Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνευτικά ζητήματα από τα ιστορικά βιβλία και τους Πατέρες

Αλληγορική ερμηνεία προσώπων της Γένεσης και των Κριτών, όπως του Κάιν και του Γεδεών, και απαντήσεις σε δυσνόητα χωρία του Μεγάλου Βασιλείου και του Γρηγορίου του Θεολόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 11

Τί ἐστιν διάψαλμα; Οἶμαι ὅτι ἢ ἀπὸ νοήματος εἰς νόημα μεταβολὴ ἢ καὶ τρόπου διδασκαλίας εἰς ἕτερον τρόπον. Τί ἐστιν τὸ συνήφερεν αὐτῷ ἵνα μύλος ὀνικὸς περιτεθῇ ἐν τῷ τραχήλῳ αὐτοῦ καὶ ῥιφῇ ἐν τῇ θαλάσσῃ ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν;

Μικρούς, οἶμαι, λέγει τοὺς κατὰ διάνοιαν ἀφελεῖς καὶ διὰ σμικρότητα νοὸς μὴ δυναμένους διακρίνειν τὰ τῆς προνοίας κρίματα. Ὅστις οὖν σκανδαλίσῃ τοὺς τοιούτους, συνέφερεν αὐτῷ ἑλληνικῆς εἶναι μοίρας, οἳ δίκην ὄνου ἐν μυλῶνι μόνῃ τῇ κινήσει τοῦ κόσμου ἐνήσχηνται, καὶ ἵνα ῥιφῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, τουτέστιν ἐν τῇ συγχύσει τοῦ βίου.

Τοῦτο δὲ καὶ ὁ ἀπόστολος Πέτρος βεβαιοῖ λέγων «κρεῖσσον ἦν αὐτοῖς μὴ ἐπιγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι». Τίνος ἕνεκεν μετὰ τὸ λιθοβοληθῆναι κατὰ πρόσταξιν θεοῦ τὸν τὰ ξύλα ἐν σαββάτῳ συλλέξαντα, κελεύει εἰς τὰ κράσπεδα τῶν ἱματίων ἀποδεσμεῖσθαι κλῶσμα ὑακίνθινον;

Ὁ πράξει καὶ γνώσει σαββατίζων, εἶτα ῥαθυμήσας, ἄρξηται τὰς ἐξαπτικὰς τῶν παθῶν ὕλας ἑαυτῷ ξύλων δίκην συλλέγειν, ἢ καὶ ὁ γνωστικὸς περὶ τὴν ἐπιφάνειαν τῶν ὁρατῶν στραφείς· εἰκότως τοῖς θείοις λόγοις οἱονεὶ λίθοις τὰ τοιαῦτα ἀποκτέννονται πάθη. Ἀλλ᾽ ἐπειδὴ ὁρῶν ὁ θεὸς τὸ ῥάθυμον καὶ εὐόλισθον τῶν ἀνθρώπων, πρὸς τὸ μὴ τῇ λήθῃ κρατουμένους ἐκπίπτειν τῆς ἐντολῆς, κελεύει εἰς τὰ κράσπεδα τῶν ἱματίων ἀποδεσμεῖσθαι κλῶσμα ὑακίνθινον, ἵνα βλέποντες εἰς μνήμην ἔρχωνται τοῦ προστάγματος.

Ταῦτα μὲν ὁ φαινόμενος τοῦ νόμου σκοπός, ὁ δὲ πνευματικὸς καὶ τὰ βάθη καθαίρων ἐστὶν οὗτος· ἐπειδὴ τὸ κράσπεδον ἐκ τοῦ στήμονος τοῦ ἱματίου ἐστίν, τοῦτο σημα〈ί〉νει ὅτι δεῖ τῷ ἱματίῳ τῆς πρακτικῆς καὶ ἠθικῆς φιλοσοφίας ἠρτῆσθαι τὴν πίστιν—τοῦτο γὰρ ὁ στήμων— καὶ ἁπλῶς συνπεπλέχθαι πίστιν καὶ πρᾶξιν, ἐκ τούτων δὲ ἀποδεσμεῖσθαι ὑακίνθου τρόπον τὴν γνῶσιν ἤτουν σοφίαν· †σοφίαν† γὰρ κατὰ τοὺς ἐτυμολογοῦντας ἡ σοφία λέγεται, ὅπερ ἡ τῆς ὑακίνθου χρόα διὰ τῆς μελάνσεως ἐνδείκνυται.

Τίς ἡ κατὰ τὸν Ἄβελ καὶ τὸν Κάϊν κατ᾽ ἀναγωγὴν θεωρία; Ὁ Κάϊν λαμβάνεται ἐπὶ τοῦ φρονήματος τῆς σαρκός, ὁ δὲ Ἄβελ ἐπὶ τοῦ πένθους ἤγουν τῆς μετανοίας. Ὅτ᾽ ἂν οὖν μήπω τελείως κατορθώσας τὴν πρακτικὴν ἕξιν ὁ νοῦς χλευάζεται ὑπὸ τοῦ φρονήματος τῆς σαρκὸς καὶ ἐκβαίνει μετ᾽ αὐτοῦ εἰς τὸ πεδίον, τουτέστιν εἰς τὸ πλάτος τῆς φυσικῆς θεωρίας, ἀποκτέννεται μὴ ἰσχύων τὰς ἐπιφανείας τῶν ὄντων διαπερᾶσαι ἀλλ᾽ ἐν αὐταῖς ἐναπομένων. Ὅστις οὖν ἀποκτέννει τὸν Κάϊν, τουτέστιν τὸ φρόνημα τῆς σαρκός, ὅπερ ἐστὶν ἡ συγκατάθεσις—ὁ γὰρ φονεύων τὸ πένθος συνκατατίθεται τῇ κακίᾳ—, ἑπτὰ ἐκδικούμενα παραλύει, τουτέστιν τὰ ἑπτὰ τῆς πονηρίας πνεύματα ἢ καὶ τὰ ὑπ᾽ αὐτῶν ἐνεργούμενα ἑπτὰ τῆς κακίας πάθη καταργεῖ. Ἡ δὲ κατάρα τοῦ στένειν τὸν Κάϊν δηλοῖ τὴν τοῦ συνειδότος ἐπανάστασιν τοῦ ἀεὶ τύπτοντος καὶ κατασείοντος αὐτοῦ τὴν διάνοιαν.

Τί δηλοῖ ἡ κατὰ τὸν Λάμεχ ἱστορία; Φασί τινες τῶν τὰ θεῖα πεπαιδευμένων ὅτι ἐν τοῖς καιροῖς τοῦ Λάμεχ ἀταξίας καὶ ἀναρχίας οὔσης ὁ δυνατὸς τὸν ἀσθενοῦντα κατεδυνάστευεν. Οὗτος οὖν ὁ Λάμεχ ὑπαντήσας ἄνδρα μετὰ τῆς γυναικὸς ἀπέκτεινεν αὐτὸν καὶ ἔλαβεν τὴν γυναῖκα αὐτοῦ. Ἀπαντήσας δὲ καὶ ἀδελφὸν μετὰ ἀδελφῆς ἀπέκτεινεν καὶ αὐτὸν καὶ ἔλαβεν τὴν ἀδελφὴν αὐτοῦ. Καὶ τὸν μὲν ἐκάλεσεν ἡ γραφὴ ἄνδρα, τὸν δὲ νεανίσκον. Ταῦτα μὲν κατὰ τὴν ἱστορίαν· κατὰ δὲ θεωρίαν λαμβάνεται ὁ Λάμεχ ἐπὶ τῆς ἐνεργείας τῆς κακίας.

Ἀπέκτεινεν γὰρ ἐν ἡμῖν τὸν ἄνδρα, τὸν φυσικὸν νόμον, καὶ ἔλαβεν ἐξ αὐτοῦ τὴν αἴσθησιν· ἀπέκτεινεν δὲ καὶ τὸν νεανίσκον, τὸν πνευματικόν φημι νόμον, καὶ ἔλαβεν ἐξ αὐτοῦ τὴν διάνοιαν, ὅπως ταύταις μιγνύμενος ὁ τῆς κακίας σπορεὺς ἀποτεκεῖν ποιήσῃ τὴν ἁμαρτίαν. Ἐκ τούτου οὖν τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ ἐκδικεῖται, τουτέστιν ὑπὲρ τῆς συγκαταθέσεως καὶ ἐνεργείας δίκας εἰσπράττεται. Ὅθεν ὁ κύριος λέγοντι τῷ Πέτρῳ «ποσάκις ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;» ἀπεκρίθη ὁ κύριος «οὐ μόνον ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά», τουτέστιν «τῷ μετανοοῦντί σοι μὴ μόνον τὰ μικρὰ τὰ ἐν συγκαταθέσει γινόμενα ἀλλὰ καὶ τὰς ἐνεργείας ἀφήσεις».

Τί δηλοῖ τὸ χωνευτὸν καὶ τὸ γλυπτὸν καὶ τὸ θεραφὶν ἅπερ ἐποίησαν ἐπὶ τοῦ Γεδεὼν καὶ τί τὰ ἐνώτια καὶ οἱ μηνίσκοι ἅπερ ἐποίησεν ὁ Γεδεὼν ἐφοὺδ καὶ ἔστησεν ἐν τῇ πύλῃ καὶ γέγονεν εἰς σκάνδαλον τοῦ οἴκου αὐτοῦ;

Ἐκεῖνος ποιεῖ χωνευτὸν κατὰ τὴν γραφὴν ὁ ἐκ τῶν ἔξωθεν προλήμψεων ἔχων τοὺς τύπους τῆς κακίας καὶ ἐξ αὐτῶν χωνεύων καὶ εἰς ἐνέργειαν φέρων τὴν ἁμαρτίαν· γλυπτὸν δὲ ποιεῖ ὁ ἐξ ἑαυτοῦ δημιουργῶν τὸ πάθος· θεραφὶν δὲ ποιεῖ ὁ τὴν ἕξιν τῶν παθῶν κεκτημένος ὥσπερ δοχεῖον· φασὶ γὰρ τὸ θεραφὶν δοχεῖον εἶναι τοῦ αἵματος τῶν θυομένων. Τὸ δὲ ποιῆσαι τὸν Γεδεὼν ἀπὸ τῶν ἐνωτίων καὶ τῶν μηνίσκων ἐφούδ, τοῦτο σημαίνει ὅτι ὅστις τῶν διδασκάλων ἀφ᾽ ἑκάστου λαμβάνων λόγον ἢ δόγμα— τοῦτο γὰρ ἐνώτια καὶ μηνίσκοι—περί τινος τῶν κατὰ τὴν κτίσιν προφαινομένων, εἶτα ἐξ ὅλων συναγείρων ἓν μυστικὸν λόγον θεωρίας καὶ τοῦτον προτιθεὶς ἐν φανερῷ εἴτε καὶ ἐν βίβλοις κατατιθέμενος—τοῦτο γὰρ ἡ πύλη—, ὅσοι μὴ δύνανται νοῆσαι ἐκ νηπίας φρενὸς τὸ μυστικὸν τοῦ λόγου καὶ ἑνιαῖον, σκανδαλίζονται εἰς τὸν εἰπόντα διδάσκαλον.

Τί σημαίνει ἡ κατ᾽ αὐτὸν τὸν Γεδεὼν ἱστορία καὶ ὁ πόκος καὶ ὁ πόλεμος πρὸς τοὺς Μαδιηναίους καὶ τὰ λοιπά; Ἀγάρ, ἡ παιδίσκη Σάρρας, λαμβάνεται ἐπὶ τῆς αἰσθήσεως· αὐτὴ συλλαμβάνουσα διὰ τῆς φυσικῆς θεωρίας γεννᾷ τὸν φυσικὸν νόμον. Εἰ δὲ κατεξαναστῇ αὐτὴ τοῦ νοὸς ὥσπερ ἐκείνη τῇ Σάρρᾳ—〈ἄρχουσα〉 δὲ ἡ Σάρρα ἑρμηνεύεται—παρωθεῖται ἡ αἴσθησις καὶ συλλαμβάνει ὁ νοῦς τὸν Ἰσαάκ, τὸν πνευματικὸν νόμον, ἐξ οὗ ὁ Ἰσραήλ, τουτέστιν 〈ὁ νοῦς ὁ τὸν θεὸν ὁρῶν.〉 Οὗτος ἐπειδὰν τυραννεῖται ὑπὸ τοῦ Μαδιάμ, τουτέστιν τῆς πορνείας, παραδίδοται κατὰ συγχώρησιν ἑπτὰ ἔτη, τουτέστιν ἐν τοῖς χρονικοῖς καὶ ἐπικαίροις πάθεσιν. Καὶ ἐποίησαν, φησίν, οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς ὄρεσιν τρυμαλιὰς καὶ σπήλαια· πολεμούμενος γὰρ ὁ νοῦς δοκεῖ ἐπινοεῖν κακώσεις καὶ πόνους, ἀλλὰ χωρὶς γνώσεως τούτους ποιῶν ἀνονήτως κοπιᾷ. Ἔσπειρεν, γάρ φησιν, ἀνὴρ Ἰσραὴλ καὶ ἀνέβαινεν Μαδιὰμ καὶ Ἀμαλὶκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ διέφθειρον τὸν καρπὸν τῆς γῆς· Ἀμαλὶκ γὰρ ἡ γαστριμαργία καὶ Μαδιὰμ ἡ πορνεία καὶ υἱοὶ ἀνατολῶν ἡ κενοδοξία· διαφθείρουσιν πάντα τὸν σπόρον τῆς καρδίας, ὅνπερ ἄνευ γνώσεως ἐπιτηδεύειν δοκεῖ. Καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν τῷ Ἰσραήλ, φησίν, ἐκ ποιμνίου καὶ μόσχου καὶ ὄνου, τουτέστιν ἔκ τε τοῦ λογικοῦ καὶ θυμικοῦ καὶ ἐπιθυμητικοῦ.

Ἀνέβαινον δὲ καὶ αἱ κτήσεις αὐτῶν καὶ αἱ σκηναὶ σὺν τοῖς καμήλοις αὐτῶν ὧν οὐκ ἦν ἀριθμός, τουτέστιν τὰ ποικίλα εἴδη τῶν παθῶν καὶ αἱ μνήμαι αὐτῶν καὶ αἱ φαντασίαι. Καὶ ἐπτώχευσεν, φησίν, ὁ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ καὶ ἐκέκραξαν πρὸς κύριον οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην· ἡνίκα γὰρ πτωχεύσει ὁ νοῦς πάσης ἀρετῆς, οἱ δὲ λογισμοὶ τούτου ἐκ μεταμελείας βοήσωσιν πρὸς κύριον, ἐξαποστελεῖ κύριος λόγον ἀναμιμνήσκοντα τὴν ἐξ Αἰγύπτου ἄνοδον, τουτέστιν τὴν ἐκ τοῦ σκοτασμοῦ τῶν ἁμαρτιῶν λύτρωσιν. Καὶ ἦλθεν, φησίν, ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέβινθον—τὸ τοῦ σταυροῦ μυστήριον αἰνιττόμενος—καὶ ἦν, φησίν, Γεδεὼν ῥαβδίζων σῖτον ἐν ληνῷ, τουτέστιν τὴν πρακτικὴν μετερχόμενος μετὰ τῆς γνώσεως· τοῦτο γὰρ ἡ ληνὸς τοῦ οἴνου. Καὶ ὤφθη αὐτῷ ἄγγελος καὶ εἶπεν αὐτῷ· «Κύριος μετὰ σοῦ, δυνατὸς ἰσχύϊ»· τὸν γὰρ ὑποτάξαντα καὶ δουλωσάμενον τὰ πάθη καὶ τὸ κῦρος διὰ πρακτικῆς καὶ γνώσεως κατ᾽ αὐτὸν ἔχοντα, ἐκ τῶν ἰδιωμάτων αὐτὸν καλεῖ· «Κύριος μετὰ σοῦ». Καὶ δείκνυται τὸ ταπεινὸν τοῦ τοιούτου νοὸς ἐκ τῆς ἀποκρίσεως· εἶπεν γάρ· «Καὶ εἰ ἔστιν κύριος ἐν ἡμῖν, εἰς τί ηὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα;» Καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος· «Πορεύου ἐν τῇ ἰσχύϊ σου· ταύτῃ σώσῃς τὸν Ἰσραήλ», τουτέστιν ἐν τῇ ἰσχύϊ τῆς πράξεως καὶ τῆς γνώσεως.

Καὶ εἶπεν πρὸς τὸν ἄγγελον· «Εἰ εὖρον χάριν ἐν ὀφθαλμοῖς σου, μὴ δὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ.» Καὶ Γεδεὼν εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ ἔλαβεν οἰφὶ σεμιδάλεως καὶ ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔθηκεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν τερέβινθον καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος· «Λάβε τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον ἐπ᾽ αὐτῇ.» Καὶ ἐποίησεν οὕτως. Ὅτ᾽ ἂν γὰρ νόημα πνευματικὸν καταπεμφθῇ τῷ νῷ καὶ εὕρῃ ὁ νοῦς ἁρμόσαι τῇ τοιαύτῃ γνώσει διὰ τῶν προσφυῶν πράξεων τὰ ἐπιβάλλοντα, οὐκ ἀποκινεῖται ἡ γνῶσις. Τὸ δὲ ἐξενεγκεῖν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ τὸν ζωμὸν σημαίνει τὴν πρᾶξιν μετὰ τοῦ ἀτύφου περικεχυμένην τῇ γνώσει· τοῦτο γὰρ δηλοῖ ὁ ζωμός. Θεῖναι δὲ ταῦτα πρὸς τὴν πέτραν προστέταχεν· δεῖ γὰρ γνῶσίν τε καὶ πρᾶξιν τῇ εἰς Χριστὸν πίστει συνάπτεσθαι. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ.

Ὅτ᾽ ἂν γὰρ ἡ τοιαύτη πρᾶξις καὶ γνῶσις τῇ πίστει τελειωθῶσιν, τότε τὸ πῦρ τοῦ πνεύματος φωτεινὰς ἀπεργάζεται ταύτας καὶ ὁ τῆς ἀρχῆς τῆς γνώσεως λόγος συναφίπταται· οὐκέτι γὰρ ὡς τὸ πρότερον παρέπεται ὑπομιμνήσκων· ὅλῳ γὰρ τῷ φωτὶ τοῦ πνεύματος ὁ νοῦς ἐγκραθεὶς οὐκέτι τοῖς ἐναρχθεῖσιν προσκάθηται.

Ὁ δὲ πόκος σημαίνει τὴν Ἰουδαϊκὴν λατρείαν· ἐπ᾽ αὐτὴν γὰρ ἐγένετο δρόσος· εἶχεν γὰρ δικαιώματα λατρείας. Εἰς δὲ πᾶσαν τὴν γῆν ξηρασία· πάντα γὰρ τὰ ἔθνη ξηρὰ ἐτύγχανον τῆς τοῦ θεοῦ γνώσεως. Τὸ δὲ ἐκπιάσαι εἰς τὴν λεκάνην τὸ ὕδωρ ἐσήμανεν τὴν μέλλουσαν τοῦ βαπτίσματος χάριν· εἶχεν γὰρ ἡ παλαιὰ ἐν πολλοῖς τύπους τοῦ ἁγίου βαπτίσματος· οὗτοι οὖν ἐκπιασθέντες ἐν τῇ λεκάνῃ τοῦ βαπτίσματος τὸ κατ᾽ αὐτὸ μυστήριον ἡμῖν ὑπέδειξαν. Τὸ δὲ δευτερῶσαι καὶ ἀνάπαλιν τὸν μὲν πόκον ἔχειν τὴν ξηρασίαν, πᾶσαν δὲ τὴν γῆν δρόσον, ἐσήμαινεν τὴν χάριν τοῦ εὐαγγελίου· πᾶσα γὰρ ἡ γῆ τῆς εὐαγγελικῆς ἐπληρώθη δρόσου· κατελείφθη δὲ ξηρὸς πάσης πίστεως ὁ Ἰουδαίων λαός. Εἰς δὲ τὸν καθένα· πόκος ἐστὶν ἡ ἠθικὴ φιλοσοφία ἐκπιεζομένη εἰς τὴν λεκάνην τῆς γνώσεως· τὸ δὲ τὴν γῆν πᾶσαν ἔχειν τὴν δρόσον σημαίνει ὅτι μετὰ τὴν κατόρθωσιν τῆς ἠθικῆς φιλοσοφίας πᾶσα ἡ γῆ τῆς καρδίας πληροῦται θείας γνώσεως. Εἰ δὲ ἐπὶ μόνῃ τῇ τῶν ἠθῶν κατορθώσει δίχα τῆς προσφυοῦς γνώσεως ἐπαίρεταί τις, ὁ τοιοῦτος τὴν μὲν γῆν τῆς ἑαυτοῦ καρδίας ἄνικμον ἔχει, τὴν δὲ ἔξω σκηνὴν ὥσπερ πόκον καλλωπίζων φαίνεται.

Τὸ δὲ ἐξιόντι τῷ Γεδεὼν εἰς τὴν παράταξιν ὑποστρέψαι τὰς δέκα χιλιάδας, σημαίνει τοὺς δειλίᾳ τὸ ἐπίπονον τῆς ἀρετῆς ἀποδιδράσκοντας, προδιδούντων τὰς αἰσθήσεις καὶ τὰς αὐτῶν ἐνεργείας. Αἱ δὲ εἴκοσι χιλιάδες αἱ κύπτουσαι ἐπὶ κοιλίαν καὶ πίνουσαι τόδε τὸ ὕδωρ εἰσὶν οἱ τὰ αἰσθητὰ προδώσαντες μετὰ τῶν αἰσθήσεων· τὰ γὰρ τέσσαρα στοιχεῖα συντιθέμενα ταῖς πέντε αἰσθήσεσιν ἀποτελεῖ τὸν εἴκοσι. Οὗτοι τῇ γῇ προσκυλινδούμενοι, τουτέστιν τῇ γηΐνῃ προσπαθείᾳ ἡττημένοι, τὸ ὕδωρ τῆς γνώσεως πειρῶνται πίνειν· οὓς ὁ λόγος ἀποβλήτους τῆς πνευματικῆς παρατάξεως ὄντας ἀποβάλλεται. Τριακοσίους δὲ μόνον ἐκλέγεται τοὺς λάμψαντας· οὗτοι δέ εἰσιν οἱ σταυρώσαντες ἑαυτοὺς καὶ τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις τῇ ἑκατοντάδι τῆς τελειότητος σώας φυλάξαντες· ἑκατοντὰς γάρ ἐστιν ἡ δεκαπλουμένη τῶν ἐντολῶν δεκάς, ἑκάστης ἐντολῆς τὴν ἑτέραν ἐνπεριεχούσης καὶ σαφέστερον εἰπεῖν ἡ μία δέκα οὖσα· ὅθεν καὶ τῇ Σάρρᾳ προκοψάσῃ προσετέθη τὸ 〈ῥό〉, δηλοῦντος τοῦ λόγου τὸ κατ᾽ ἀρετὴν αὐτῆς τέλειον. Οὗτοι δὲ λάμπ〈τ〉οντες ταῖς χερσὶν τὸ ὕδωρ πίνουσιν· διὰ γὰρ τῶν πόνων τῆς πράξεως τὸ ὕδωρ ἀρύονται τῆς γνώσεως.

Κελεύει δὲ τούτοις ὁ τῆς πνευματικῆς παρατάξεως στρατηγὸς κρατεῖν ἐν μὲν τῇ ἀριστερᾷ ὑδρίας ἔνδον ἐχούσας λαμπάδας, ἐν 〈δὲ〉 δεξιᾷ κερατίνην, καὶ οὕτως τοῖς πολεμίοις συμπλέκεσθαι, σημαίνων διὰ τούτων ὅτι δεῖ τὸν πρὸς τοὺς ἀοράτους ἐχθροὺς παρατάττεσθαι μέλλοντα διὰ τῆς πρακτικῆς—τοῦτο γὰρ ἡ ἀριστερὰ χείρ—κρατεῖν τὸ σῶμα ἤδη διὰ τῆς ἀσκήσεως ἀποβάλλον[τα] πᾶσαν παθῶν νοτίδα καὶ ξηρὸν ὀστράκου τάξιν γενόμενον, ἔνδον ἔχον τὸ φῶς τῆς γνώσεως, τῇ δὲ δεξιᾷ, τουτέστιν τῇ θεωρίᾳ, κατέχειν τὴν τοῦ λόγου διδασκαλίαν· αὐτὴ γὰρ ἡ κερατίνη. Τὸ δὲ συντρίβειν τὰς ὑδρίας σημαίνει ὅτι ἡ τελεία νέκρωσις τῆς σαρκὸς καὶ ἡ ταύτης ὑπεροψία ἐκκαλύπτει ἡμῖν τὸ φῶς τῆς γνώσεως.

Τὸ δὲ λέγειν «ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεὼν» σημαίνει ὅτι ὁ τὸν λόγον τοῦ κυρίου τὸν τμητικὸν ἐπιφερόμενος μετὰ καὶ τῆς ἰδίας σπουδῆς, ἀναιρεῖ τὰ πάθη. Τὸ δὲ ἐνύπνιον ὅπερ εἶδον οἱ Μαδιηναῖοι δηλοῖ ὅτι ἡνίκα ἄρξηται ὁ νοῦς τῇ ἀσκήσει ἑαυτὸν ἐκδιδόναι καὶ κακουχεῖν τὸ σῶμα, τεκμαίρονται οἱ τῆς πορνείας δαίμονες ὥσπερ δι᾽ ἐνυπνίου ὅτι «εἰ ἐξισχύσει ἐπεκτεῖναι ἑαυτὸν ὁ νοῦς τῇ τοιαύτῃ ἀσκήσει, ἀποκτέννει ἡμᾶς·» μαγὶς γὰρ κριθίνη κυλιομένη, τουτέστιν ἄσκησις προβαίνουσα, καταστρέφει τὰς σκηνὰς τῶν ἀλλοφύλων, τὰ συστατικὰ δηλαδὴ τῶν δαιμόνων πάθη.

Τί ἐστιν τὸ πρὸς τοὺς ἀποστόλους ἀπὸ τοῦ κυρίου εἰρημένον τὸ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος; Αὐτὸς ὁ κύριος λέγεται μεθ᾽ ἡμῶν εἶναι ἐν τῷ νῦν αἰῶνι, ἐν δὲ τῷ μέλλοντι οἱ ἅγιοι μετ᾽ αὐτοῦ ἔσονται, τῇ χάριτι θεωθέντες.

Τί σημαίνει ἡ Ἰεριχὼ καὶ τίς ὁ Ἀχὰρ ὁ κλέψας ἐκ τοῦ ἀναθέματος καὶ διατί ὁ μὲν θεὸς καῆναι αὐτὸν προστάσσει, ὁ δὲ Ἰησοῦς ἐλιθοβόλησεν αὐτόν; Ὅστις εἰς παράταξιν θείαν καταλεγεὶς κυκλοῖ τὴν Ἰεριχὼ ἑπτὰ περιόδοις σαλπίζων, τουτέστιν διοδεύων τὸν ἑβδοματικὸν τοῦ χρόνου τούτου αἰῶνα τῇ σάλπιγγι τοῦ εὐαγγελίου, διδάσκεται πάντα τὰ τοῦ αἰῶνος τούτου τῷ θεῷ ἀνατιθέναι. Ὅστις δὲ νοσφίσηται γλῶσσαν καὶ κρύψει ἐν τῇ γῇ, τουτέστιν τὸν λόγον ἐν τῇ γηΐνῃ τοῦ κόσμου σοφίᾳ, ἢ καὶ ψιλήν—ὅπερ ἐστὶν ἱμάτιον—τουτέστιν τὸ ἦθος πρὸς ἀρέσκειαν τῶν θεωμένων ἐξασκῶν, καὶ διακοσίους χρυσοῦς, τουτέστιν τὰ αἰσθητὰ πάντα μετὰ τῶν αἰσθήσεων, οὕστινας χρυσοῦς ἐν τῇ γῇ τῆς ἰδίας σαρκικῆς ἀπολαύσεως κατακρύψας, οὗτος ὑπὸ τοῦ στρατηγοῦντος λόγου πρῶτον μὲν ἐπ᾽ αὐτῷ πυρὸς δίκην ζέσαντος, ἔπειτα δὲ καὶ θείοις λόγοις οἱονεὶ λίθοις βαλλόμενος ἀποκτέννυται.

Περὶ διαφόρων θελημάτων θεοῦ. Τρία θελήματα ἐπὶ θεοῦ χρὴ ὑπολαμβάνειν, κατ᾽ εὐδοκίαν, κατ᾽ οἰκονομίαν, κατὰ συγχώρησιν. Καὶ τὸ μὲν κατ᾽ εὐδοκίαν δηλοῖ τὰ κατὰ τὸν Ἀβραάμ, λέγοντα πρὸς αὐτὸν «ἔξελθε ἐκ τῆς γῆς σου»· τὸ δὲ κατ᾽ οἰκονομίαν δηλοῖ τὰ κατὰ τὸν Ἰωσὴφ οἰκονομηθέντα πρὸς τὴν τῶν μελλόντων ἔκβασιν· τὸ δὲ κατὰ συγχώρησιν δηλοῖ τὰ κατὰ τὸν Ἰὼβ γενόμενα.

Τί ἐστιν· μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ; Καὶ κατὰ τὸν πρόχειρον τῶν πολλῶν νοῦν, διὰ τὸ ἄδηλον καὶ τὸ τῆς ἀνθρωπίνης προαιρέσεως εὐόλισθον, οὐ χρὴ μακαρίζειν τινὰ μέχρις διὰ πάσης ἀρετῆς διελθὼν ἀναντιρρήτῳ τέλει τὴν ζωὴν κατακλείσει. Πρὸς δὲ τὸν ὑψηλότερον νοῦν, ὁ ἀρξάμενος διὰ τῆς μετανοίας καὶ ἀσκήσεως τὸ ζῶν ἐν αὐτῷ γήϊνον φρόνημα ταπεινοῦν καὶ ἀσθενῆ ποιεῖν οὔπω μακαριστὸς μέχρις ἂν διὰ τοῦ συντόνου τῆς ἀσκήσεως πόνου νεκρωθῇ καὶ συντέλειαν λάβῃ· ὁ γὰρ τοιοῦτος μακάριος, ὡς τῷ Χριστῷ συναποθανὼν διὰ τῆς τῶν κακῶν ἀπραξίας καὶ συνανιστάμενος πάλιν διὰ τοῦ ὕψους τῶν ἀρετῶν. Τοῦτο γὰρ καὶ ὁ ψαλμῳδὸς σημαίνει λέγων «μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ», οἱ καθαροὶ δηλονότι κακίας, «οἱ πορευόμενοι ἐν νόμῳ κυρίου», οἱ διὰ τῶν ἀγαθῶν πράξεων ὁδεύοντες.

Τί σημαίνει ὁ ψαλμῳδὸς περὶ ἐχθρῶν λέγων «τῶν κύκλῳ συνεπιτιθεμένων»; Τὸ κύκλῳ ἐστὶν τὸ ἐμπρός, τὸ ὀπίσω, τὸ δεξιόν, τὸ ἀριστερόν. Ἐπιτίθενται οὖν ἡμῖν οἱ δαίμονες ἔμπροσθεν μὲν ὅτ᾽ ἂν διὰ τῶν τῆς ὕλης ἐπιφανειῶν δελεάζουσιν, ὀπίσω δὲ ὅτ᾽ ἂν διὰ τῶν προλήμψεων τῶν λογισμῶν τῆς κακίας τὴν μνήμην ἀνακινοῦσιν, ἀριστερὰ δὲ ὅτ᾽ ἂν διὰ τῶν σαρκικῶν καὶ ἀκολάστων παθῶν τὴν ψυχὴν ἐκμοχλεύουσιν, δεξιὰ δὲ ὅτ᾽ ἂν διὰ κενοδοξίας καὶ ὑπερηφανίας τῇ ψυχῇ ἐπιτίθενται.

Τί ἐστιν· λάβετε ψαλμὸν καὶ δότε τύμπανον; Λάβετε διδασκαλίαν ἔνθεον καὶ δότε πρᾶξιν ἐνάρετον διὰ τῆς νεκρώσεως τοῦ σώματος. Τί ἐστιν στοιχείωσις; Τρία φασὶν λέγεσθαι σώματα· πρῶτον μὲν τὸ τῶν τεσσάρων στοιχείων, πυρός, ὕδατος, γῆς, ἀέρος· εἶτα ἐκ τούτων δεύτερα σώματα, πάντα τὰ φυόμενα δένδρα τε καὶ λαχανηρά· ἐκ τούτων δὲ τρίτον σῶμα τὸ ἀνθρώπινον καὶ τὸ τῶν ἀλόγων· ταῦτα γὰρ τρώγοντες γίνονται σάρκες.

Ὥσπερ οὖν ἀρχὴ καὶ στοιχείωσίς ἐστιν τῶν ἡμετέρων σωμάτων τὰ τέσσαρα στοιχεῖα, οὕτως καὶ τῆς ψυχῆς ἡ ἐκ τῶν τεσσάρων γενικῶν ἀρετῶν στοιχείωσις καὶ ἀρχὴ ποιεῖ τὴν τῶν ἠθῶν κατόρθωσιν· εἶτα ἐξ αὐτοῦ οἱονεὶ δεύτερον σῶμα ἡ ἕξις τῶν ἀρετῶν· εἶτα ἀπὸ ταύτης σωματοποιεῖται ἡ γνῶσις ἤτουν θεωρία· πρᾶξις γὰρ ἐπίβασις θεωρίας.

Τί σημαίνει ἡ τῷ Ἰακὼβ ὀφθεῖσα κλῖμαξ καὶ τίνες οἱ καταβαίνοντες καὶ ἀναβαίνοντες ἄγγελοι; Κλίμακα οἰόμεθα εἶναι τὴν εἰς θεὸν εὐσέβειαν. Ἄγγελοι δὲ κατερχόμενοι καὶ ἀνερχόμενοι· ἀνερχόμενοι 〈μὲν οἱ〉 τῶν ἀρετῶν λόγοι δι᾽ ἡμῶν ὑψούμενοι, κατερχόμενοι δὲ οἱ διὰ τὴν τῶν ἀρετῶν ἡμῶν ὕψωσιν κατιόντες τῆς γνώσεως λόγοι.

Τί σημαίνει τὸ δηνάριον τὸ ἐπιδιδόμενον τῷ κυρίῳ ὑπὸ τῶν Φαρισαίων; Δηνάριόν ἐστιν ὁ κατὰ συγχώρησιν δεδομένος τῆς χρείας τοῦ σώματος νόμος· δεῖ οὖν προσαγόντων ἡμῖν τοῦτον τῶν εἰς τύπον τῶν δαιμόνων ὄντων Φαρισαίων κρατεῖν καὶ ἐξετάζειν διὰ τῆς διακρίσεως καὶ τῇ μὲν φύσει ἀπονέμειν τὰ τῆς χρείας—τοῦτο γάρ ἐστιν δοῦναι τὰ Καίσαρος τῷ Καίσαρι—, τὴν δὲ πᾶσαν τῆς ψυχῆς ἔφεσιν ἀπονεῖμαι τῷ θεῷ.

Τί δηλοῖ τὸ ἐὰν διώκουσιν ὑμᾶς ἀπὸ ταύτης τῆς πόλεως, φεύγετε εἰς τὴν ἄλλην; Αἱ πόλεις ἐπὶ φρουρᾶς καὶ ἀσφαλείας καὶ φυλακῆς τιμίων εἰσίν· πόλις οὖν ἐστιν κατὰ τὸν τῆς ἀλληγορίας τρόπον ἡ ἐκ διαφόρων τρόπων ἐπινοουμένη ἄσκησις, οἷον, ἐγκράτεια οἴνου, βρωμάτων ἀποχή, ἐπιτεταμένη ἀγρυπνία καὶ τὰ τοιαῦτα, ἅτινά εἰσιν φρουρὰ καὶ ἀσφάλεια. Ἐὰν οὖν διώκουσιν ἡμᾶς οἱ δαίμονες ἀπὸ ἑνὸς τούτων, τύφον ἢ κενοδοξίαν διὰ τοῦ τοιούτου τῆς ἀσκήσεως εἴδους προσάγοντες, κρεῖττόν ἐστιν ὑποχωρεῖν τῆς τοιαύτης δοκούσης εἶναι ἀκριβεστέρας ἀγωγῆς, ἵνα μὴ εἰς ὑπερηφανίαν ἐμπέσῃς, καὶ φυγεῖν εἰς ἄλλην ἀκενόδοξον ἀρετὴν μέχρις ἂν ὁ τῆς ἀπαθείας ἔλθῃ λόγος.

Ἢ καὶ ἄλλως· πόλεις λέγει τὰς ἀνθρωπίνας ψυχάς· ἐπὶ γὰρ ταύτας οἱ ἀπόστολοι λόγοι παρὰ τοῦ σωτῆρος πεμπόμενοι, ἀπὸ μὲν τῶν ἀξίων ὑποδεχθέντες ἐν αὐτοῖς οἰκοῦσιν, ἀπὸ δὲ τῶν ἀναξίων ἑαυτοὺς κρινάντων ἀπελασθέντες εἰς ἑτέρων ψυχὰς μετοικίζονται, δεκτικὰς τῆς αὐτῶν διδασκαλίας γεγενημένας. Καὶ τὰς τοιαύτας πόλεις τοῦ Ἰσραὴλ οὐ μὴ τελέσωσιν ἀληθῶς ἐνδημοῦντες αὐταῖς καὶ πῇ μὲν εἰσοικιζόμενοι, πῇ δὲ ἀπ᾽ αὐτῶν διωκόμενοι, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν τὰ πάντα πληρῶν.

Τί ἐστιν· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει; Ὁ κατὰ μίμησιν τοῦ κυρίου συμπαθείας λόγῳ χρώμενος, οὔτε τὸν τῇ ἁμαρτίᾳ συντετριμμένον τῇ ἀπογνώσει εἰς τέλος κατεαγῆναι ποιεῖ, οὔτε τὸν τὸ λογιστικὸν ἔχοντα τετυφωμένον διὰ κενοδοξίαν τινῶν ἀρετῶν σβέννυσιν, ἀλλ᾽ ἐᾷ ἔχειν τὴν προθυμίαν μέχρις ἂν εἰς τὸ τέλειον ἔλθοι τῆς ἐπιγνώσεως. Τοῦτο γάρ ἐστιν, ὡς οἶμαι, καὶ τὸ συναυξάνειν τῷ ἀγαθῷ σπόρῳ τὰ ζιζάνια, τουτέστιν ταῖς ἀρεταῖς τὸ τῆς ἀνθρωπαρεσκείας καὶ κενοδοξίας πάθος συναναβλαστάνειν.

Ὅθεν ὁ τῶν ψυχῶν γεωργὸς μὴ ἐκτίλλεσθαι ταῦτα προστάσσει μέχρι ἂν αἱ ἀρεταὶ λάβωσιν πῆξιν, μήποτε ἀνασπάσαι τὰ τοιαῦτα πάθη θέλων τις, συνεκτίλῃ τὴν τῆς ἀρετῆς προθυμίαν. Τί δηλοῖ τὸ προφητικὸν αἴνιγμα «σαλπίσατε» λέγων «ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν»; Τίς ἄρα ἡ εὔσημος ἑορτή;

Τοὺς διδασκάλους τῆς ἐκκλησίας σαλπίζειν διὰ τοῦ λόγου τῆς διδασκαλίας ὁ λόγος παρακελεύεται· σάλπιγγι δὲ σαλπίζειν, τουτέστιν τῇ νεκρώσει τοῦ σώματος· ἐν νεομηνίᾳ δὲ τῇ κατὰ τὴν σελήνην· μὴν γὰρ ἡ σελήνη λέγεται.

Εὔσημος δὲ ἑορτὴ κατὰ τοὺς Ἰουδαίους τῷ ἑβδόμῳ μηνὶ ἐπετελεῖτο ἡ τῶν σαλπίγγων· τῇ δεκάτῃ δὲ τοῦ αὐτοῦ μηνὸς τὴν νηστείαν τοῦ ἱλασμοῦ καὶ τῇ πεντεκαιδεκάτῃ τὴν σκηνοπηγίαν ἐπετέλουν. Ἡμεῖς δὲ πνευματικῶς ἑορτάζομεν οὕτως, τῷ μὲν ἑβδόμῳ μηνί, τουτέστιν τῷ ἑβδόμῳ τῆς χάριτος νόμῳ τὴν εὔσημον τοῦ εὐαγγελίου ἡμέραν ἐπιτελοῦντες· ἑπτὰ γὰρ νόμους ὁ τῶν ὅλων θεὸς ἐξαρχῆς τῇ φύσει παρέσχετο· τῷ μὲν Ἀδὰμ δύο, τὸν πρὸ τῆς παραβάσεως ἀπὸ τοῦ καρποῦ τοῦ δένδρου μὴ φαγεῖν καὶ τὸν μετὰ τὴν παράβασιν ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν, τρίτον τὸν ἐπὶ τοῦ Νῶε, τέταρτον τὸν ἐπὶ τοῦ Ἀβραάμ, τὸν τῆς περιτομῆς, πέμπτον τὸν Μωσέως, ἕκτον τὸν προφητικόν, ἕβδομον τὸν εὐαγγελικόν, ἐν ᾧ τὰς ἀπαρχὰς τῶν καρπῶν τῆς ἀρετῆς κατὰ τὴν ἀρχὴν τῶν φωτισμῶν τῷ θεῷ προσάγομεν· τῇ γὰρ πρώτῃ τοῦ μηνὸς τὰς ἀπαρχὰς τῶν καρπῶν οἱ κατὰ νόμον προσῆγον. Τῇ δεκάτῃ δὲ τοῦ μηνὸς τὴν νηστείαν τοῦ ἱλασμοῦ τελοῦμεν διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ τοῦ γενομένου ἡμῶν ἱλασμοῦ μυσταγωγούμενοι, νηστεύοντες ἀπὸ πάσης κακίας· τῇ δὲ πεντεκαιδεκάτῃ τὴν σκηνοπηγίαν ἄγομεν· προστιθέντες γὰρ τῷ κατὰ τὸν κύριον ἡμῶν Ἰησοῦν μυστηρίῳ τὰς πέντε τῆς ψυχῆς ἀντιλημπτικὰς δυνάμεις, εἰς μηδὲν τῶν αἰσθητῶν ἀσχολουμένας ἀλλ᾽ αὐτῷ συνημμένας τῷ κυρίῳ, τὴν πῆξιν ἐν αὐτῷ λαμβάνομεν τῶν ἀρετῶν.

Ἐκ τῶν Ἠθικῶν τοῦ ἁγίου Βασιλείου ἄπορον ἐν τῷ Περὶ νηστείας λόγῳ· ὅτε, φησίν, ἀπεγνώσθη ἡ τελείωσις, τότε συνεχωρήθη ἡ ἀπόλαυσις. Τότε ἀπεγνώσθη ἡ τελείωσις, ὅτε τὰς δοθείσας αὐτῷ φυσικὰς δυνάμεις ὁ ἄνθρωπος διὰ τῆς παρακοῆς παρέτρεψεν.

Ἀδύνατον οὖν ἦν ἐ〈ν〉σχεθεῖσαν τὴν φύσιν τῇ ὑλικῇ προσπαθείᾳ ἐπανελθεῖν εἰς τὸ τέλειον μέχρις ὁ τῆς φύσεως ποιητής, ὑπὲρ φύσιν γενόμενος ἄνθρωπος, τὴν φύσιν εἰς τὸ κατὰ φύσιν ἐπανήγαγεν. Συγχωρηθῆναι δὲ τὴν ἀπόλαυσιν λέγει ἀντὶ τοῦ παραδοθῆναι τῇ αὐτονομίᾳ τῆς πλάνης.

Τοῦ αὐτοῦ ἐκ τοῦ πρώτου ψαλμοῦ· τίνος χάριν ἐπὶ τῆς ἀρχῆς τῶν ψαλμῶν παράδειγμα ἔλαβεν οἴκου θεμέλια καὶ τρόπιν πλοίου καὶ ζῴου καρδίαν; Ἐπειδὴ ὁ οἶκος ἀπὸ λίθων συγκείμενος ἀποφυγὴ μὲν ψύχους καὶ καύσωνος γίνεται, ἔτι δὲ σκέπη καὶ φυλακὴ τοῦ ἀνθρώπου, ἐκ τούτου μανθάνομεν, ἑπόμενοι τῇ φυσικῇ θεωρίᾳ, οἶκον εἶναι τὴν ἄσκησιν ἐκ τῶν κατὰ τὴν ἀρετὴν συγκειμένην λόγων, σκέπην μὲν παρέχουσαν ἡμῖν ἀπὸ τοῦ διαβολικοῦ τῶν πειρασμῶν καύσωνος, θέρμην δὲ ἀπὸ τῆς αὐτοῦ κατὰ τὴν ἀπόγνωσιν ψύξεως, φυλακὴν δὲ ἀπὸ τῶν ἐπιβουλευόντων δαιμόνων. Πλοῖον δὲ ἔλαβεν τὴν ἑκάστου ψυχήν, οἷόν τινα τρόπιν τὴν κατὰ τὴν φρόνησιν ἔχουσαν πῆξιν, σανίδας δὲ προσηρτημένας, τὴν τοῦ σώματος νέκρωσιν, τῇ ἀκριβείᾳ οἷον ἀσφάλτῳ τὰς ἁρμονίας τῆς ψυχῆς ἀσφαλίσασαν καὶ μὴ συγχωροῦσαν εἰσδῦναί τι τῆς ἁλμώδους κακίας, ἐπιπορευομένην δὲ τὴν θάλασσαν τοῦ βίου καὶ διαπορευομένην τὸν αἰῶνα τοῦτον, ἐμπόρου τρόπον τὰ παρόντα διδοῦσα〈ν〉 καὶ ἀντικτωμένη〈ν〉 τὰ μέλλοντα.

Καρδίαν δὲ ζῴου ἔλαβεν τὴν πίστιν, περιυφαινομένην πάντοθεν διὰ τῶν ἀρετῶν. Ἐκ τοῦ Εἰς τὸ βάπτισμα λόγου τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἄπορον προφητικῆς λέξεως· μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ καὶ πᾶσαν ψυχὴν αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν σήμερον βοῦς καὶ ὄνος πατεῖ, τὴν ἀρουμένην μὲν διὰ τῆς πρακτικῆς καὶ τὰς ἀκάνθας τῶν παθῶν καθαιρομένην, ἀρδομένην δὲ διὰ τῆς γνώσεως ψυχήν, ἣν ἐπάτει σήμερον βοῦς καὶ ὄνος—βοῦν τὸν Ἰουδαϊκὸν νόμον λέγων, ὄνον δὲ τὴν ἐθνικὴν μερίδα— τουτέστιν τὴν τῷ γράμματι ἐμμένουσαν καὶ τῇ ἀλογίᾳ πιεζομένην σήμερον, αὔριον δὲ μεταβληθεῖσαν διὰ πράξεως καὶ γνώσεως· εἰς ἣν ὁ σπείρων τὰ τῆς ἀρετῆς σπέρματα μακάριος.

Ἐκ τοῦ αὐτοῦ· μακάριος ὃς κἂν χειμάρρους ᾖ σχοίνων ἐξ οἴκου κυρίου ποτίζεται. Χειμάρρους σχοίνων ἐστὶν ἡ σὰρξ ἡ τῷ χειμῶνι τῶν παθῶν παρασύρουσα τὰς τῆς ψυχῆς δυνάμεις καὶ σχοίνων δίκην τῇ τῶν ἁμαρτημάτων τραχύτητι πλήττουσα. Ἐξ οἴκου δὲ κυρίου ποτίζεται ὅτ᾽ ἂν ἐκ τῶν ἐντολῶν τοῦ κυρίου, τοῦ τὴν ἡμετέραν σάρκα ἀναλαβόντος, ἐξ ἧς ἐν τῇ ὁδῷ τοῦ βίου γενόμενος ἔπιεν τὸ ὑπὲρ ἡμῶν πάθος καὶ γέγονεν ἡμῖν εἰς οἶκον καταφυγῆς, ἀρδεύεται.

Ἐκ τοῦ αὐτοῦ· χθὲς ἐξηραίνου θάλλουσα τῇ αἱμορροίᾳ· ἐπήγαζες γὰρ τὴν φοινικῆν ἁμαρτίαν. Χθές, φησίν, ἐξηραίνου τῇ ἀρετῇ, ἔθαλλες δὲ τῇ ἁμαρτίᾳ· σήμερον ἀνέθηλας τῇ ἀρετῇ, ξηρανθεῖσα τῇ ἁμαρτίᾳ· ἥψω γὰρ τῶν κρασπέδων Χριστοῦ· κράσπεδά εἰσιν τοῦ Χριστοῦ αἱ διάφοροι ἀσκήσεις, ἐπειδὴ καθάπερ ἐκ τοῦ ἐνδύματος τὰ κράσπεδα, οὕτως αἱ ἀσκήσεις ἐκ τῆς ἠθικῆς ἤρτηνται φιλοσοφίας· αἵτινες μετὰ ταπεινοφροσύνης γινόμεναι ἱστᾶν πεφύκασιν τὴν τῶν παθῶν ῥύσιν.