Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀποκρίσεις

Μάξιμος ὁ Ὁμολογητής

Το ζήτημα της άγνοιας στο πρόσωπο του Χριστού και η υποστατική ένωση

Αναίρεση της ταύτισης της άγνοιας με το φυσικό θέλημα, έλεγχος των χριστολογικών συνεπειών της οικείωσης της άγνοιας και ανάλυση της κατ' επίνοιαν διάκρισής της εντός της υποστατικής ενώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 3

Μαξίμου μοναχοῦ πρὸς Μαρῖνον πρεσβύτερον· Ἐπίλυσις τῶν προτεταγμένων ἀποριῶν ὑπὸ Θεοδώρου διακόνου καὶ ῥήτορος, λύσις α. Αἱ παρὰ τοῦ ῥήτορος πεύσεις, ἁγιώτατε καὶ θεοτίμητε πάτερ, οὐ μᾶλλον τὸ εὔλογον ἔχουσι τῆς ἀπορίας, ἢ τὸ παράλογον ἐνδείκνυνται τῆς ἀπορίας· ἔκ τε τοῦ ψεύδους αὐτοῦ, καὶ τῆς ἐπ’ ἀνατροπῇ τῆς θείας τοῦ Μονογενοῦς σαρκώσεως ἔριδος. Οὐ γὰρ κατὰ τὸν αὐτὸν τῷ θελήματι λόγον, ὥς φησι, καὶ τὴν ἄγνοιαν ἐπὶ Χριστοῦ κατηγόρησαν οἱ Πατέρες.

Τίς γὰρ ὁ τοῦτο δεῖξαι δυνάμενος, εἰ καὶ οὗτοι τὰ μηδαμῶς ὄντα, καθὼς ἔθος αὐτοῖς, οὐκ ἀναπλάττονται μόνον, ἀλλὰ καὶ τολμηρῶς καθ’ ἑαυτῶν προκομίζουσιν; Ἢ οὕτω δ’ ἂν ἀγνοίας καὶ θελήματος ὁ αὐτὸς ἔσται λόγος, εἰς ταὐτὸν ἄγων ἀλλήλοις τὰ πάντη κυρίως ἀσύμβατα· εἴπερ ἡ μέν, τὴν τοῦ ὄντος ἀναίρεσιν· τὸ δέ, τὴν τοῦ ὄντος θέσιν παρίστησιν, ὃ δὴ προδήλως ἀμήχανον, ὡς οὐδὲ τὸ παράπαν ἀλλήλαις ἕξις ὑπάρχει καὶ στέρησις. Οὐδὲ γὰρ ἐπειδὴ τὴν ἀπὸ τῶν Ἀρειανῶν προτεινομένην, καὶ ταύτην ὁ θεῖος καὶ μέγας Γρηγόριος καταριθμεῖ· φημὶ δὴ τὴν ἄγνοιαν, ἤδη ταὐτὸν οὖσαν ἀπέφηνεν, τῷ θελήματι.

Τοῦ θελήματος γὰρ ῥητῶς, οὐδὲ κατὰ τὸν τόπον παντελῶς ἐμνημόνευσεν, ἐν ᾧ ταῦτα διέξεισι, Σὺ δέ μοι, λέγων, καταρίθμει πρὸς ταῦτα τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τό, Θεός μου, καὶ Θεὸς ὑμῶν· τό, μείζων· τό, ἔκτισεν, τό, ἡγίασε, καὶ τὰ ἑξῆς. Εἰ δὲ ὅτι συμπαρέλαβε μόνον, εἰς ταὐτὸν ἄγειν τὴν ἄγνοιαν τῷ θελήματι τυχὸν ἐπιχειροῦσιν, ἔσται δήπου πάντως, καὶ τό, Θεός μου, καὶ Θεὸς ὑμῶν· καὶ τό, μείζων, παρὰ τοῦ Πατρὸς εἰρημένον, καὶ τὸ κτίζειν καὶ ἁγιάζειν ταὐτὸν τῇ ἀγνοίᾳ κατ’ αὐτοὺς διὰ τὴν σύνταξιν, ἐπειδὴ καὶ ταῦτα τῇ ἀγνοίᾳ συντέταχεν. Εἰ δὲ τοῦτο διανοίας καθέστηκε παρατροπή, κἀκεῖνο μειζόνως ἐκτροπὴ τῶν ταῦτα λογιζομένων, μή τί γε λέγειν ἢ γράφειν ἐπιχειρούντων.

Ἄλλως τε δέ, εἰ ἀγνοίας καὶ θελήματος ὁ αὐτὸς καθέστηκε λόγος, ἢ τὰ φύσει θέλοντα πάντως, καὶ ἀγνοοῦσιν, ἢ τὰ φύσει ἀγνοοῦντα, πάντως καὶ θέλουσιν· οὐκοῦν καὶ Θεὸς κατὰ φύσιν θέλων, ἀγνοίας περιπεσεῖται πάθει, καὶ ἄψυχα πάντα κατὰ φύσιν ἀγνοοῦντα, θελήματι κινηθήσεται φυσικῷ. Εἰ δὲ τοῦτο, καὶ Χριστὸς αὐτὸς ὁ ἐκ θεότητος ὑφεστὼς καὶ ἀνθρωπότητος, κατ’ οἰκείωσιν, ὥς φασιν αὐτοί, τήν τε ἄγνοιαν καὶ τὸ θέλημα ἔχων, ἕξει που πάντως φύσει κατὰ τοῦ θείου θελήματος καὶ τὴν ἄγνοιαν. Καὶ σιωπῶ λέγειν, ὡς εἰ καὶ διὰ τὴν οἰκείωσιν ἐσφαλμένως· ἀλλ’ ὅμως οὗπερ κατηγωνίσαντο συνηγοροῦντες ἐδείχθησαν, καὶ αὐτοὶ δύο συνιστῶντες θελήματα, τό τε κατὰ φύσιν λέγω, καὶ τὸ κατ’ οἰκείωσιν· ἅπερ δύο προδήλως τυγχάνουσι, σὺν ταῖς ἰσαρίθμοις ἀγνοίαις, ὃ καὶ παράλογον, διττὴν ἐπὶ Χριστοῦ δοξάζειν τὴν ἄγνοιαν, τοῦ μηδὲ μίαν ἔχοντος, πᾶσαν δὲ πάντως ἐξαφανίζοντος, εἴπερ ἐστὶ Θεοῦ σοφία καὶ δύναμις.

Οἰκείωσιν δέ, ποίαν ἄρα φασί; Τὴν οὐσιώδη, καθ’ ἣν τὰ προσόντα φυσικῶς ἕκαστον ἔχοντα οἰκειοῦται διὰ τὴν φύσιν· ἢ τὴν σχετικήν, καθ’ ἣν τὰ ἀλλήλων φυσικῶς στέργομέν τε καὶ οἰκειούμεθα, μηδὲν τούτων αὐτοὶ πάσχοντες ἢ ἐνεργοῦντες; Ἀλλ’ εἰ μὲν τὴν πρώτην, ἐκεῖνοι μᾶλλον ψιλὸν ἀπέφηναν ἄνθρωπον, τὸν σαρκωθέντα Θεόν, ὡς τοῦτον ἀγνοοῦντα φυσικῶς δογματίζοντες. Εἰ δὲ τὴν δευτέραν, οὐδὲ ἄνθρωπον ὅλως, ἀλλ’ ἄσαρκον μόνον Θεόν, ὡς ἐν ψιλῇ σχέσει τὰ τῆς σαρκός, καὶ οὐχ ὡς ἀνθρώπου τὰ φυσικὰ φυσικῶς οἰκειούμενον μετὰ τοῦ εἶναι καὶ μένειν Θεόν. Ἐπειδήπερ ἐν ᾧ τὴν ἄγνοιαν τίθησι, καὶ τὰ φυσικὰ πάντα τοῦ σαρκωθέντος Θεοῦ καταριθμεῖ σαφῶς ὁ διδάσκαλος· οἷον τὸ ὑπνοῦν, τὸ πεινεῖν, τὸ διψεῖν, τὸ κοπιᾷν, τὸ δακρύειν, τὸ ἀγωνιᾷν, τὸ ὑποδύεσθαι, τὸν σταυρόν, τὸν θάνατον· μεθ’ ὧν καὶ τὴν ἔγερσιν, καὶ τὴν ἀνάληψιν, οἷς καὶ σέσωκεν, ἑκουσίως ταῦτα κατὰ φύσιν δεξάμενος ὑπὲρ ἡμῶν καὶ παθών. Εἰ οὖν ταῦτα κατὰ τὴν ἐν σχέσει ψιλὴν οἰκείωσιν ἐπὶ Χριστοῦ γεγενῆσθαι δοξάζουσι, καὶ οὐ φυσικὰ ὡς ἀνθρώπου τοῦ σαρκωθέντος εἶναι Λόγου πρεσβεύουσι, τί λοιπὸν Ἀπολιναρίῳ καὶ Μάνεντι καταλείψωσι;

Σεβῆρον γὰρ ὑπερῆραν τῇ ἀσεβείᾳ, μᾶλλον ὑπεραυδήσαντες, ὡς οὐ τοσοῦτον κατεξαναστάντα τῆς ἀληθείας, ἀλλὰ τῇ τῶν φυσικῶν ἰδιωμάτων ῥήσει προσκεχρημένον, εἰ καὶ τὴν φύσιν ἀθετεῖ τῆς σαρκός, πρὸς μίαν τὰς διαφόρους φύσεις ἐκθλίβων.

Ταῦτα γὰρ ἕψεται τοῖς τὰ ἄμικτα μίσγουσι, καὶ τὸν Πατρικὸν διωθουμένοις καὶ παρακλέπτουσι νοῦν, ὅστις εὐκρινῶς ἅπαντα τίθεται κατὰ τάξιν τὴν πρέπουσαν. Ὅθεν ὁ πανεύφημος καὶ θεοφόρος διδάσκαλος ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ λόγῳ, τάδε διέξεισι περὶ ἀγνοίας. ὥσπερ κανόνι τινὶ καὶ τύπῳ διοριζόμενος, κἂν αὐτὰ τὸ πρῶτον ἡμῖν ἀνερμηνεύτως εἰς μέσον προήγαγον, τὸν ἀκροατὴν ὑφαρπάζοντες· Ἦ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν ὡς Θεός, ἀγνοεῖν δέ φησιν ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου. Τίθεται οὖν τὴν μὲν ἄγνοιαν, τῇ κατ’ ἐπίνοιαν διαστολῇ τῶν οὐσιῶν μόνον ἐκδέχεσθαι· τὰ δὲ φυσικὰ θελήματα, καὶ πᾶν τι ἄλλο φυσικὸν δίχα μόνης τῆς ἁμαρτίας, τῇ καθ’ ὑπόστασιν ἑνώσει τῶν φύσεων αὐτοῦ τοῦ σαρκωθέντος Λόγου γνωρίζειν, εἰς τὴν τῶν ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἅπερ ὑπάρχει κυριωτάτην βεβαίωσιν. Εἰ τοίνυν τὴν μὲν ἄγνοιαν ἐν τῇ κατ’ ἐπίνοιαν διαστολῇ θεωροῦμεν, οὐδ’ αὐτοῦ κυρίως ἐστίν, ὃ μήτε ἡμῶν κατὰ φύσιν ὡς συστατικόν, εἰ καὶ ἡμῶν εἶναι λέγεται διὰ τὴν ἀρχαίαν παράβασιν, οἷον ἡ ἄγνοια, ἡ ἐγκατάλειψις, ἡ παρακοή, τὸ ἀνυπότακτον. Τίς γὰρ ἡμῶν ἐν τούτοις φύσεως λόγος, ἢ τῆς οὐσίας συστατικός; Διόπερ οὐδὲ Χριστοῦ ταῦτα κατηγοροῦμεν, ὡς Χριστοῦ παντελῶς, οὐδὲ εἴ τι ἄλλο, καθὼς ἔφην, τῶν ἐν τῇ κατ’ ἐπίνοιαν διαστολῇ γνωριζομένων· καὶ μάλα εἰκότως.

Εἰ γὰρ οὐκ ἐν διαστολῇ τὸν σεσαρκωμένον γινώσκομεν Λόγον, οὐδὲ κατ’ ἐπίνοιαν ψιλὴν φανταζόμεθα, ἀλλ’ ἐν ἄκρᾳ τῇ καθ’ ὑπόστασιν ἑνώσει τῶν φύσεων ὄντα πιστεύομεν· δῆλον ὡς οὐδέ τι τῶν ἐν διαιρέσει κατ’ ἐπίνοιαν λαμβανομένων, αὐτοῦ τὸ παράπαν ἐστίν· ἀλλ’ ἐκεῖνα κυρίως αὐτοῦ καὶ μόνα πρεσβεύομεν, τὰ ὅσαπερ φυσικὰ τυγχάνει μετὰ τῆς φύσεως, καὶ λώβης ὄντα τῆς καθ’ ἁμαρτίαν ἐκτός, ἑνότητι προσώπου, καὶ τῆς κατ’ αὐτὸν μιᾶς ὑποστάσεως, πραγματικῶς σωζόμενά τε καὶ ὁμολογούμενα τοῖς εὐσεβέσιν.