Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Υπεράσπιση του πάπα Ονωρίου και το ζήτημα της απουσίας εναντιώσεως

Ορθή ερμηνεία των επιστολών της Εκκλησίας της Ρώμης και της αναφοράς σε ένα θέλημα ως απουσίας σαρκικού λογισμού και εναντιώσεως, με παράθεση της μαρτυρίας του αββά Αναστασίου για την απόδειξη των δύο φυσικών θελημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 5

Τὸν δέ γε τῆς Ῥωμαίων πάπαν Ὁνώριον, οὐ καταγορεύειν οἶμαι τῆς τῶν ἐμφύτων θελημάτων ἐπὶ Χριστοῦ δυάδος, ἐν τῇ γραφείσῃ πρὸς Σέργιον ἐπιστολῇ διὰ τὸ ἓν θέλημα φάναι, συναγορεύειν δὲ μᾶλλον, καὶ ταύτην ὡς εἰκὸς συνιστᾷν, οὐκ ἐπ’ ἀθετήσει τοῦτό γε λέγοντα τοῦ ἀνθρωπίνου καὶ φυσικοῦ τοῦ Σωτῆρος θελήματος, ἀλλ’ ἐπὶ τοῦ μηδαμῶς τῆς ἀσπόρου συλλήψεως αὐτοῦ καὶ τῆς ἀφθόρου γεννήσεως προκαθηγεῖσθαι θέλημα σαρκός, ἢ λογισμὸν ἐμπαθῆ. Μόνη γὰρ θέλησις θεία καὶ Πατρική, δι’ Υἱοῦ μονογενοῦς αὐτουργοῦντος τὴν οἰκείαν σάρκωσιν, καὶ Πνεύματος ἁγίου συνδρομῇ, ταύτην εἰργάσατο. Καὶ ὅτι γε ταύτης ἔχεται τῆς ἐννοίας, δῆλον ἐντεῦθεν. Εἰπὼν γάρ, ὅτι διὰ τὴν ἄφραστον ἕνωσιν τῆς ἀνθρωπίνης καὶ θείας φύσεως, καὶ Θεὸς λέγεται παθεῖν, καὶ ἀνθρωπότης ἐκ τοῦ οὐρανοῦ κατελθεῖν μετὰ τῆς θεότητος· καὶ ταύτῃ δεῖξαι τὴν τῶν φυσικῶς προσόντων ἑκατέρᾳ φύσει τῶν τοῦ ἑνὸς Χριστοῦ καὶ Υἱοῦ κατ’ ἐπαλλαγὴν ἄκραν ἀντίδοσιν, ἐπάγει λέγων, «Ὅθεν καὶ ἓν θέλημα ὁμολογοῦμεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πῶς, φησίν; «

Ἐπειδὴ προδήλως ἐκ τῆς θεότητος προσελήφθη ἡ ἡμετέρα φύσις, οὐχ ἁμαρτία·» τουτέστιν, οὐκ ἐκ τῆς ἁμαρτίας· μονονουχὶ συμφθεγγόμενος τῷ μεγάλῳ Ἀθανασίῳ, γράφοντι τάδε κατ’ Ἀπολιναρίου τοῦ δυσσεβοῦς, «Ἐγεννήθη ἐκ γυναικός, ἐκ τῆς πρώτης πλάσεως τὴν ἀνθρώπου μορφὴν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, ἐν εἰκόνι καινότητος· ἡ γὰρ θέλησις θεότητος μόνη, ἐπειδὴ καὶ φύσις ὅλη θεότητος.»

Ἐπειδὴ γὰρ τῆς δι’ ἡμᾶς κατὰ σάρκα τοῦ Λόγου γεννήσεως ὑπὲρ ἡμᾶς ἡ πρόοδος γέγονεν· οὐ γὰρ σαρκὸς ἐμπαθὴς προηγήσατο θέλησις ἢ λογισμός, ὡς ἐφ’ ἡμῶν ὁρᾶται, διὰ τὴν ἐξ ἀπάτης τοῦ γένους κατακρατοῦσαν ἡδονήν, ἀλλὰ θέλησις θεότητος μόνη δι’ Υἱοῦ αὐτουργοῦντος, ὡς ἔφην, τὴν οἰκείαν σωμάτωσιν κατ’ εὐδοκίαν Πατρός, καὶ συνέργειαν τοῦ παναγίου Πνεύματος, καινοτομοῦντος ἐν ἑαυτῷ τε καὶ δι’ ἑαυτοῦ τὸν ἐπεισαχθέντα τῇ φύσει τῆς γεννήσεως τρόπον, καὶ ἀσπόρως τὴν ἑαυτοῦ ποιουμένου σύλληψιν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας· τοῦτον δὴ τὸν ἄῤῥητον αὐτοῦ τῆς γεννήσεως σκοπήσαντες λόγον, ἐκεῖνος μέν, «θέλησιν μόνην ἐπ’ αὐτοῦ θεότητος» εἶπεν, οὗτος δέ, «Θέλημα ἓν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἐπειδὴ προδήλως, φησίν, ἐκ τῆς θεότητος προσελήφθη ἡ ἡμετέρα φύσις, καὶ οὐχ ἁμαρτία· δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων,» ὡς ὁ θεῖός φησιν Ἀθανάσιος· οὐ μέν γε τὸ μὴ καὶ ὡς ἄνθρωπον αὐτὸν μετὰ τοῦ εἶναι φύσει Θεὸν οὐκ ἔχειν ἀνθρώπινον θέλημα καὶ φυσικόν, ὥσπερ οὖν καὶ θεῖον καὶ πατρικόν.

Τὸ δ’ αὐτὸ κἀν τοῖς ἑξῆς ὑπαινίττεται, φάσκων, «Χωρὶς ἁμαρτίας συνελήφθη ἐκ Πνεύματος ἁγίου, καὶ τῆς ἁγίας ἀχράντου καὶ Ἀειπαρθένου θεοτόκου Μαρίας, καὶ χωρὶς μολυσμοῦ ἐξ αὐτῆς κατὰ σάρκα γεγέννηται.» Τὴν δέ γε θείαν Γραφὴν ἐπαινετῶς τε καὶ ψεκτῶς παράγει τῆς σαρκὸς μνημονεύουσαν, οὐχ ἑτέραν, μὴ γένοιτο, τῇ τε φύσει καὶ τῇ οὐσίᾳ τὴν τοῦ Κυρίου σάρκα πρὸς τὴν ἡμετέραν ὑποβάλλων νοεῖν, ὅς γε ταύτην ἠπίστατο προσληφθεῖσαν ἐκ τῆς ἡμετέρας οὐσίας, ἤγουν τῶν τῆς ὁμοφυοῦς ἡμῖν Ἀειπαρθένου καὶ Θεομήτορος παναγίων σπλάγχνων, ἀλλ’ ἑτέραν τῇ ἁμαρτησίᾳ, καὶ τοῦ μηδαμῶς ἀντιταττόμενον ἔχειν, καθάπερ ἡμεῖς ἐν τοῖς μέλεσι τὸν ἐκ παραβάσεως νόμον τῷ νόμῳ τοῦ πνεύματος. «Οὐ γὰρ προσελήφθη, φησίν, ὑπὸ τοῦ Σωτῆρος ἡ κατεφθαρμένη ἀπὸ τῆς ἁμαρτίας σάρξ, ἡ ἀντιστρατευομένη τῷ νόμῳ τοῦ νοὸς αὐτοῦ.» Οὗ τινος γὰρ οὐ προκαθηγήσατο ὁ καθ’ ἁμαρτίαν διὰ σπορᾶς τῆς γεννήσεως νόμος, τούτου παντελῶς οὐ δὲ τοῖς μέλεσιν ἐνυπάρχει, ἀλλὰ νόμος θείας δικαιοσύνης πρὸς ὑποτύπωσιν ἡμῖν ἐκφαινόμενος, καὶ τὸν ἐκ παραβάσεως ἐπεισαχθέντα τῇ φύσει τελείως ἐξαφανίζων. Ἦλθε γάρ, φησίν, ὁ ἀναμάρτητος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, τουτέστι τὴν ἁμαρτήσασαν τοῦ ἀνθρωπίνου γένους φύσιν. «Ἕτερος γὰρ νόμος ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονε τῷ Πατρί.»

Ἐντεῦθεν δεικνύς, οὐχ ὡς οὐκ εἶχεν ἀνθρώπινον θέλημα καὶ φυσικόν· οὐ γὰρ λέξας φαίνεται τοῦτο· ἀλλ’ ὅτιπερ ὡς ἄνθρωπος οὔτε κατὰ σῶμα διὰ τῶν μελῶν τὴν οἱανοῦν ἐκέκτητο παρὰ φύσιν ἐνέργειαν, οὔτε μὴν κατὰ ψυχὴν θελήματος ἐναντίαν ἣ παράλογον κίνησιν, ὥσπερ ἡμεῖς, «ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης φύσεως ἐτέχθη.» Τρανώτερον δὲ κἀν τοῖς ἑξῆς παρίστησιν, ὡς ὁ λόγος ἦν αὐτοῦ μόνον τὸ ἐμπαθές, ἀλλ’ οὐ τὸ φυσικὸν ἐπὶ τοῦ Σωτῆρος ἀποδιορίσασθαι θέλημα. Καὶ ὅτιπερ, κἀν τῷ φυσικῷ καὶ ἀνθρωπίνῳ πρὸς τὸ Πατρικὸν καὶ θεῖον συνέβαινε μέν, οὐδεμίαν τὴν ἐξ ἀντιπράξεως ἔχων πρὸς ἐκεῖνο διαφοράν, ὑποτύπωσιν δὲ διδοὺς ἡμῖν ἑαυτόν, τὸ οἰκεῖον ἑκουσίως ὑπέταττεν· συνίστα δὲ τὸ Πατρικόν, ᾧ ἂν καὶ ἡμεῖς ἐκμιμούμενοι, τὸ ἑαυτῶν ἀθετήσαντες, τὸ θεῖον διὰ πάσης σπουδῆς ἐκπληρώσωμεν, λέγων οὕτως· Κἂν γέγραπται, «Ὅτι οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με Πατρός· καί, Οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ εἴ τι σύ, Πάτερ, οὔκ εἰσι ταῦτα διαφόρου θελήματος,» τουτέστιν ἐναντίου καὶ ἀντιπράττοντος, «ἀλλὰ τῆς προσληφθείσης ἀνθρωπίνης οἰκονομίας» οἰκειουμένης συμπαθῶς τὰ ἡμέτερα. «Ταῦτα γὰρ δι’ ἡμᾶς ἔλεγεν, οἷς δέδωκεν παράδειγμα ὁ τῆς εὐσεβείας Διδάσκαλος, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἑπώμεθα· καὶ μὴ τὸ ἴδιον ἕκαστος ἡμῶν, ἀλλὰ τὸ τοῦ Κυρίου μᾶλλον ἐν πᾶσι προτιμήσῃ Θέλημα.»

Οὐκ ἀναίρεσιν οὖν, ὡς ἔφην, τοῦ φυσικοῦ καὶ ἀνθρωπίνου θελήματος, ἀλλὰ τοῦ ἐμπαθοῦς καὶ παρὰ φύσιν ποιεῖ· καὶ διόλου φάναι, τὸ πάσης ἁμαρτίας ἐλεύθερον τὸ καθ’ ἡμᾶς, ἐπιμαρτύρεται τὸν δι’ ἡμᾶς σαρκωθέντα Θεόν.

Καὶ ἵν’ ἐπιτόμως εἴπω, διὰ τοῦ ἑνὸς θελήματος, τὸ μόνην τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως τὴν θείαν προκαθηγήσασθαι θέλησιν δηλοῦν αὐτὸν οἶμαι· διὰ δὲ τοῦ «μὴ ὑπάρχειν θελήματος διαφορὰν,» τὸ ἐναντίον οὐκ ἔχειν ἢ ἀντιπράττον, ἀλλὰ τὸ συμβαῖνον δι’ ὅλου καὶ ἡνωμένον. Ὅθεν ἡνίκα μὲν τὴν ἡμετέραν φύσιν ἐκ τῆς θεότητος προσειλῆφθαι λέγῃ, θελήματος ἑνὸς μνημονεύει· ἡνίκα δὲ τό, Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, εἰς μέσον τῷ λόγῳ προτίθησι, τὸν ἀριθμὸν ἀφείς, «Οὐκ εἰσὶ ταῦτα, φησί, διαφόρου θελήματος,» τουτέστιν ἐναντίου καὶ ἀντικειμένου, ἐξ οὗ τὸ δύο κατὰ φύσιν ὑπάρχειν ἐν τῷ Σωτῆρι θελήματα προδήλως συνάγεται. Εἰ γὰρ ἐναντίον οὐκ εἶχεν, φυσικὸν εἶχεν ὡς ἄνθρωπος.

Τὸ γὰρ οὐκ ἐναντίον, φυσικὸν πάντως, καὶ οὐδεὶς ἀντερεῖ· οὐδὲν γὰρ ἐν τῇ φύσει ἢ τοῖς κατὰ φύσιν παντελῶς ἐναντίον· Δέος οὖν πολλὰ βαίνειν [ἐπιβαλεῖν], ὃ μὴ κυρίως ἐν τοῖς ἑαυτοῦ γέγραφε λόγοις, καὶ μηχανᾶσθαι τοὺς δι’ ἐναντίας οἰκείας δόξης ὡς οὐκ ἀρίστης ἐπικάλυμμα ποιεῖν τἀνδρὸς τὰ γράμματα, καθ’ ἕτερον ταῦτα παρὰ τὸν ἐκείνου σκοπὸν παρεξηγουμένους. Συνηγοροῦντα γὰρ ἔχει τὸν λόγον, πᾶσαν τοῦ ἐπηρεαστοῦ καταδρομὴν ἀπελαύνοντα.

Καὶ οὕτω μὲν ἐγώ γε τὸν νοῦν ἔχειν ὑπολαμβάνω, πάσης ὄντα καθαρὸν ὑποψίας. Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ εἰ καί τις ἄλλος ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὐτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης Ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολήν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα, καὶ εὗρεν ἀσχάλλοντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν Λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι’ ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἑρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν. Οὔτε μὴν τὴν οἱανοῦν κυρίωσιν ἢ ἐκβολὴν τοῦ κατὰ τὸ ἀνθρώπινον φυσικοῦ τοῦ Σωτῆρος θελήματος, ἀλλὰ τοῦ καθ’ ἡμᾶς καὶ διαβεβλημένου τελείαν ἀποσκευὴν καὶ ἀναίρεσιν, καθ’ ὃ καὶ ὁ πρὸς ἄλληλα τῶν ὁμογενῶν συνίσταται πόλεμος, δεῖξαι βουλόμενοι πάσης οὖσαν καθαρὰν ἁμαρτίας τὴν προσληφθεῖσαν σάρκα, κατὰ τὴν τῶν ἱερωτάτων λογίων καὶ τῶν Πατρικῶν διδαγμάτων παράδοσιν.

Καὶ φαίνονταί πως διὰ τῶν τοιούτων λόγων, συνᾴδοντες τοῖς ἀρτίως ἐξηγηθεῖσι παρὰ τῆς ἐμῆς οὐδενίας, καὶ οἷον ἐπισφραγίζοντες τὴν ὑπὲρ Ὁνωρίου γενομένην συνηγορίαν.

Ταῦτα γοῦν ἀπολογησαμένους διαγνούς, ἐθαύμασα λίαν αὐτῶν τὴν ἀκρίβειαν, ὥσπερ οὖν καὶ κατεπλάγην τὴν πανουργίαν, τῶν πάντα τολμώντων ὑπὲρ ἑνὸς τοῦ διακενῆς ἀσεβεῖν, καὶ θελόντων, ὡς ἔθος αὐτοῖς πάλαι καὶ νῦν, παρακλοπαῖς τισι καὶ παρεξηγήσεσι τοὺς ἐκθύμως κατ’ αὐτῶν ἀγωνιζομένους, τό γε παρὰ τὸ εἰκός, εἰς ἑαυτοὺς ἐπισπᾶσθαι, καὶ τὸν νοῦν σφετερίζεσθαι μηδαμῶς συνεπόμενον.