Οὐκοῦν εἰ μὲν οὐ φυσικὸν τὸ θέλημα, καὶ τῆς ἡμετέρας οὐσίας συστατικόν, παραστήσωσιν. Εἰ δὲ φυσικόν· θελητικὸς γὰρ φύσει ὁ ἄνθρωπος, ἢ καὶ αὐτὸ μετὰ τῶν ἄλλων τοῦ σαρκωθέντος Λόγου κατ’ οὐσίαν ὡς ἀνθρώπου γεγενημένου, καὶ θελητικοῦ κατ’ ἄμφω τὰς ἐξ ὧν συνέστηκε φύσεις ὑπάρχοντος, καὶ ἔστι καὶ γνωρίζεται, ἢ καὶ τὰ ἄλλα φυσικὰ μετ’ αὐτοῦ, φημὶ δὴ τοῦ κατὰ φύσιν θελήματος, ἐν τῇ κατ’ ἐπίνοιαν διαιρέσει, ψιλῶς, ἀλλ’ οὐ κυρίως καὶ πραγματικῶς γνωρισθήσονται, καὶ ἔσται κατ’ αὐτούς, ἡ τῆς ὅλης οἰκονομίας θεωρία καὶ μύησις· μᾶλλον δὲ αὐτὴ κυρίως ἡ σάρκωσις, κατὰ διαίρεσιν αὐτοῖς λαμβανομένη καὶ φαντασίαν, μηδενὸς φυσικοῦ τούτοις ἐν Χριστῷ καθ’ ἕνωσιν ὁμολογουμένου, μὴ δ’ αὐτῆς τὸ παράπαν τῆς φύσεως. Οὗ γάρ τι φυσικὸν οὐκ ἔστιν, οὔτε φύσις ἔσται ποτὲ ἄν. Ὥσπερ ἔνθα κυρίως ἡ φύσις, τὰ κατ’ αὐτὴν ἀπαραλείπτως δίχα μόνης τῆς ἁμαρτίας. Διόπερ οὐδὲ μία τούτοις κατὰ τῆς ἀληθείας πρόφασις ἔσται. Περιῄρηται γὰρ πᾶσα, καὶ διὰ πάντων ἐπίνοια, πρὸς τὸ ταύτην, εἴ γε βούλοιντο, περιχαρῶς ἀσμενίσαι, καὶ ἡμῖν εἰλικρινῶς συνομολογεῖν· ἀλλὰ μὴ τοῖς ὡς ἐξ ἀράχνης τῆς κατ’ αὐτοὺς ἀδρανοῦς διανοίας ἐπερείδεσθαι λόγοις, τοὺς εἰς αὐτὸν ὀρθοδόξως πιστεύοντας, ὅτι ἐξ ὧν ἐστιν ὁ Χριστός, ἐν αὐτοῖς ἐστιν ὁ Χριστός· καὶ ἐν οἷς ἐστιν ὁ Χριστός, ταῦτά ἐστιν ὁ Χριστός.