Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Η διδασκαλία περί των δύο φυσικών ενεργειών του Χριστού

Θεολογική ανάλυση της ασύγχυτης συνυπάρξεως δύο φυσικών ενεργειών στον Χριστό, παρά την ενιαία έκφραση του αποτελέσματος, με βάση την κριτική στο κείμενο κατά του «Διαιτητή».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 5

Ἐπεὶ δέ μοι καὶ πρὸς ἐργασίαν αὖθις ἐγείρων τὸν λογισμὸν καὶ τὸ χώρημα τῆς ψυχῆς πάσης ἀγνοίας διακαθάραι βουλόμενος, ἐκέλευσάς μοι διερευνῆσαι τοῦ τῆς ἀναστάσεως φερωνύμως θειοτάτου καὶ μεγάλου Καθηγητοῦ τῆς ἁγίας Θεουπολιτῶν Ἐκκλησίας, ταὐτὸν δὲ φάναι τῆς οἰκουμένης ἁπάσης, τὸν κατὰ τοῦ Διαιτητοῦ λόγον· μᾶλλον δὲ Διαιρέτου, κυρίως εἰπεῖν, ὅσῳ καὶ Θεοῦ καὶ ἡμῶν τελείως χωρίζει δι’ ἄκρας μεταβολῆς καὶ συμφύρσεως, τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα Θεόν, καὶ τοῦ Πατρὸς ὁμοούσιον γέννημα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πῶς ἐπ’ αὐτοῦ μίαν φησὶ τὴν ἐνέργειαν, καίτοι φυσικὰς δογματίζων τὰς ἐνεργείας· αὐτόν γε αὐτῆς ὡς οἰκείας φωνῆς προΐσχομαι σοφὸν ἑρμηνευτὴν καὶ διδάσκαλον, οὐκ ἄλλο τι ταύτην εἶναι διοριζόμενον, ἢ τὴν τῶν ἐμφύτων ἐνεργειῶν ἀδιάσπαστον ἕνωσιν, καὶ τὸ ἐξ αὐτῶν ἀποτέλεσμα, τὸ ἔργον φημὶ καὶ τὴν πρᾶξιν, ὡς ἐνδεικτικὴν τούτων ὑπάρχουσαν καὶ δηλωτικήν, εἴ τις κατὰ τὴν ἐνέργειαν κεκοινώνηκε κλήσεως, ἅ τε δὴ μερικόν τι κυρίως οὖσα καὶ καθολικόν. Καθ’ ὅσον γὰρ ἐκ τῆς κατὰ ἰδιότητα φυσικὴν οὐσιώδους ἐνεργείας προάγεται, μερικοῦ τάξιν ἐπέχει, ὥσπερ οὖν πάλιν κἀκείνη προάγουσα καθολικοῦ.

Πέφυκε γὰρ τὰ μὲν ἰδικὰ τῆς κλήσεως κοινωνεῖν τῶν γενικῶν, τὰ δὲ καθόλου τῆς ὑπάρξεως κατηγορεῖσθαι τῶν μερικῶν, οὐ μήν τε τῆς κλήσεως κοινωνεῖν, ἵνα διὰ ταύτης ἐξιδιάζηταί πως καὶ εἰς μερικοῦ τάξιν λογίζηται. Τὸ γοῦν ἀποτέλεσμα, καθὼς ἔφην, αὐτῶν δύο τῶν ἐμφύτων ἐνεργειῶν, ἤγουν τὴν πρᾶξιν, ὡς ἀμφοτέρας καθ’ ἕνωσιν αὐτῶν συλλαβοῦσαν, ἐκ τοῦ κατ’ αὐτὰς προσαγορεύσας ὀνόματος ὁ διδάσκαλος, μίαν εἶπεν ἐνέργειαν, διὰ τὸ μηδὲν θεῖον ἢ ἀνθρώπινον κεχωρισμένως ἐπιτελεῖσθαι, ἀλλ’ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ συμφυῶς ἅμα καὶ ἡνωμένως προάγεσθαι, κατὰ τὴν ἐν τούτοις ἑνιαίαν περιχώρησιν· οὐ μήν γε διὰ τοῦτο εἶπε μίαν αὐτοῦ κατ’ ἰδιότητα φυσικὴν τὴν οὐσιώδη ἐνέργειαν· ὥσπερ οὐδ’ οὐσίαν μίαν καὶ φύσιν δι’ αὐτό γε τὸ τοῦ ἑνὸς προσώπου μοναδικόν, οὐδετέρας τῶν ἐξ ὧν συνετέθη μετέχουσαν. Σώζεται γὰρ κἀν τῇ ἑνώσει τῶν φύσεων ἡ κατ’ οὐσίαν διαφορά, συναποσώζουσα κυρίως αὐτῇ καὶ τὴν τῶν οὐσιωδῶς προσόντων ταῖς φύσεσι.

Καὶ τοῦτο διαγορεύων ἐν αὐτῷ τῷ τοῦ κατὰ Διαιτητοῦ πονηθέντι λόγῳ, μετὰ τὸ λίαν ἐπιστημόνως προδιαστείλασθαι περί τε ἰδιότητος φυσικῆς τῆς πρὸς ἐνέργειαν ἐπιτηδείως ἐχούσης, καὶ αὐτῆς ἐνεργείας τῆς εἰς ἔργον καὶ πρᾶξιν ἐκ τῆς ἐπιτηδειότητος προϊούσης, οὕτως διέξεισι· «Διὸ μίαν μὲν τὴν ἐνέργειαν ἐπὶ Χριστοῦ,» καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τὸ μηδὲν θεῖον ἢ ἀνθρώπινον κεχωρισμένως ἐπιτελεῖσθαι, «καὶ ἡμεῖς φαμέν.» Ὡς δὲ τὸν τῆς ἑνώσεως λόγον ταύτῃ παρέδειξε, τὸν τῆς οὐσιώδους διαφορᾶς ἐπάγων, φησίν, «Οὐ μίαν δὲ αὐτοῦ τὴν ἰδιότητα, μὴ γένοιτο· οὐ γὰρ ἡ αὐτὴ θεότητος ἰδιότης καὶ ἀνθρωπότητος·» ἡ πρὸς ἐνέργειαν δηλαδὴ φυσικὴν ἐπιτηδείως ἔχουσα, κατ’ αὐτόν. Καὶ παρακατιὼν αὖθις, «Καὶ ἄλλως δὲ τὸ αὐτὸ καθόλου φάναι, μίαν μὲν τῶν συνελθουσῶν τὴν ἐκ τῶν ὁποίων δὴ φύσεων ἐνέργειαν εἶναι, τῇ κοινωνίᾳ δηλονότι τῆς ἑνώσεως καὶ τοῦ συμπεράσματος αὐτοῦ, πᾶσα ἀνάγκη· μίαν δὲ αὐτῶν τὴν ἰδιότητα λέγειν συγχύσεως ἄνευ, τάχα δὲ καὶ ἐφ’ ὧν τῇ συγχύσει χώρα παντελῶς ἀνεπινόητος.» Φανέστατα γοῦν, διὰ τῶν οἰκείων τὴν ἑαυτοῦ ἔννοιαν ἐσαφήνισεν ὁ Πατήρ, οὐκ οὐσιώδη μίαν τὴν ἐπὶ Χριστοῦ φήσας ἐνέργειαν, ἵνα μὴ σύγχυσις αὐτοῦ τοῖς μέρεσιν ἐπάγηται καὶ φυρμός· οὐχ ὑποστατικὴν τὸ σύνολον, ἵνα μὴ τῶν ἄκρων αὐτῷ χωρισμὸς γένηται καὶ διάστασις· Πατρὸς ἀνάρχου φημὶ καὶ ἀχράντου μητρός.

Ὑποστάσει γάρ, καὶ τοῖς ὑποστατικοῖς ἐκείνων σαφῶς διακρίνεται.

Ἀλλὰ τί φησιν; Μία τῇ κοινωνίᾳ τῆς ἑνώσεως καὶ τοῦ συμπεράσματος, ὅπερ ἔργον καὶ πρᾶξιν ἀνωτέρω διώρισε, μήτε τοῖς φύρειν ἐθέλουσι, μήτε μὴν τοῖς χωρίζειν παρείσδυσιν τὴν οἱανοῦν δεδωκώς· ἀλλὰ τοὺς μὲν ἀπελάσας, τῷ γνωρίζειν, τί μὲν προηγουμένως καὶ κατὰ φύσιν ἴδιον τῆς κατ’ αὐτὸν ἀνθρωπότητος· τί δὲ τῆς ὑπερουσίου θεότητος· τοὺς δὲ τροπωσάμενος, τῷ μηδεμίαν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς διϊστᾷν ἢ χωρίζειν ἐνέργειαν.

Τὸ γὰρ ὄνομα τῆς ἐνεργείας κοινῶς ἐπί τε ἁπλῆς ὁμοίως καὶ τῆς ἐν σχέσει θεωρουμένης κινήσεως, ἣ αὐτοῦ τοῦ ἀποτελέσματος λαμβανόμενον, φυρμὸν οὐκ ἐπάγει τοῖς πράγμασιν, ἕως ἂν εὐκρινὴς ἡ τῶν νοουμένων διασάφησις γένηται, καθ’ ἣν τά τε θάτερα φύσεων οὐσιωδῶς προσδεδραμηκυιῶν ἀδιαιρέτως φυλάττομεν, καὶ τὰ θατέρας ἴδια τῆς θατέρας ἀσυγχύτως γνωρίζομεν διὰ τὴν ἕνωσιν, καὶ ἀμφοτέρων τοῦ ἐξ αὐτῶν ὅλου διὰ τὴν ὕπαρξιν, οὔτε κατὰ τοῦτο συμφύροντες, οὔτε μὴν κατ’ ἐκείνας χωρίζοντες, ἀλλ’ οὐσιῶν μὲν ὅρους κρατοῦντες τὴν διαφοράν, λόγοις δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὴν ἕνωσιν διασφίγγοντες. Οὕτω γοῦν, καὶ διὰ ταῦτα οὗτος, καὶ πᾶς ἄλλος εἴ τις ἔγκριτος καὶ θεῖος Πατήρ, ὡς ἤδη φαίνομαι γεγραφώς, μίαν ἐπὶ Χριστοῦ τὴν ἐνέργειαν καὶ δύο, τὸ μὲν τὴν ἕνωσιν ἀποσκοπῶν τῶν κατὰ φύσιν ἐνεργειῶν, ὥσπερ οὖν καὶ τῶν φύσεων· τὸ δέ, τὴν οὐσιώδη τούτων διαφοράν. Καὶ ὧδε μὲν ταῦτα.