολλοὺς ἀγαθοὺς ἑαυτῷ συναπόλλυσι, καθάπερ καὶ μυῖαι μύρῳ ἐναποπνιγεῖσαι, πλείστης ἀηδίας πληροῦσιν αὐτό. Τιμιωτέρα λοιπὸν ἀπόμοιρά τις βραχεῖα σοφίας, δόξης ἀφρόνων πολλῆς. Καὶ γὰρ ἡ ψυχὴ τοῦ μὲν σοφοῦ πρὸς ἅπαν καλὸν αὐτὸν ὁδηγεῖ, τοῦ δ᾽ ἄφρονος πρὸς ἅπαν κακόν, ἐπειδὴ τόνδε τὸν βίον διεξερχομένου τοῦ ἄφρονος, ἡ ψυχὴ αὐτοῦ παντὸς ἐνδεὴς ἔσται καλοῦ, ὅτι πάντα ὅσα ἂν οὗτος διαλογίσηται, ἀφροσύνης πεπλήρωνται. Σὺ δὲ 4. Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.