Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του έβδομου κεφαλαίου: Το πνευματικό πένθος, η μακροθυμία και το μέτρο της δικαιοσύνης

Αναφορά στην ωφέλεια του καλού ονόματος έναντι των απολαύσεων, στην αποφυγή του θυμού, στην αρχική ευθύτητα του ανθρώπου και στην υπομονή απέναντι στις επικρίσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 10

Ἤτοι, κρεῖττόν ἐστι καταλιπεῖν τινα δι᾽ ἐναρέτου πολιτείας ὄνομα καλόν, πρὸς μίμησιν τοὺς ἀκούοντας ἐφελκόμενον, ὑπὲρ οἶκτον εὐσπλαγχνίας, ὃν τοῖς κακῶς βιώσασιν οἱ συμπαθεῖς κατὰ τὸν θάνατον ἀπονέμουσιν. Ἀλλὰ καὶ ἡ τοῦ θανάτου ἡμέρα κρείττων ἐστὶ τῆς ἡμέρας τῆς τοῦ ἀνθρώπου γενέσεως, ὅτι ἡ μὲν καθ᾽ ἡδονὴν γένεσις ἁμαρτία καὶ ἁμαρτίας ἀρχή, ἡ δὲ κατ᾽ ὀδύνην φθορὰ καὶ ὁ θάνατος τέλος καὶ ἀναίρεσις ἁμαρτίας. Καὶ κρεῖττον τὸ παραγενέσθαι εἰς οἰκίαν πενθούντων ἢ μεθυόντων, διότι παντὸς ἀνθρώπου ὥσπερ εὐφρόσυνος ἡ τῆς γεννήσεως ἡμέρα, οὕτω θλιβερὰ ἡ τοῦ θανάτου, ὃς κοινὸν πάντων τέλος ἐστί. Καὶ ὁ ζῶν, τὸν τελευτῶντα ὁρῶν, φρονήσει καλῶς, καταγνούς τε τῶν προσκαίρων καὶ ποθήσας τὰ μένοντα. Πρὸς τούτοις δὲ 3-81. Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων, ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων. Καί γε τοῦτο ματαιότης, ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπολλύει τὴν καρδίαν εὐτονίας αὐτοῦ. Ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτῶν.

Πάντως, καλλίων ἐστὶν ἔμφρων κατὰ τῆς ἁμαρτίας ὀργὴ ὑπὲρ ἄσεμνον καὶ ἀκρατῆ γέλωτα, διότι ἐν αὐστηρᾷ διαθέσει προσώπου διορθοῦται ψυχή, ἀποβαλομένη μὲν κακίαν, κτησαμένη δὲ ἀρετήν. Καὶ αἱ τῶν σοφῶν ψυχαί, ἐν σαρκὶ διὰ τὸ ταύτης φθαρτὸν ὡς ἐν οἰκίᾳ πένθους οἰκοῦσαι, σκυθρωπάζουσί τε ἀεὶ καὶ ἀπὸ πάσης κακίας συστέλλονται· αἱ δὲ τῶν ἀφρόνων, ὡς ἐν οἰκίᾳ εὐφροσύνης ποιούμεναι τὴν οἴκησιν ἐν σαρκί, ταῖς ταύτης ἡδοναῖς διαχέονται. Εὐκταιότερον οὖν ἐπίπληξιν ἑνὸς σοφοῦ δέξασθαί τινα ἢ ὅλου χοροῦ ἀνθρώπων ἀσυνέτων ᾀδόντων γίνεσθαι ἀκροατήν, διότι τῶν τοιούτων ἀνθρώπων ὁ γέλως ἀκανθῶν πολλῶν λάβρῳ πυρὶ καιομένων ἤχῳ μετὰ καπνοῦ ἐκφερομένῳ προσέοικε, τά τε ὦτα καταβομβῶν τῇ ἐξηχήσει τοῦ καγχασμοῦ καὶ τὴν ὄψιν ἀηδίας πληρῶν τῷ ἀπρεπεῖ τοῦ σώματος λυγισμῷ. Ἀλλὰ καὶ τοῦτο οὐκ ἔστι καλόν, ὅτι καὶ σοφὸν ἡ κατηγορία τῆς ἔνδον γαλήνης μετακινεῖ καὶ διακόπτει πολλάκις τὴν τούτου ψυχὴν ἀπὸ τῆς ἀγαθῆς τῶν ἀβουλήτων ὑπομονῆς, φέρουσαν δυσχερῶς τῆς συκοφαντίας τὸ βάρος. Λόγοι δὲ παυόμενοι μᾶλλον ἢ ἀρχόμενοι ἐπαινετέοι, διότι κινούμενοι μὲν συγκαταβαίνουσι τῇ αἰσθήσει, ῥήμασί τε καὶ γράμμασι παχυνόμενοι, καταπαύοντες δὲ ὑψοῦνται πρὸς νοῦν, τῇ ἐν πνεύματι θεωρίᾳ λεπτυνόμενοι.

Ἔτι δὲ 82-12. Ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύμα τι. Μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύεται. Μὴ εἴπῃς· «τί ἐγένετο ὅτι ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας;» ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου. Ἀγαθὴ σοφία μετὰ κληροδοσίας καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον, ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ᾽ αὐτῆς.

Ἤγουν, καλὸν μακρόθυμος, ὅτι πολὺς ἐν φρονήσει, μήτι κατὰ μικροψυχίαν ποιῶν ἢ προφέρων ῥῆμα παράλογον· οὐ καλὸν δ᾽ ὑψηλόφρων, ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ὡς μὴ τὰ τούτου φρονοῦσιν ἀντιπράττων αὐτοῖς. Μὴ οὖν ἐξ ἑτοίμου κινείσθω σου ἡ ψυχὴ πρὸς ὀργήν, εἰ καὶ ὑποκρίνῃ αὐτήν, ὥστ᾽ ἐν σκυθρωπότητι προσώπου ἀναστέλλειν τὴν πρὸς ἁμαρτίαν ὁρμὴν τῶν πολλῶν, διότι τῶν ἀσυνέτων ἔνδον, ἀλλ᾽ οὐ τῶν σοφῶν ἐγκατοικεῖ ὁ θυμός.

Μηδ᾽ ἐρεῖς· «τί τὸ αἴτιον γέγονεν ὅτι ὑπῆρχον αἱ παρῳχηκυῖαι ἡμέραι κρείττους τῶν παρουσῶν;» διὰ τὴν τότε ἴσως ἄνεσιν καὶ τρυφήν, διότι οὐ συνετή σου ἡ ἐρώτησις αὕτη. Ὁ γὰρ μετὰ γνώσεως τὰς ἀρετὰς μετερχόμενος ἡμερῶν οὐκ οἶδε διαφοράν, ἀκριβῶς εἰδὼς ὅτι πάντα πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομεῖται παρὰ θεοῦ, καὶ διὰ τοῦτο ἐν μὲν εὐπραγίαις ἐγκρατείᾳ, ἐν δὲ δυσπραγίαις ὑπομονῇ εὐχαρίστῳ συζῶν. Καλὴ δὲ σοφία μετὰ δικαιοσύνης τῆς ἀπονεμούσης ἑκάστῃ τε ψυχῆς δυνάμει καὶ σώματος αἰσθήσει τὸ πρόσφορον, καὶ τοῦτο κέρδος τοῖς παραχθεῖσιν εἰς φῶς, διότι ἡ σοφία ἐν τῇ λαμπρότητι τῶν ἔργων τῆς δικαιοσύνης καθαρὰ καὶ ἀκίβδηλος δείκνυται, ὡς στιλπνότης ἀργυρίου, καὶ ἡ δαψιλὴς τῆς σοφίας γνῶσις τὴν αἰώνιον παρέξει ζωὴν τῷ κεκτημένῳ αὐτήν. Μεθ᾽ ἦς σοφίας 13-14. Ἴδε τὰ ποιήματα τοῦ θεοῦ, ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι; Ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτὸν ἐν ἡμέρᾳ ἀγαθωσύνης αὐτοῦ. Ζῆθι ἐν ἀγαθῷ καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε καί γε τοῦτο, σύμφωνον τούτῳ ἐποίησεν ὁ θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν.

Δηλαδή, κατανόησον· τίς ἐστιν ὃς ἰσχύσει κόσμον τινὰ περιθεῖναι τοῖς ποιήμασι τοῦ θεοῦ, ἅπερ κατεκρίθησαν τὴν τῆς φθορᾶς ἀκοσμίαν διὰ τὴν ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου παράβασιν; Πάντως ὃν ἂν ὁ θεὸς ἐπιστρέψῃ, βουλόμενον καὶ αὐτόν, ἀπὸ τῆς πρὸς κακίαν ὁδοῦ ἐν τῷ τῆς ἀγαθοεργίας τούτου καιρῷ, ὅς ἐστιν ἡ παροῦσα ζωή. Ζῆσον τοίνυν ἐν τῇ τὰ πάντα κοσμούσῃ ἀρετῇ καὶ γεῦσαι κατὰ πεῖραν αὐτῆς ἐν τῇ παρούσῃ βιοτῇ, ἥτις ἡμέρα κακίας διὰ τὴν τῆς θείας ἐντολῆς παράβασιν γέγονε. Καὶ δὴ γνῶθι ὡς τὴν παροῦσαν ζωὴν ὁμοίως πρὸς ἀρετὴν καὶ κακίαν ὑποκειμένην κατὰ τὴν χρῆσιν τῇ προαιρέσει ἡμῶν πεποίηκεν ὁ θεός, ὥστ᾽ ἀριδήλως ἀναγγέλλεσθαι τὴν ἑκάστου διάθεσιν ὁποία ἐστίν, εἴτ᾽ ἀγαθὴ εἴτε μὴν ἐναντία, ὅπως ἂν μὴ ἕξει αἰτίαμά τι προσάψαι τῇ δικαιοκρισίᾳ τοῦ θεοῦ ὁ κατακρινόμενος ἄνθρωπος μετὰ τὸ ἐκστῆναι τῆς παρούσης ζωῆς καὶ παραστῆναι ἐπὶ τοῦ φοβεροῦ βήματος. Τοιγαροῦν 15-20. Σύμπαντα εἶδον ἐν ἡμέραις ματαιότητός μου· ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς· μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.

Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα. Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει, ὅτι ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσει.

Εἴτουν, ἅπαντα κατενόησα ἐν ταῖς τῆς παρούσης ζωῆς μου ἡμέραις, ἐν αἷς ἀνονήτως περὶ τὰ ἀλυσιτελῆ πεπόνηκα. Καὶ εὗρον δίκαιον ἀπολλύμενον, τὸν καθ᾽ ὑπερβολὴν τῆς ἀρετῆς τὸ δίκαιον δοκοῦντα ἐργάζεσθαι, ὃς τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητῶν καὶ τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑποτασσόμενος, τήν τε σάρκα δαπανᾷ ταῖς ἀνονήτοις κακοπαθείαις καὶ τὴν ψυχὴν δι᾽ ὑπερηφανίας ἀπόλλυσιν. Εὗρον δὲ πάλιν ἕτερον ἔργοις δικαιοσύνης τὸν θεὸν μὴ τιμῶντα, ἀλλ᾽ ἐμμένοντα τῇ κατ᾽ ἔλλειψιν τῆς ἀρετῆς κακίᾳ καὶ μακροβιοῦντα συγχωρήσει θεοῦ, ἵν᾽ ἐν τῇ ζωῇ αὐτοῦ τὰ ἀγαθὰ αὐτοῦ ἀπολάβῃ. Χείρων οὖν ἐκεῖνος καὶ τούτου. Διὸ μὴ ἔσο δίκαιος τοῦ δικαίου ἐπέκεινα, μηδ᾽ ἔξω τῆς σοφίας κατασοφίζου ἑαυτοῦ, ὅπως μὴ τοῦ καθεστηκότος ἐκστῇς καὶ θεοῦ ἀποστῇς. Μήτ᾽ οὖν ὑπὲρ τὴν χρείαν δουλεύσῃς τῇ σαρκὶ εἰς ἐπιθυμίας, κἀντεῦθεν ὡς θεὸν τὴν κτίσιν παραγνωρίσας, λατρεύσῃς ταύτῃ παρὰ τὸν κτίσαντα· μήτ᾽ ἀκαμπὴς ἔσο πάντῃ καὶ ἀνοικονόμητος, ὡς μὴ τοῦ σώματος ὅλως ἐπιστρεφόμενος καὶ πρὸς σύστασιν αὐτοῦ προνοούμενος, ὅπως μὴ ταχὺ θάνατος γένῃ σεαυτὸν ἀνελὼν ἐκ τοῦ μὴ τῆς δούλης προνοεῖσθαι σαρκός.

Καλὸν γὰρ τὸ ἐπιμελεῖσθαι ταύτης πρὸς σύστασιν, ὥστε συνεργὸν ἔχειν αὐτὴν πρὸς ἐργασίαν τῆς ἀρετῆς, πλὴν μὴ ἐντεῦθεν αἰσχραῖς ἐπιθυμίαις ἀκολασίας μολύνῃς τῆς ψυχῆς σου τὸ πρακτικόν, διότι ὁ τὸν φόβον ἔχων τοῦ θεοῦ πᾶσαν κακίαν ἐκφεύξεται, ὑπάρχουσαν κατ᾽ ἔλλειψιν ἀρετῆς καὶ ὑπερβολήν. Ἡ γὰρ σοφία, ἦς ἀρχὴ ὁ τοῦ κυρίου φόβος, τῷ κτησαμένῳ τοῦτον ὀρέξει βοήθειαν εἰς τὸ ῥυσθῆναι πάσης ἁμαρτίας πλέον τῶν πέντε τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων, ἐν αἷς ἐξουσίαν ἔχει ὁ ἄνθρωπος ἐνεργεῖν ὡς βουλητὸν αὐτῷ κατὰ τὸ νοεῖν καὶ αἰσθάνεσθαι ἐν πάσῃ τῇ κτίσει, ἐφ᾽ ᾗ περιπολεῖν ἐτάχθη παρὰ θεοῦ, διότι ἄνθρωπος ψιλὸς οὐκ ἔστιν ἐπὶ γῆς τοσοῦτον δικαιοπραγῶν, ὥστε πᾶσαν ἐργάσασθαι ἀρετὴν καὶ μηδοπωσοῦν ἀποτυχεῖν τοῦ ἀγαθοῦ, εἰ μὴ θεὸς αὐτῷ βοηθήσει διὰ τοῦ χαρίσματος τοῦ φόβου καὶ ἀπὸ τοῦ ῥύπου καθάρῃ τῆς ἁμαρτίας. 21-22. Καί γε εἰς πάντας λόγους οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃ τοῦ δούλου σου καταρωμένου σε· ὅτι πλειστάκις πονηρεύεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι καί γε ὡς σὺ κατηράσω ἑτέρους.

Τουτέστι, καὶ δὴ μὴ δώσεις τὴν ψυχήν σου εἰς τὸ προσέχειν πᾶσι τοῖς λαλουμένοις παρ᾽ ἀνθρώπων ὀλιγοψύχων, οἳ ἰσχυρῶς ὑπάρχοντες ἄφρονες ἀσεβεῖς εἰσιν, ὡς μηδὲ θεὸν εἶναι ἐκ μικροψυχίας διαλογιζόμενοι. Λόγοις δὲ τούτων μόνοις πρόσεχε πάντως, οἷς βλαβήσῃ εἰ μὴ παραφυλάξῃ, ὥστε τὰς παρ᾽ αὐτῶν κατὰ σοῦ μελέτας ἐκφυγεῖν σὺν θεῷ, ἵνα μὴ φιλοπραγμονῶν καὶ τοὺς εἰκῇ χεομένους λόγους ἀκούσῃς καὶ τοῦ δούλου σου ἐν τῷ ὁπωσοῦν παρὰ σοῦ κακωθῆναι καταρωμένου σοι, κἀντεῦθεν ὀδυνηθῇς ὑπ᾽ αὐτοῦ πολλὰ τὴν ψυχήν, καὶ πολλαχῶς αὕτη κατενεχθῇ εἰς θυμόν, διανοουμένη τρόπους ἀμύνης κατὰ τοῦ δούλου πολλούς. Οὐ χρὴ δέ σε τοῦτο ποιεῖν, διότι ἐὰν καλῶς ἐξετάσῃς τὰ κατὰ σέ, καὶ σεαυτὸν εὑρήσεις καταρασάμενον ἴσως ποτὲ τοῖς λυπήσασιν. Ὅθεν δέον σε ἐπὶ τοῖς ἀνθρωπίνοις συγγνωμονεῖν ὀλισθήμασιν, ἵνα καὶ αὐτὸς ἐφ᾽ οἷς ὠλίσθησας συγγνώμης τύχῃς παρὰ θεοῦ. Ἔγωγε τοίνυν 23-26. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· «σοφισθήσομαι», καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾽ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν; Ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ ψῆφον, καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν. Καὶ εὑρίσκω ἐγὼ αὐτὴν πικροτέραν ὑπὲρ θάνατον σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα, καὶ σαγήνη καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς.

Ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ᾽ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.

Ἤτοι, ἅπαντα ταῦτα μετὰ τῆς παρὰ θεοῦ δοθείσης μοι σοφίας ἐξήτασα. Διενοησάμην γὰρ τὸ ἀνεξιχνίαστον τῆς σοφίας καταλαβεῖν πέλαγος, καὶ πορρωτέρω κατὰ πολὺ τῆς ἐμῆς καταλήψεως τὸ μῆκος ἐθεασάμην αὐτῆς, ὡς μήτ᾽ ἀρχὴν μήτε τέλος ἐχούσης διὰ τὸ ἄπειρον, καὶ τῶν κριμάτων αὐτῆς τὸ βάθος πάλιν εὗρον ἀνεξερεύνητον· οὐδεὶς λοιπόν ἐστιν ὁ ταύτην καταληψόμενος. Διεξῆλθόν τε καὶ τὸ ἐν τῇ ποικίλῃ τῶν ὄντων θεωρίᾳ πλάτος αὐτῆς, ὥστε κυκλικῶς κατὰ νοῦν γνῶναι ἀρχὴν καὶ τέλος πάντων αὐτήν, καὶ μεταβατικῶς ὡς ἐκ συμβόλων πρὸς ἀλήθειαν κατὰ λόγον ἐξετάσαι ἐκ τῆς τῶν ὅλων φύσεως τὴν περὶ πάντα πρόνοιαν αὐτῆς, ᾗ τὰ πάντα συνέχεται, καὶ κατ᾽ αἴσθησιν διῶξαι τὴν ἐκ τῆς πείρας ἐπιστημονικὴν τῶν πραγμάτων διάκρισιν, ἔτι καταλαβεῖν καὶ τοῦ μὴ δι᾽ ἀγαθῶν ἔργων τιμῶντος θεὸν τήν τε ἄνοιαν καὶ περὶ τὰ μάταια ὄχλησιν καὶ ἀπὸ τοῦ ἀγαθοῦ πρὸς τὸ ἐναντίον περιτροπήν. Καὶ κατανοῶ ταύτην ἐγὼ θανάτου ἀηδεστέραν, ὡς ψυχὴν ὀλοθρεύουσαν ὁμοίως τῇ θηρευούσῃ γυναικὶ τοὺς μὴ σώφρονας, ἧς ἡ ψυχὴ πολλαῖς τούτους σατανικαῖς ἐπινοίαις ἀγρεύει· δεσμεύουσι γὰρ εἰς ἐπιθυμίαν τοὺς ἀσυνέτους τὰ πρὸς ἀπατηλὸν κάλλος ἐπιτηδεύματα τῶν ταύτης χειρῶν.

Ὁ γοῦν ἐνώπιον θεοῦ διὰ τὸ μηδὲ κατὰ διάνοιαν ὅλως ἀκολασταίνειν σωφρονῶν τῶν ταύτης βρόχων ῥυσθήσεται, ὁ δὲ διαμαρτάνων τῆς σωφροσύνης συσχεθήσεται τῷ ἐπὶ τῇ τοιαύτῃ γυναικὶ αἰσχρῷ ἔρωτι. 27-VIII, 1. Ἴδε τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής, μιᾷ τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν ὃν ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον. Καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον, καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον. Πλὴν ἴδε τοῦτο εὗρον· ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Τίς οἶδε σοφούς; Καὶ τίς οἶδε λύσιν ῥήματος; Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηθήσεται.

Δηλονότι, ὅρα τοῦτό ἐστιν ὅπερ κατέλαβον, ἔφη ὁ πάντα ἐπισυνάγων πρὸς ἐξέτασιν λόγος· τὰς γυναῖκας κατὰ μίαν ἐρευνῶν, πάνυ σπάνιον ἔγνων τὸ καλὸν ἐν αὐταῖς· βραχὺ μὲν γὰρ τοῦτο καὶ ἐν ἀνδράσι, πολλῷ δ᾽ ἐν γυναιξὶ βραχύτερον, ὥστ᾽ ἐν μὲν χιλίοις ἀνδράσιν ἔστιν εὑρεῖν μόλις ἕνα καλόν, ἐν δὲ τοσαύταις γυναιξὶν οὐκ ἔστι. Πλὴν γνῶθι τί ἐν ἀνδρί τε καὶ γυναικὶ κατέλαβον εἰργασμένον παρὰ θεοῦ· ἅμα τῷ ἀπαρεγκλίτως φρονοῦντι ἀνδρὶ συνεργάτιν τοῦ ἀγαθοῦ καὶ τὴν γυναῖκα παρήγαγεν ὁ θεός. Οὗτοι δ᾽ ἁπλῶς τῷ θείῳ μὴ πιστεύσαντες λόγῳ εἰς πολλοὺς καὶ ποικίλους ἐχώρησαν λογισμούς, καὶ ἀπὸ τοῦ εὐθέος ἐξέκλιναν, ταῖς ὑποθήκαις τοῦ πονηροῦ τὴν θείαν ἐντολὴν παραβάντες, καὶ ἐντεῦθεν καθ᾽ ἑαυτῶν ἐσοφίσαντο. Ποῖος λοιπόν ἐστιν ὁ διακρίνων ἐπιδημίαν τῶν ὄντως σοφῶν ἁγίων ἀγγέλων, ὃς τὸν σκότος ὄντα καὶ φῶς ὑποκρινόμενον οὐκ ἀγνοήσει ἐπιβουλεύοντα; Καὶ ποῖος ἐπίσταται ἑρμηνείαν ἀσαφοῦς ῥήματος, ἵνα μὴ ἀπὸ δεξιᾶς κλαπῇ ταῖς σκοτειναῖς ὑποβολαῖς τοῦ ἐχθροῦ; Τὸ χάρισμα τῆς σοφίας πάντως ὑπ᾽ ὄψιν ἄγει ἅπαντα τῷ ἀνθρώπῳ, καὶ ὑπὸ τούτου ὁ ἀνερυθριάστως ἀπαναισχυντῶν κατὰ τοῦ θεοῦ ἐχθρὸς τῶν ἡμετέρων ψυχῶν βδελυχθήσεται. Αὐτὸς δὲ 2-7. Στόμα βασιλέως φύλαξον καὶ περὶ λόγου ὅρκου θεοῦ μὴ σπουδάσῃς· ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ· μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἂν θελήσῃ, ποιήσει.

Καθὼς βασιλεὺς ἐξουσιάζων λαλεῖ, καὶ τίς ἐρεῖ αὐτῷ· «Τί ἐποίησας;» Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν, καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοφοῦ· ὅτι παντὶ πράγματι ἔστι καιρὸς καὶ κρίσις, ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ᾽ αὐτόν· ὅτι οὐκ ἔστι γινώσκων τί τὸ ἐσόμενον, ὅτι καθὼς ἔσται τίς ἀναγγελεῖ αὐτῷ;

Ἤγουν, πάνυ μετ᾽ ἐπιμελείας πρόσεχε τοῖς λόγοις τοῦ παμβασιλέως θεοῦ καὶ μὴ ταχὺς ἔσο εἰς τὸ ὑποσχέσθαι θεῷ· εἰ γὰρ ὑπόσχῃ καὶ μὴ ποιήσεις, ὡς ὀμνύων καὶ ἀθετῶν, μακρυνθήσῃ ἀπ᾽ αὐτοῦ, ἀνάξιος τοῦ ἐγγίζειν τούτῳ γενόμενος. Ἀλλὰ μηδ᾽ ἀντιπίπτων ἐπὶ τοῖς ἀβουλήτοις τῷ θείῳ προστάγματι, ἔσῃ βλάσφημόν τι ῥῆμα φθεγγόμενος, διότι οὐ δυνήσῃ ἐντεῦθεν τὴν ἐκ θεοῦ ἀποστρέψαι παιδείαν.

Οἷα γὰρ δεσπότης πάντων ἔχων τὴν ἐξουσίαν, προστάττει τὸ βουλητὸν αὐτῷ πρὸς τὸ συμφέρον ἑκάστῳ, καὶ ποῖος ἀντιφθέγξεται αὐτῷ καὶ ἀνακρινεῖ τὸ παρ᾽ αὐτοῦ πεπραγμένον; Ὁ γὰρ τὴν θείαν τηρῶν ἐντολήν, σκληρὸν καὶ ὀδυνηρὸν οὐκ οἶδε βούλημα θεῖον, ἀλλὰ καὶ τοὺς ἑκουσίους τῆς ἀρετῆς πόνους προθύμως καταβάλλεται καὶ τὰς ἀκουσίους ἐπιφορὰς εὐχαρίστως ὑπομένει, τῇ ἐλπίδι τῶν μελλόντων γαννύμενος ἀγαθῶν. Καὶ οὐκ ἀγνοεῖ τοῦ σοφοῦ ἡ ψυχὴ τὸν ἀποτεταμιευμένον καιρὸν τῆς κρίσεως, διότι ἐπὶ πᾶσι τοῖς πεπραγμένοις ἀπόκειται καιρὸς κρίσεως, καθ᾽ ὃν ὁ δίκαιος κριτὴς ἑκάστῳ τὸ κατ᾽ ἀξίαν ἀπονεμεῖ.

Ὑπάρχει δ᾽ ὁ τῆς κρίσεως καιρός, διότι δαψιλὴς ἐπὶ τῷ τοιούτῳ καιρῷ ἡ τοῦ ἀνθρώπου γνῶσις. Οὐκέτι γὰρ ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν τῶν πραγμάτων ἀρχετυπίαν ὁρᾷ, νῦν δὲ σκιωδῶς οἶδε ταύτην διὰ τὴν τοῦ μέλλοντος ἄγνοιαν. Οὐκ ἔστι γάρ τις ὁ ἀναγγέλλων αὐτῷ τὸ τῆς μελλούσης καταστάσεως ἀκριβές.