Ταῦτα γὰρ ἕψεται τοῖς τὰ ἄμικτα μίσγουσι, καὶ τὸν Πατρικὸν διωθουμένοις καὶ παρακλέπτουσι νοῦν, ὅστις εὐκρινῶς ἅπαντα τίθεται κατὰ τάξιν τὴν πρέπουσαν. Ὅθεν ὁ πανεύφημος καὶ θεοφόρος διδάσκαλος ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ λόγῳ, τάδε διέξεισι περὶ ἀγνοίας. ὥσπερ κανόνι τινὶ καὶ τύπῳ διοριζόμενος, κἂν αὐτὰ τὸ πρῶτον ἡμῖν ἀνερμηνεύτως εἰς μέσον προήγαγον, τὸν ἀκροατὴν ὑφαρπάζοντες· Ἦ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν ὡς Θεός, ἀγνοεῖν δέ φησιν ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου. Τίθεται οὖν τὴν μὲν ἄγνοιαν, τῇ κατ’ ἐπίνοιαν διαστολῇ τῶν οὐσιῶν μόνον ἐκδέχεσθαι· τὰ δὲ φυσικὰ θελήματα, καὶ πᾶν τι ἄλλο φυσικὸν δίχα μόνης τῆς ἁμαρτίας, τῇ καθ’ ὑπόστασιν ἑνώσει τῶν φύσεων αὐτοῦ τοῦ σαρκωθέντος Λόγου γνωρίζειν, εἰς τὴν τῶν ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἅπερ ὑπάρχει κυριωτάτην βεβαίωσιν. Εἰ τοίνυν τὴν μὲν ἄγνοιαν ἐν τῇ κατ’ ἐπίνοιαν διαστολῇ θεωροῦμεν, οὐδ’ αὐτοῦ κυρίως ἐστίν, ὃ μήτε ἡμῶν κατὰ φύσιν ὡς συστατικόν, εἰ καὶ ἡμῶν εἶναι λέγεται διὰ τὴν ἀρχαίαν παράβασιν, οἷον ἡ ἄγνοια, ἡ ἐγκατάλειψις, ἡ παρακοή, τὸ ἀνυπότακτον. Τίς γὰρ ἡμῶν ἐν τούτοις φύσεως λόγος, ἢ τῆς οὐσίας συστατικός; Διόπερ οὐδὲ Χριστοῦ ταῦτα κατηγοροῦμεν, ὡς Χριστοῦ παντελῶς, οὐδὲ εἴ τι ἄλλο, καθὼς ἔφην, τῶν ἐν τῇ κατ’ ἐπίνοιαν διαστολῇ γνωριζομένων· καὶ μάλα εἰκότως.