Εἰ δέ τις ἐρεῖ· Καὶ εἰ μηδὲν φυσικὸν ὑπεναντίον, πῶς περὶ τοῦ καθ’ ἡμᾶς ἐμφύτου θελήματος, εἴπερ αὐτοῦ, καὶ οὐκ ἄλλου τυχόν, ἐμνημόνευσεν ὁ Πατήρ, καὶ οὐ πάντως εἴρηκεν ἑπομένου Θεῷ, ἀλλ’ «Ἀντιπίπτοντος ὡς τὰ πολλὰ καὶ ἀντιπαλαίοντος;» Ἢ γὰρ οὐ φυσικὸν ὡς ἀντίπαλον, ἢ οὐκ ἀντίπαλον ὡς ὂν φυσικόν. Καὶ ἄλλο λοιπὸν ὡς ἐν ποιότητι φυσικῇ πρὸς τὸ θέλειν τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρωπίνου καθέστηκεν· εἴπερ τοῦτο μέν, οὐδαμῶς· ἐκεῖνο δέ, ὑπεναντίον. Φαμέν, ὅτιπερ καθὸ μὲν φυσικόν, οὐχ ὑπεναντίον· καθὸ δὲ μὴ φυσικῶς πρὸς ἡμῶν κινεῖται, σαφῶς ὑπεναντίον, καὶ ὡς τὰ πολλὰ ἀντιπίπτον, ᾧ καὶ τὸ ἁμαρτάνειν ἐφέπεται. Τῷ γὰρ κατὰ παράχρησιν τῆς κινήσεως τρόπῳ, ἀλλ’ οὐ τῷ κατὰ φύσιν τῆς δυνάμεως λόγῳ, τὸ παρὰ λόγον καὶ νόμον ὑφίσταται· ἐπεὶ προσφυῶς τυπούμενόν τε καὶ κινούμενον, εἰ καὶ τὸ ἡνωμένον πρὸς Θεὸν οὐκ ἔχει, ἀλλά γε τὸ συμβαῖνον καὶ μὴ ἀντιπίπτον. Ὡς γὰρ οὐδεὶς ἐν τῇ φύσει λόγος τοῦ ὑπὲρ φύσιν, οὕτως οὐδὲ τοῦ παρὰ φύσιν καὶ στασιάζοντος. Ἔνθεν οὐδὲ ὡς οὐχ ἕπεται πάντη τε καὶ πάντως ἀπεφήνατο ὁ διδάσκαλος, ἀλλ’ ἐκόλασε φήσας· «Ὡς οὐ πάντως, καὶ ὡς τὰ πολλὰ,» ᾧ προσυπακούεται τό, ἔστιν ὅτε καὶ ὀλιγάκις, διὰ τὸ πρὸς ἀρετὴν τῶν πολλῶν δυσανάγωγον.