Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον διάκονον

Μάξιμος ὁ Ὁμολογητής

Θεολογική θεμελίωση των δύο φυσικών θελημάτων

Αναίρεση των αντιλήψεων που καταργούν το ανθρώπινο θέλημα του Χριστού, ανάδειξη της φυσικής συμφωνίας θείου και ανθρώπινου θελήματος και ερμηνεία της προσευχής στη Γεθσημανή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 5

Οὐ χρὴ τοιγαροῦν προφάσει δῆθεν ἑνώσεως μηδενὶ λυμαινομένης, ἀλλὰ μόνον εἰς ἓν καθ’ ὑπόστασιν συνδεούσης τὰ πράγματα, τὴν ὕπαρξιν αὐτῶν παραφθείρειν, τῇ ἀναιρέσει τοῦ τε φυσικοῦ θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας. Εἴτε γὰρ ὡς ἐκ μερῶν ὅλον τι, τά τε οὐσιώδη δύο θελήματα καὶ τὰς ἰσαρίθμους φυσικὰς ἐνεργείας κατὰ σύνθεσιν εἰς ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐκτήξομεν τυχὸν καὶ χωνεύσομεν, μυθικὸν τὸ τοιοῦτον, καὶ τῆς πρὸς τὸν Πατέρα καὶ ἡμᾶς ξένον τε πάντη καὶ ἀλλότριον δειχθήσεται κοινωνίας· ὡς οὐ σύνθετον ἐκείνου κατὰ φύσιν ἔχοντος θέλημα, ἢ ἐνέργειαν· οὐδὲ πάλιν ἡμῶν. Οὐδεμία γὰρ τῶν ἐν ὑποκειμένῳ σύνθεσις· ὅτι μηδὲ καθ’ ἑαυτὰ τὸ παράπαν ὕπαρξις θεωρεῖται, καὶ τῆς ὑποκειμένης οὐσίας ἐκτός. Πρὸς γὰρ τῷ ἄχαρι καὶ λίαν κατάπτυστον, ἄνω τε καὶ κάτω διὰ τὴν φυσικὴν πρὸς ἄμφω συγγένειαν κατὰ διαστολὴν ἐξ ἡμισείας μερίζεσθαί τε καὶ τέμνεσθαι, προσομολογούντων· καὶ ταῦτα τὴν καθ’ ὑπόστασιν ἀδιάσπαστον ἕνωσιν.

Εἴτε πάλιν τῆς θείας τοῦ σαρκωθέντος Λόγου φύσεως ἀλώβητον, τό τε φυσικὸν θέλημα, καὶ τὴν οὐσιωδῶς προσοῦσαν ἐνέργειαν συντηρήσομεν, τῆς δὲ κατ’ αὐτὸν ἀνθρωπίνης οὐσίας ἀνέλωμεν ταῦτα καὶ ἀποσκευάσομεν· καὶ οὕτως τὴν ὑπερφυᾶ παραβλάπτομεν ἕνωσιν, οὐκ ἔχουσαν ὅ τι καὶ δήσει πρὸς μίαν ὑπόστασιν, τῆς λογικῶς τε καὶ νοερῶς ἐψυχωμένης σαρκός, ἤγουν τῆς καθ’ ἡμᾶς οὐσίας καὶ φύσεως, ἐν τῷ Λόγῳ τὸ παράπαν οὐκ οὔσης τελείως καὶ σωζομένης. Ποῦ γὰρ καὶ ποία φύσις, τῶν κατὰ φύσιν παθοῦσα τὴν ἔκπτωσιν, Εἰ οὖν τούτων, ἤ τινος τούτων ἐλλιπὴς ἦν κατὰ σάρκα τῶν φυσικῶν ἰδιωμάτων ὁ Κύριος, οὐδὲ σὰρξ ὅλως ὑπῆρχε καὶ ἄνθρωπος· ἢ γὰρ δείξωσιν οἱ ταῦτα λέγοντες, ἄνθρωπον ὄντα κατὰ φύσιν τούτων ἐκτός, ἢ ὅλως ἄνθρωπον· ἤ, εἴπερ οὐδαμῶς τὸ παράπαν ἐστί, δῆλον ὡς οὐκ ἄνθρωπος, τούτων ἤ τινος αὐτῶν κατὰ φύσιν ἐστερημένος, σαρκωθεὶς ὁ Λόγος γεγένηται.

Πῶς γὰρ καὶ τίνι λόγῳ, μηδεμίαν ἔλλειψιν τῶν τοιούτων ἐχούσης τῆς φύσεως; ἀλλ’ ἕτερόν τι ξένον παντάπασι τῆς ἡμετέρας οὐσίας ὑπάρχει καὶ ἄγνωστον· καί, ἢ ἀπ’ ἀρχῆς συνουσιωμένον αὐτῷ, καὶ ἄνωθεν κατελθόντι συγκατελθὸν αὐτῷ, ἐκεῖνο σαφῶς ὅπερ λέγεται γεγονέναι· καὶ τί λοιπὸν πρὸς ἡμᾶς ἡ κατάβασις, οὐδαμῶς συνελθόντας διὰ τῆς οὐκ ἐξ ἡμῶν προσληφθείσης, καὶ καθ’ ὑπόστασιν ἑνωθείσης ἁγίας σαρκός; ἢ φαντασία τὸ πᾶν, καὶ σχῆμα μόνον φαινακίζον τὴν αἴσθησιν, ἀλλ’ οὐκ οὐσία σαρκός, ὡς οὐκ ἀπαρχὴ τοῦ ἡμετέρου γένους, τὸ φύραμα κατὰ χάριν ἑνίζουσα, καὶ τῶν διαιρετικῶν ἀπολύουσα πάντων, ὧν ἡ τοῦ παλαιοῦ παράβασις Ἀδὰμ αἰτία γεγένηται· δι’ ἢν καὶ ὁ θάνατος κατεκρίθη τῆς φύσεως. Τί τοιγαροῦν βασκαίνουσιν ἡμῖν τῆς τελείας σωτηρίας καὶ ὁμολογίας; Τί τοὺς ἀφύκτους δῆθεν καθ’ ἡμῶν διατείνουσι συλλογισμούς, καὶ ταῖς μὲν ἐνεργείαις ἕπεσθαί φασι τὰ θελήματα, καὶ τούτοις συνέπεσθαι πάλιν τὴν ἐναντίωσιν, ἐξ ἧς καὶ τοὺς τἀναντία θέλοντας ἐπεισάγουσιν;

Ἵνα δὲ τὰς συστάσεις εὐθύνειν παρῶ· πόθεν, καὶ πῶς τὰ τοιαῦτα σοφίζονται; Πυθέσθαι μόνον ἤθελον καὶ μαθεῖν, ὡς ἄρα δράσαντες αὐτοὶ τὰ τοιαῦτα, καὶ τὴν καινὴν ἔκθεσιν ἐνεργήσαντες, ἀθελήτως τοῦτο πεποίηκαν, καὶ τίς ὁ βίαν ἐπενεγκών; Εἶτα μετὰ τὴν πρᾶξιν, οὐκ ὂν πρότερον παντελῶς, ὕστερον τοῦ γενομένου τὸ θέλημα προσεκτήσαντο, πόθεν, κἀκ τίνος ἐλθόν; Καὶ τίς ὁ τοῦ πραχθέντος ἔχειν τὸ θέλημα βιασάμενος, ἵνα καὶ παρὰ θέλησιν πραχθῇ, καὶ παρὰ βούλησιν στερχθῇ τὸ πραττόμενον; Πῶς δὲ πάλιν, εἰ μήτε φυσικῶς ὡς ἄνθρωπος ἤθελε, καὶ ἐνήργει τὰ κατὰ φύσιν, αὐτὸς ὁ σαρκωθεὶς Λόγος, ἑκουσίως τήν τε πεῖναν καὶ δίψαν, τόν τε πόνον, καὶ κόπον, καὶ ὕπνον, καὶ τὰ λοιπὰ πάντα προσίετο θέλων;

Οὐ γὰρ Λόγος μόνον ταῦτα κατὰ φύσιν ἤθελεν ἢ ἐνήργει, τὴν φύσιν ἔχων μετὰ Πατρὸς καὶ Πνεύματος ὑπερούσιόν τε καὶ ὑπεράπειρον· εἰ καὶ πάλιν ἐξουσιαστικῶς ὡς Θεός, ἐδίδου τῇ φύσει καιρόν, ὅταν ἐβούλετο, τὰ ἑαυτῆς ἐνεργῆσαι· καθάπερ φησὶν ὁ θεῖος τῆς Νυσσαέων καθηγητὴς καὶ μέγας Γρηγόριος. Εἰ γὰρ ὡς μόνον Θεὸς ταῦτα, καὶ οὐχ ὡς ἄνθρωπος ὁ αὐτὸς ἤθελεν, ἢ σῶμα φύσει τὸ θεῖον, ἢ τὴν οὐσίαν τραπείς, σὰρξ κατ’ ἔκπτωσιν τῆς οἰκείας θεότητος γέγονεν· ἢ πάντως λογικῶς ἡ κατ’ αὐτὸν οὐκ ἐψύχωτο σάρξ· ἀλλ’ ἄψυχος ἦν κατ’ αὐτὴν διόλου καὶ ἄλογος· ἢ εἴπερ ἐψύχωτο λογικῶς, καὶ θέλημα ἐκέκτητο τὸ φυσικόν. Πᾶν γὰρ φύσει λογικόν, καὶ φύσει θελητικὸν πάντως ἐστί. Καὶ εἰ θέλημα φυσικὸν εἶχεν ὡς ἄνθρωπος, ἐκεῖνα πάντως ἤθελε κατ’ οὐσίαν, ἅπερ αὐτὸς ὡς Θεὸς τῇ φύσει πρὸς σύστασιν δημιουργήσας ἐνέθετο φυσικῶς. Οὐ γὰρ ἦλθε παραχαράξαι τὴν φύσιν, ἣν αὐτὸς ὡς Θεὸς καὶ Λόγος πεποίηκεν· ἀλλ’ ἦλθε διόλου θεῶσαι τὴν φύσιν, ἢν αὐτὸς ἑαυτῷ θέλων, εὐδοκίᾳ Πατρὸς καὶ συνεργείᾳ Πνεύματος, κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν ἥνωσε, μετὰ πάντων τῶν προσόντων αὐτῇ φυσικῶς, καὶ δίχα τῆς ἁμαρτίας.

Οὐκοῦν ὡς φύσει Θεὸς ἤθελε τὰ κατὰ φύσιν θεῖα καὶ Πατρικά. Συνθελητὴς γὰρ ὑπῆρχε τοῦ ἰδίου Γεννήτορος· καὶ ὡς ἄνθρωπος φύσει πάλιν ὁ αὐτός, ἤθελε τὰ κατὰ φύσιν ἀνθρώπινα· πάσης καθαρὰν φυλάττων φαντασίας τὴν οἰκονομίαν, μηδαμῶς ἀντιπίπτοντα τῷ θελήματι τοῦ Πατρός. Οὐδὲν γὰρ τῶν φυσικῶν, ὥσπερ οὐδ’ αὐτὴ καθάπαξ ἡ φύσις, τῷ αἰτίῳ ποτ’ ἂν ἀντιπίπτει τῆς φύσεως· ἀλλ’ οὐδὲ γνώμη καὶ ὅσα γνώμης ἐστίν, ὁπηνίκα μέντοι τῷ λόγῳ συννεύει τῆς φύσεως. Καὶ γὰρ εἰ τυχὸν φαίη τις, ὡς ἀντιπίπτει Θεῷ τι τῶν κατὰ τὴν φύσιν, αὐτοῦ μᾶλλον ἢ τῆς φύσεως ὑπάρχει τὸ ἔγκλημα· πόλεμον φυσικῶς ἐνθεμένου τοῖς οὖσι, πρὸς τὴν κατ’ αὐτοῦ καὶ ἀλλήλων στάσιν καὶ μάχην.

Ὅτι γὰρ οὐδὲν ἀντίκειται Θεῷ φυσικόν, δῆλον ἐκ τοῦ ταῦτα κατὰ γέννησιν ὑπ’ αὐτοῦ δημιουργηθῆναι, καὶ μηδεμίαν ὑπὲρ τῆς οὐσιώδους ἐν ἡμῖν τούτων συστάσεως αἰτίασιν ἔχειν· πᾶν μὲν οὖν τοὐναντίον, διὰ τὴν τούτων παρεκτροπὴν τὰς ἐγκλήσεις σαφῶς ὑπομένειν. Κατὰ ταύτην μὲν γάρ, πάσης τε γνωμικῶς κακίας γινόμεθα κατὰ τὸν ἀρχαίκακον ὄφιν· κατ’ ἐκείνην δέ, πλάσμα Θεοῦ καὶ τίμιον κτίσμα κατὰ φύσιν ὑπάρχομεν. Διά τοι τοῦτο κατὰ τοὺς θείους Πατέρας, οὔτε θελημάτων φυσικῶν, οὔτε μὴν ἐνεργειῶν, ὥσπερ οὐδ’ αὐτῶν φύσεων μείωσιν ἐργαζόμεθα τὸ παράπαν, ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Θεοῦ Λόγου σεσαρκωμένου· τέλειον τὸν αὐτὸν κατὰ πάντα Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὀρθοδόξως πιστεύοντες, ἐκ τοῦ τελείως τά τε θεῖα καὶ ἀνθρωπικά, καὶ ἔχειν φυσικῶς, καὶ θέλειν καὶ ἐνεργεῖν· καὶ θείαν ὁμοῦ καὶ ἀνθρωπίνην ἔχειν κυρίως οὐσίαν καὶ θέλησιν καὶ ἐνέργειαν· ἵνα μὴ τῇ περὶ ἑκάτερον τῶν φυσικῶν ἰδιωμάτων ἐλλείψει, τὴν ἑκατέρας τῶν ἐξ ὧν καὶ ἐν αἷς ὑπάρχει φύσεων, μείωσιν, μᾶλλον δὲ τελείαν ὑπαρξίαν, παρὰ τὸ εἰκὸς δογματίσωμεν.

Ὅτι γὰρ θέλημα κατὰ φύσιν εἶχεν ἀνθρώπινον, ὡσπεροῦν καὶ κατ’ οὐσίαν θεῖον, αὐτὸς ἐπιδείκνυται προδήλως ὁ Λόγος, διὰ τῆς ἀνθρωποπρεποῦς ὑπ’ αὐτοῦ δι’ ἡμᾶς γενομένης οἰκονομικῆς τοῦ θανάτου παραιτήσεως, καθ’ ἣν ἔλεγε· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον· ἵνα δείξῃ τῆς οἰκείας σαρκὸς τὴν ἀσθένειαν· καὶ ὡς οὐ φαντασίᾳ σὰρξ ἐγνωρίζετο τοῖς ὁρῶσι, τὴν αἴσθησιν παρακλέπτων· ἀλλ’ ἀληθείᾳ κυρίως ἄνθρωπος ἦν, τῆς φυσικῆς τοῦτο μαρτυρούσης θελήσεως, ἧς ἡ κατὰ οἰκονομίαν ὑπῆρχε παραίτησις.

Ὅτι δὲ πάλιν διόλου τεθέωτο, πρὸς αὐτὸ τὸ θεῖον θέλημα συννεύων, ἐξ αὐτοῦ καὶ κατ’ αὐτὸ κινούμενον ἀεὶ καὶ τυπούμενον, δῆλον ἐκ τοῦ μόνην τὴν τοῦ Πατρικοῦ θελήματος ἐπίκρισιν τελείως ποιήσασθαι, καθ’ ἣν ὡς ἄνθρωπος ἔφασκε· Μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γινέσθω θέλημα· τύπον ἡμῖν ἑαυτὸν καὶ παράδειγμα κἀν τούτῳ διδούς, πρὸς ἀθέτησιν τοῦ ἡμετέρου θελήματος, διὰ τὴν τοῦ θείου τελείαν ἐκπλήρωσιν, εἰ καὶ θάνατον ἐπηρτημένον διὰ τοῦτο κατίδοιμεν. Εἰ γὰρ μὴ ὡς ἄνθρωπος φύσει γενόμενος, καὶ φυσικὸν ἤγουν ἀνθρώπινον θέλημα κεκτημένος, τοῦτό τε κατ’ οἰκονομίαν ὑποκλίνων, καὶ πρὸς ἕνωσιν τοῦ πατρικοῦ συνελαύνων θελήματος, ἔλεγεν αὐτῷ τῷ Πατρί· Μὴ τὸ ἐμὸν θέλημα γινέσθω, ἀλλὰ τὸ σόν· δῆλον ὡς φύσει Θεὸς τοῦτο ἔλεγε· κἀκ τούτου λοιπὸν ἑαυτὸν ἐδείκνυ, μὴ τὸ αὐτὸ καὶ ἴσον θέλημα τῷ Πατρὶ κεκτημένον, ἀλλ’ ἕτερον καὶ κατὰ φύσιν διάφορον· ὃ καὶ ὑποτάσσων, ᾔτει γενέσθαι μόνον τὸ πατρικόν. Καὶ εἰ ἄλλο παρὰ τὸ τοῦ Πατρὸς φυσικὸν ἐκέκτητο θέλημα, δῆλον ὡς καὶ τὴν οὐσίαν εἶχε παρηλλαγμένην. Μιᾶς γὰρ οὐσίας, ἓν δὴ καὶ τὸ θέλημα, κατὰ τὸν σοφώτατον Κύριλλον.

Διαφόρου δὲ τοῦ φυσικοῦ θελήματος ὄντος, διάφορος πάντη τε καὶ πάντως ἡ φύσις. Δυοῖν οὖν θάτερον· ἢ γὰρ ὡς ἄνθρωπος εἶχε θέλημα φυσικόν, καὶ δι’ ἡμᾶς οἰκονομικῶς παρῃτεῖτο θέλων τὸν θάνατον· καὶ πάλιν ὥρμα κατ’ αὐτοῦ διὰ τῆς πρὸς τὸ πατρικὸν θέλημα τελείας συννεύσεως· ἢ μὴ ἔχων ὡς ἄνθρωπος θέλημα φυσικόν, ὡς Θεὸς φύσει τὰ τοῦ σώματος εἰς ἰδίαν οὐσίαν ἔπασχε πάθη, συστελλομένην φυσικῶς τὸν θάνατον, καὶ ἄλλο κατ’ οὐσίαν πρὸς τὸν Πατέρα θέλημα φυσικὸν κεκτημένην· ὃ καὶ μὴ γενέσθαι δι’ εὐχῆς ἐζήτει καὶ παρεκάλει. Καὶ τίς Θεὸς θάνατον κατὰ φύσιν σαρκὸς δεδιώς, καὶ διὰ τοῦτο παρελθεῖν τὸ ποτήριον ἐξαιτούμενος, καὶ ἄλλο παρὰ τὸ πατρικὸν θέλημα φυσικὸν κεκτημένος;