Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Η θεία πρόνοια, η κρίση και η τυπολογία της Εξόδου

Ανάλυση της φύσεως του κολαστηρίου πυρός, των ακατάληπτων κριμάτων του Θεού, των οραμάτων του Αποστόλου Παύλου και τυπολογική προσέγγιση των γεγονότων της Εξόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 11

Ἐκ τοῦ αὐτοῦ· χθὲς ἐπὶ κλίνης ἔρριψο παρειμένος καὶ λελυμένος καὶ τὰ λοιπά. Κλίνην τὴν ἀνάπαυσιν λέγει τοῦ σώματος, παρειμένον δὲ ταῖς ἡδοναῖς. Καὶ οὐκ εἶχες, φησίν, ἄνθρωπον, τουτέστιν ἀνδρεῖον λογισμόν, ἵνα ὅτ᾽ ἂν ταραχθῇ τὸ ὕδωρ, βάλῃ σε εἰς τὴν κολυμβήθραν, ὅτ᾽ ἂν ἐν σοὶ γένηται λογισμὸς ταράσσων πρὸς διάκρισιν τοῦ καλοῦ καὶ τοῦ χείρονος, ἐμβάλῃ σε εἰς τὸ τῆς καθάρσεως ὕδωρ. Σήμερον ηὗρες ἄνθρωπον τὸν αὐτὸν καὶ θεόν· ὅτ᾽ ἂν γάρ τις τῇ διδασκαλίᾳ χρώμενος καθαίρει, θεὸς μέν ἐστιν ὁ ἐνεργῶν, ἄνθρωπος δὲ ᾥτινι ὀργάνῳ κέχρηται πρὸς σωτηρίαν τοῦ κάμνοντος. Ἤρθης ἀπὸ κραβάτου, μᾶλλον δὲ ἦρας τὸν κράβατον, τουτέστιν διὰ τῆς πρακτικῆς ἐβάστασας τὸ σῶμα, μηκέτι κατασπασθεὶς ὑπ᾽ αὐτοῦ.

Ἐκ τοῦ αὐτοῦ· οἶδα πῦρ οὐ καθαρτήριον ἀλλὰ κολαστήριον ἢ Σοδομιτικόν, ὃ πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμενον, ἢ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἤτε ὃ πρὸ προσώπου κυρίου πορεύεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, ἢ τὸ τούτων φοβερώτερον, ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς.

Ἐκείνοις ἐπιβρέχεται Σοδομιτικὸν πῦρ, τοῖς τὸν νόμον τῆς φύσεως τῇ παραχρήσει πατήσασιν· ἔστιν δὲ τοῦτο ὁ τῆς συνειδήσεως ἔλεγχος, ὅτ᾽ ἂν πυρὸς δίκην ταύτην κατακαίει. Θεῖον δέ ἐστιν αἱ διάφοροι περιστατικαὶ συμβάσεις, καταιγίδες δὲ αἱ ἀθρόαι περιστάσεις, αἵτινες μιγνύμεναι σφοδροτέρως ἀλγυνοῦσιν. Ἐκεῖνοι δὲ τὴν συνείδησιν καίονται κατὰ μίμησιν τοῦ διαβόλου καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ὅσοι διὰ τῆς ὑπερηφανίας φθονερῶς τὴν τοῦ θεοῦ πρόνοιαν διαβάλλουσιν καὶ τῇ πρὸς τὸν πλησίον κέχρηνται ἀπάτῃ.

Τὸ δὲ ὃ 〈πρὸ〉 προσώπου κυρίου πορεύεται φλογίζον τοὺς ἐχθροὺς αὐτοῦ πῦρ ἐστιν αἱ τοῦ θεοῦ ἐνέργειαι· αὗται γὰρ χαρακτηρίζουσιν τὸ τοῦ θεοῦ πρόσωπον, οἷον, τὸ ἀγαθόν, τὸ φιλάνθρωπον, τὸ πρᾶον καὶ τὰ τούτοις ὅμοια· αἵτινες τοὺς μὲν οἰκείως ἔχοντας πρὸς αὐτὰ φωτίζουσιν, τοὺς δὲ ἐναντίως ἔχοντας καὶ ἀπηλλοτριωμένους τῆς ὁμοιότητος φλέγουσιν. Καὶ ταῦτα μὲν τὰ εἴδη τοῦ πυρὸς οὐκ εἶπεν διαιωνίζειν, διότι κατὰ τὸν Νύσης Γρηγόριον δεῖ τὴν φύσιν τὰς ἰδίας ἀπολαβεῖν δυνάμεις καὶ τῇ ἐπιγνώσει ἀποκαταστῆναι εἰς ὅπερ γέγονεν ἐξαρχῆς, ὥστε τὸν δημιουργὸν ἀναίτιον ἀποδειχθῆναι τῆς ἁμαρτίας. Ἐκεῖνο δὲ φοβερώτερον εἶπεν τὸ πῦρ, ὃ τῷ αἰωνίῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ καὶ διαιωνίζον τοῖς πονηροῖς· ὅπερ, φαινομένου τοῦ θείου καὶ εἰς ἀπόλαυσιν προκειμένου τοῖς ἀξίοις, τοὺς μὴ διὰ τῶν ἀγαθῶν ἔργων ἑαυτοὺς λαμπρύνοντας, δίκην σκώληκος ἀεὶ τὴν μνήμην ἀνακινούσης, καὶ ἀναλογιζομένους τὴν ἀποτυχίαν καὶ στέρησιν τοῦ ἀγαθοῦ ἀπεράντως κατεσθίει καὶ βασανίζει διηνεκῶς πυρὸς σφοδρότερον.

Ἐκ τοῦ αὐτοῦ εἰς τὸν Περὶ χαλάζης λόγον εἰς τὸ οὐ δέχομαι πηγὴν φράσσεσθαι καὶ χειμάρρουν φέρεσθαι. Πηγή ἐστιν ἡ εὐαγγελικὴ διδασκαλία, ἀεὶ διὰ πίστεως βλύζουσα, χείμαρρος δὲ ἡ ἔξω φιλοσοφία, ἐν μόνῳ τῷ λόγῳ τὸ πειθανὸν ἔχουσα. Καὶ ἄλλως· πηγή ἐστιν ὁ τῷ λόγῳ τὸν βίον ἔχων συμφωνοῦντα, χείμαρρος δὲ ὁ ἄπρακτος λόγος, ἐν μόνῃ τῇ προφορᾷ τὴν ἀκοὴν γοητεύων. Ἢ καὶ ἄλλως· πηγή ἐστιν ὁ κατὰ τὸν νοῦν τῶν ἐγκειμένων τοῖς μανθάνουσιν τὴν παράδοσιν ποιούμενος, χείμαρρος δὲ ὁ κατὰ τὸ γράμμα διδάσκων.

Ἐκ τοῦ αὐτοῦ· περὶ τῶν δικαίων τοῦ θεοῦ κριμάτων, ἐάν τε καταλαμβάνωμεν ἡμεῖς, ἐάν τε ἀγνοῶμεν τὴν πολλὴν ἄβυσσον. Ἄβυσσος λέγεται ἡ ἀκαταλημψία ἡ ἐκ τοῦ βύειν ἤγουν ἐκ τοῦ φράσσειν, κατὰ τὸ εἰρημένον ἐν τῷ ψαλμῷ περὶ τῆς βυούσης τὰ ὦτα ἀσπίδος ἀντὶ τοῦ «τῆς φραττούσης»· ὡς οὖν πρὸς ἡμᾶς τοὺς μὴ δυναμένους ἐν περιλήψει γενέσθαι τῆς τὰ κρίματα βλυζούσης προνοίας εἰσὶν ἀκατάληπτα, κατ᾽ ἄλλον δὲ τρόπον ληπτά.

Ἐκ τοῦ αὐτοῦ· πῶς καὶ ἡ ἐλεημοσύνη εἰς σταθμοὺς κατὰ τὸν ἅγιον Ἡσαΐαν; οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκριτον, εἰ καὶ τοῖς ἐν τῷ ἀμπελῶνι ἔδοξεν. Ἐὰν σταθμίζεται ἡ ἐλεημοσύνη τοῦ θεοῦ, καὶ περιγράφεται εἰκότως. Μᾶλλον οὖν τοῦτο χρὴ ὑπολαμβάνειν, ὅτι ὥσπερ ἔχομεν δύναμιν ὀπτικὴν καὶ ἀκουστικὴν καὶ ἀναπνευστικὴν οὐχ ὅλον εἰσδεχομένας τὸν ἀέρα ἢ τὸ φῶς ἢ τὴν φωνήν— ἐπεὶ οὐκ ἂν ἄλλῳ ὑπελείφθη ἡ ἐκ τούτων μετοχή—ἀλλὰ κατὰ τὴν ἀναλόγως προσοῦσαν δύναμιν ἑκάστῳ μετέχει, οὕτως καὶ ἡ τοῦ θεοῦ ἐλεημοσύνη κατὰ τὴν ἑκάστου τῶν ὑποκειμένων διαθέσεων ποιότητα καὶ τὴν ἄφεσιν καὶ τὴν χάριν δίδωσιν· οἷον, τελείως τις μετενόησεν, τελείως καὶ ἀφίεται· μερικῶς μετενόησεν, μερικῶς καὶ ἀφίεται· ὡσαύτως καὶ ἐπὶ τοῦ ἀγαπῶντος.

Ἐκ τοῦ αὐτοῦ· καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁμαρτημάτων καὶ ποτήριον ἐν χειρὶ κυρίου προσαγορευομένη καὶ κόνδυ πτώσεως ἐκπινόμενον, εἰ καὶ πᾶσιν ὑφαιρεῖ τι τῆς ἀξίας καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλανθρωπίᾳ κίρνησι· κλίνων μὲν ἀπὸ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον.

Χεὶρ κυρίου ἐστὶν ἡ δημιουργικὴ δύναμις καὶ συντηρητικὴ καὶ τοῦ εὖ ποιητικὴ καὶ τοῦ φεῦ ἀποποιητική· πᾶσα οὖν ἁμαρτία, ἅμα ὑποστῇ, καὶ τὴν ἐκ τοῦ τέλους ἐπ᾽ αὐτῇ κρίσιν ἔχει παραπεπηγμένην. Κλινεῖ δὲ ἀπὸ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον, διὰ τῶν σωτηρίων ἐντολῶν ὑποτιθεμένη τῇ ψυχῇ τὴν κενωτικὴν τῆς τοιαύτης κρίσεως μετάνοιαν.

Ἐρώτησις ἀπόρου ἐκ τοῦ Περὶ εὐταξίας λόγου τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου· πῶς λόγος νοῦ γέννημα καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; Περὶ ποίου ἄρα λέγει λόγου, τοῦ ἐνδιαθέτου ἢ τοῦ προφορικοῦ; Φασὶν οἱ πατέρες ἡμῶν μὴ εἶναι τὸ ἄφετον καὶ ἁπλοῦν κατὰ τὴν οὐσίαν ἢ μόνον τὸ θεῖον, τὰ δὲ ἄλλα πάντα, ὅσα μετὰ θεὸν καὶ ἐκ θεοῦ τὸ εἶναι ἔχει, ἐξ οὐσίας καὶ ποιότητος ἤτουν δυνάμεως εἶναι, τουτέστιν ἐξ οὐσίας καὶ συμβεβηκότος. Εἰ δὲ τοῦτο, πάντως καὶ ἡ ψυχὴ νοῦς ὑπάρχουσα κατὰ τὴν δύναμιν αὐτῆς, ἔχει ὡς ἀγέννητον ἑαυτήν, ἑαυτῷ γεννῶντα γεννητῶς, ὡς εἶναι τὸν λόγον τὸν ἐν τῷ νῷ καὶ ἐκ τοῦ νοῦ γεννώμενον ἄλλον αὐτῷ † ἐκεῖνο τὸν γεννῶντα νοῦν † μετὰ τῆς κατὰ τὴν γέννησιν ἰδιότητος τῆς μηδαμῶς δεχομένης ἀντιστροφήν. Αὐτὸς οὖν ὁ λόγος ὁ οὕτω καὶ ὢν καὶ γεννώμενος, τῆς ὑπουργοῦ φύσεως τὴν φωνὴν λαμβάνων, προφέρεται καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ, διὰ τῆς τοῦ δεχομένου ἀκοῆς τῷ νῷ παραπεμπόμενος.

Γεννᾷ δὲ λόγον ἐν ἄλλῳ νοΐ, οὐ δημιουργῶν λόγον ἐν ἄλλῳ ἀλλὰ διδοὺς εἴδους, ἵν᾽ οὕτως εἴπω, καὶ μορφῆς δύναμιν πρὸς τὸ σχηματίσαι νόημα τῷ ἀκούοντι. Ἐκ τοῦ λόγου τοῦ εἰρηνικοῦ τοῦ αὐτοῦ ἁγίου Γρηγορίου· τριάδα τελείαν ἐκ τριῶν τελείων, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης διὰ τὴν ὕλην καὶ τὸ εἶδος ἐξ ὧν καὶ τὰ σώματα, τριάδος ὁρισθείσης διὰ τὸ τέλειον· πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν.

Οὐ τοῦ εἶναι τὴν θείαν καὶ μακαρίαν τριάδα αἰτίαν ἐνταῦθα τίθεται, τῆς ὑπὲρ αἰτίαν καὶ λόγον, ἀλλὰ τῆς ἡμῶν πρὸς τὴν ἀληθεστάτην εὐσέβειαν τῆς ἁγίας τριάδος χειραγωγίας. Ὥσπερ γὰρ ἐκ τῆς οὐσίας τῶν ὄντων τὸν γενεσιουργὸν ἐννοοῦμεν, οὕτω καὶ τὸν τρόπον τῆς ὑπάρξεως τῆς ὑπεραρρήτου θεότητος ἔκ τινων τῶν κατὰ τὰ ὄντα συμβόλων μυστικῶς διδασκόμεθα, αὐτῆς δηλονότι τῆς ἁγίας θεότητος κινούσης ἡμᾶς εἰς ἐπίγνωσιν ἑαυτῆς καὶ εὐσεβεῖς παρεχούσης ἀφορμὰς πρὸς τὸ τολμᾶν ἐξετάζειν τὸν τρόπον τῆς ὑπερφυοῦς αὐτῆς ὑπάρξεως. Λέγεται οὖν κινεῖσθαι ἢ δι᾽ ἡμᾶς τοὺς ἐπ᾽ αὐτὴν κινουμένους ἢ ὡς αἰτία τῆς ἡμῶν πρὸς τὴν γνῶσιν αὐτῆς κινήσεως. Ἐκίνησεν οὖν ἑαυτὴν ἐν ἡμῖν πρὸς τὸ γνῶναι ὅτι ἔστιν τις αἰτία τῶν ὅλων· ὅπερ ἐστὶν μονάδος κινηθείσης. Δυάδος δὲ ὑπερβαθείσης λέλεκται ὅτι συνθέσεως ἔξω καθορᾶται ἡ θεία φύσις.

Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον εἴρηται ὅτι αὐτὸ τὸ ὂν οὐκ ἔξω σοφίας καὶ ζωῆς ἐστιν· ὅπερ νοήσαντες ὡρίσαμεν σοφίαν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, ζωὴν τὸ πνεῦμα τὸ ἅγιον, ἐπειδὴ καὶ ἡ ψυχὴ ἡμῶν, κατ᾽ εἰκόνα θεοῦ κτισθεῖσα, ἐν τοῖς τρισὶ τούτοις καθορᾶται, ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι.

Τί σημαίνει τὸ ἐν τῷ Ἔσδρᾳ λεγόμενον «φοβέρισον αὐτοὺς ἐν νόμῳ κυρίου»; Τὸ φοβέρισον εἴρηται ἀντὶ τοῦ «κατάπληξον αὐτούς», οὐκ ἐκ τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ᾽ ἐκ τῶν ἠπειλημένων φοβερῶν· δουλικὸν γὰρ τοῦτο καὶ Ἰουδαίοις ἁρμόδιον.

Ἐκ τῶν Ἠθικῶν τοῦ ἁγίου Βασιλείου εἰς τὸν πρῶτον ψαλμόν· ἵνα ὥσπερ ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ πάντες ἄνθρωποι, ἕκαστος τὸ ἴαμα τοῦ οἰκείου πάθους ἐκλεγώμεθα· ἴαμα, γάρ φησιν, καταπαύσῃ ἁμαρτίας μεγάλας. Τίνος χάριν ὁ διδάσκαλος ἐνταῦθα οὐ τῇ γραφῇ ἠκολούθησεν; ἐκείνη γὰρ τὸ ἴαμα τὸ ἐᾶσαι τὸν ἐπεισελθόντα πονηρὸν λογισμὸν καὶ μὴ παραδέξασθαι ἐξέδωκεν, αὐτὸς δὲ ἐπὶ τῆς ἰάσεως τὴν λέξιν ἐξέδωκεν.

Ἐπειδὴ πᾶσα ἀρχὴ καὶ τέλος ἔχει, καὶ πᾶσα ῥῆσις ἀνθυπακουόμενον, καὶ πᾶσα ἐνέργεια ἀποτέλεσμα, πολλάκις οἱ ἀκριβέστεροι τῶν διδασκάλων ἐκ τῶν ἀποτελεσμάτων τὴν ἀρχὴν τοῦ ἰδίου λόγου ποιοῦνται, καθάπερ καὶ ἐνταῦθα ὁ διδάσκαλος ἐχρήσατο· καὶ γὰρ τέλος τοῦ ἐᾶσαι καὶ μὴ παραδέξασθαι τὸ κακὸν ἴασίς ἐστιν καὶ ὑγεῖα.

Ἐκ τοῦ αὐτοῦ· ἄλλα μὲν οὖν προφῆται παιδεύουσιν καὶ ἄλλα ἱστορικοί, καὶ ὁ νόμος ἕτερα, καὶ ἄλλο τὸ εἶδος τῆς παροιμιακῆς παραινέσεως. Προφῆται μὲν παιδεύουσιν τὰ προγνωστικά, ἱστορικοὶ δὲ τὴν τῶν καλῶν ἀνάμνησιν καὶ παράθεσιν, ὁ δὲ νόμος τὴν τοῦ καλοῦ καὶ κακοῦ εἴδησιν· τὸ δὲ εἶδος τῆς παροιμιακῆς παραινέσεως συμβουλὴν γνώμης παρέχεται, τουτέστιν τοὺς τρόπους τῶν πρακτέων ὑποτίθεται.

Ἐκ τοῦ αὐτοῦ· καὶ πού τις τῶν σφόδρα ἐκτεθηριωμένων ὑπὸ θυμοῦ, ἐπειδὰν ἄρξηται τῷ ψαλμῷ κατεπᾴδεσθαι, ἀπῆλθεν εὐθὺς τὸ ἀγριαῖνον τῆς ψυχῆς τῇ μελῳδίᾳ κατακοιμήσας. Οὐ περὶ τοῦ ἁπλῶς ψάλλοντος ἀλλὰ περὶ τοῦ εἰδότος ψάλλειν εἶπεν ὁ διδάσκαλος· οὕτω γὰρ καὶ Ἐλισσαῖος παρὰ τῶν βασιλέων ἐπεζήτησεν νεανίσκον εἰδότα ψάλλειν, τουτέστιν νοοῦντα καὶ δυνάμενον διὰ τῆς τοῦ ῥητοῦ μεσιτείας τὴν ἐγκειμένην διάνοιαν πρὸς τὴν ψυχὴν διαβιβάσαι καὶ ἐντυπῶσαι. Ὁ τοιοῦτος γὰρ οὐ μόνον κατακοιμῆσαι δύναται τὸν θυμὸν ἀλλὰ καὶ ἐκδιῶξαι δαίμονας, τουτέστιν οὐ μόνον τὰ πάθη τῆς σαρκὸς σβέσαι ἀλλὰ καὶ τοὺς διεγείροντας ταῦτα δαίμονας ἀποδιῶξαι, κατὰ τὸν μέγαν Δαυῒδ τὸ πονηρὸν πνεῦμα τοῦ Σαοὺλ ἐκδιώκοντα.

Τοῦ αὐτοῦ· ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν. Νύκτα ἐκάλεσεν τὰς τοῦ ἐχθροῦ κεκρυμμένας δολερὰς προσβολάς, ἡμέραν δὲ τοὺς ὁμολογημένους καὶ ἐν φανερῷ πειρασμούς. Ὁ οὖν τὴν ἕξιν τῆς θείας γνώσεως εἰληφὼς καὶ μηδὲν ἀγνοῶν τῶν τοῦ ἐχθροῦ νοημάτων οὐ φοβεῖταί τι τῶν κεκρυμμένων τοῦ ἐχθροῦ προσβολῶν· φόβος γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προσδοκώμενον κακόν. Ἀλλὰ μὴν καὶ ἀνάπαυσιν ἡγεῖται τοὺς ὑπὲρ τῶν ὁμολογημένων πειρασμῶν πόνους διὰ τὴν ἐνγινομένην ἐκ τῆς πρὸς αὐτοὺς συμπλοκῆς τῇ ψυχῇ δοκιμασίαν καὶ τὴν ἐλπιζομένην ἐκ ταύτης μακαρίαν ἐκδοχὴν τοῦ στεφάνου τῆς ἀφθαρσίας.

Ἐκ τοῦ Ἀποστόλου πρὸς Ῥωμαίους· συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν. Καθάπερ ἀποδρᾶσαν καὶ πλανώμενον κτῆνος διώκει ὁ ἴδιος δεσπότης, ἐπὰν δὲ συγκλείσει αὐτὸ μετὰ τῶν διωκόντων καὶ εὕρῃ αὐτὸ τετραυματισμένον ἐπιμελεῖται αὐτοῦ, οὕτως καὶ ὁ τοῦ θεοῦ λόγος ἐνανθρωπήσας συνέκλεισεν ἀντὶ τοῦ «κατέλαβεν» καὶ ηὗρεν πάντας ἀπειθεῖς καὶ ἁμαρτωλούς, καὶ ἐλεήσας διέσωσεν.

Ἐκ τοῦ αὐτοῦ· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Οὐ περὶ σωματικῆς νόσου τοῦτο εἴρηται τῷ Ἀποστόλῳ— ἀεὶ γὰρ ἔχαιρεν ἐπὶ ταῖς τοῦ σώματος νόσοις—ἀλλὰ τῷ ἀσθενοῦντι κατὰ ψυχὴν λάχανα ἐσθίειν προστάσσει, τουτέστιν τὰ σχέδια καὶ λιτὰ καὶ εὐκατέργαστα καὶ μὴ λιπαίνοντα τὴν σάρκα. Καὶ ταῦτα μὲν ὁ πρόχειρος νοῦς· κατὰ δὲ τὴν θεωρίαν, ἐκεῖνος ἀσθενεῖ καὶ λάχανα ἐσθίει, ὅστις ἀδυνάτως ἔχει πρὸς τὸ ὕψος τῆς γνώσεως ἀναβῆναι καὶ κατὰ Μωσέα αὐτῷ τῷ γνόφῳ οὗ ἐστιν ὁ θεὸς ἐμπελάσαι, ἀλλ᾽ ἀκμὴν εἴτε τῶν τοῦ λαοῦ εἷς εἴτε καὶ τῶν ὑψηλοτέρων τούτων τῶν ἑβδομήκοντα πρεσβυτέρων τυγχάνων, τὴν φυσικὴν θεωρίαν δίκην λαχάνων τρέφεται.

Ἐκ τοῦ αὐτοῦ· λέγω μὲν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας. Ἐπειδὴ κατ᾽ ἀρχὰς ἀπατηθεὶς ὁ ἄνθρωπος καὶ ἐν παραβάσει γενόμενος παρεσυνεβλήθη τοῖς κτήνεσιν καὶ κατεδικάσθη κατὰ τὸν αὐτῶν τρόπον καὶ γεννᾶσθαι καὶ ἀποθνῄσκειν, ὁ δὲ κύριος τὸ ἴδιον πλάσμα εἰς τέλος ἀπολέσθαι μὴ ἀνασχόμενος κατὰ μὲν διαφόρους καιροὺς τὴν αὐτοῦ διεπραγματεύετο σωτηρίαν, ἐν δὲ τῷ Ἀβραὰμ ἐκδηλότερον ἐποιεῖτο τὴν μέλλουσαν ἔσεσθαι διὰ τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας σωτηρίαν, ὅθεν μετὰ πάσας τὰς πρὸς αὐτὸν ἐπαγγελίας δίδωσιν αὐτῷ τὴν περιτομήν, ἥτις ἐδήλου τὴν περιαίρεσιν τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, ἐπεὶ οὖν πάντες οἱ ἅγιοι περιέτεμον μὲν τὸ ἐμπαθὲς τῆς ψυχῆς μέρος, οὐ μὴν εἰς τὸ παντελὲς περιεῖλαν—ὑπέκειντο γὰρ τῇ καταδίκῃ τῆς φύσεως, γεννηθέντες ἐκ συνουσίας—, αὐτὸς ἐλθὼν ὁ κύριος ὁ καὶ δεσπότης τῆς φύσεως, ὁ καὶ δοὺς τῷ Ἀβραὰμ τὴν περιτομήν, διάκονος ταύτης καὶ πληρωτὴς ἀληθῶς γέγονεν, τὴν παντελῆ τῆς ἐμπαθοῦς γεννήσεως περιαίρεσιν ποιησάμενος· ἄνευ γὰρ σπορᾶς συνελήφθη καὶ δίχα φθορᾶς ἐγεννήθη.

Ἐκ τοῦ αὐτοῦ· καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι. Καιρὸν λέγει τὸν τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ ὅτι δεῖ πιστεύσαντας καὶ δικαιωθέντας πρὸς φυλακὴν τῆς ἐκ πίστεως καὶ χάριτος δικαιώσεως τῶν ἀρετῶν ἐκθύμως ἀντέχεσθαι καὶ κοιμωμένους διὰ τῆς ἀπραξίας τῶν ἐντολῶν καὶ πρὸς τὰ πνευματικὰ καὶ θεῖα τὸν νοῦν ἔχοντας ἀνενέργητον ἐξεγερθῆναι τῇ καρδίᾳ καὶ ἐγρήγορον ἔχειν τὸν νοῦν πρὸς τὰ οὐράνια καὶ νοητὰ κάλλη, πᾶσαν αἴσθησιν πρὸς τὰ αἰσθητὰ κατακοιμήσαντας, ἵνα ἐξῇ ἡμῖν κατὰ τὸν Σολομῶντα λέγειν «ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ».

Ἐκ τοῦ αὐτοῦ· εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Ἐπειδὴ περὶ τῶν νεκρῶν σωμάτων λέγει—ταῦτα γάρ ἐστιν τὰ πίπτοντα καὶ ἀνιστάμενα—βαπτιζόμεθα δὲ ὑπὲρ τῆς τούτων ἀναστάσεως—τὸ γὰρ βάπτισμα τύπον φέρει τῆς ταφῆς καὶ τῆς ἀναστάσεως· ἡ γὰρ κατάδυσις καὶ ἀνάδυσις τοῦτο δηλοῖ—, ὁ Ἀπόστολος τοὺς ἐνδυάζοντας περὶ τῆς ἀναστάσεως ἐπιστομίζων ἔφη· «τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;» Ὁ γὰρ τὸν τύπον ἐνταῦθα τῆς ταφῆς καὶ τῆς ἀναστάσεως διὰ τοῦ βαπτίσματος ἐπιτελῶν ἐκδέξεται καιροῖς ἰδίοις καὶ τὴν παντελῆ κατ᾽ ἀλήθειαν ἔσεσθαι ἀνάστασιν.

Τί σημαίνει ἡ ἐν ταῖς Πράξεσιν δειχθεῖσα τῷ Πέτρῳ ὀθόνη καὶ τὰ ἐν αὐτῇ ὑπάρχοντα θηρία καὶ ἑρπετὰ καὶ τετράποδα; Ἐπειδὴ κατὰ τὸ ὀφθὲν τῷ προφήτῃ Ἰεζεκιὴλ ὅτι τὸ ἔργον αὐτῶν ἧν ὡς τροχὸς ἐν τροχῷ, δηλοῦται δὲ διὰ τούτων ὅ τε αἰσθητὸς καὶ νοητὸς κόσμος ἐν ἀλλήλοις ὑπάρχοντες— ὁ μὲν γὰρ νοητὸς κόσμος τοῖς τύποις ἐστὶν ἐν τῷ αἰσθητῷ, ὁ δὲ αἰσθητὸς κόσμος τῷ λόγῳ ἐστὶν ἐν τῷ νοητῷ—ἐδείκνυτο οὖν τῷ ἀποστόλῳ πάντα τὰ τοῦ αἰσθητοῦ κόσμου· τὸ γὰρ τέσσαρσιν ἀρχαῖς καθιέμενον τὸν ἐκ τεσσάρων στοιχείων συγκείμενον κόσμον δηλοῖ, ἐν τῷ νοητῷ ὑπάρχοντα καθαρὸν κατὰ τὸν ἐν αὐτοῖς ἐνυπάρχοντα λόγον. Ἤκουεν δὲ «ἀναστὰς θῦσον καὶ φάγε», τουτέστιν «τῷ νῷ διανάσθητι ἐκ τῶν κατ᾽ αἴσθησιν καὶ θῦσον καὶ φάγε, τῇ τοῦ λόγου διαιρέσει τὴν αἴσθησιν διελὼν καὶ πνευματικῶς ταῦτα ἀναλαμβάνων οἰκείωσαι». Ἢ καὶ τὴν ἐκκλησίαν δηλοῖ τέσσαρσιν ἀρχαῖς τῶν εὐαγγελίων στηριζομένην ἢ καὶ ταῖς τέσσαρσιν γενικαῖς ἀρεταῖς. Τὰ δὲ θηρία καὶ ἑρπετὰ τὰ διάφορα τῶν ἀνθρώπων ἤθη δηλοῦσιν τὰ ἐκ τῶν ἐθνῶν μέλλοντα τῇ πίστει τοῦ Χριστοῦ προσχωρεῖν. Τὸ δὲ θῦσον καὶ φάγε δηλοῖ ὅτι «πρῶτον τῷ λόγῳ τῆς διδασκαλίας ἀπόκτεινον τὴν ἐ〈ν〉 αὐτοῖς κακίαν καὶ τότε φάγε τὴν σωτηρίαν αὐτῶν οἰκειούμενος, καθὼς καὶ ὁ κύριος ταύτην ἑαυτῷ βρῶσιν ἐποιεῖτο».

Τί δηλοῖ ἐν ταῖς αὐταῖς Πράξεσιν ὁ τῶν πέντε μυριάδων ἀριθμὸς τῶν καέντων βιβλίων; Ἐπειδὴ ὁ ἀριθμὸς τῆς μυριάδος τέλος ἐστὶν παντὸς ἀριθμοῦ, δηλοῦται διὰ τούτου ὅτι πάσης μαγείας καὶ περιεργίας τέλος ἄλλο οὐκ ἔστιν εἰ μὴ ἡ τῶν αἰσθητῶν πλάνη, ἣν οἱ διαγινώσκοντες τῷ πυρὶ τῆς ἀποστολικῆς διδασκαλίας κατακαίουσιν.

Τίς ἡ αἰτία τοῦ ἐκπνεῦσαι τὸν κύριον ἐν τῷ σταυρῷ πρὸ τῶν λῃστῶν καὶ τί δηλοῦσιν οἱ λῃσταὶ καὶ αἱ κλάσεις τῶν σκελῶν; Ἐπειδὴ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, θεὸς ὢν φύσει, σάρκα ἀναλαβὼν τὴν ἡμετέραν κατὰ ἀλήθειαν γέγονεν μόνος ἄνθρωπος, μόνος τὸν τοῦ θεοῦ σκοπὸν ἐν ἑαυτῷ φυλάξας, ὅνπερ εἶπεν «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καὶ καθάπερ ὁ πρῶτος ἄνθρωπος ταῖς θείαις χερσὶν διεπλάσθη, οὕτως καὶ τὸν ὑπὲρ αὐτοῦ θάνατον ἀποθνῄσκων ὁ κύριος μόνος καὶ πρῶτος ταῖς πατρικαῖς παλάμαις τὴν αὐτοῦ ψυχὴν ἐναπέθετο. Καὶ ὥσπερ ἦν καὶ ἐγένετο μονογενὴς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτως καὶ τὸν ἀναιρέτην τοῦ θανάτου θάνατον μόνος καὶ πρῶτος ὑπομεῖναι κατεδέξατο, ἵνα γένηται καὶ πρωτότοκος ἐκ νεκρῶν καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύων.

Οἱ δὲ λῃσταὶ λαμβάνονται ἐπὶ τῆς ἡμετέρας φύσεως διαιρουμένης εἰς δικαίους καὶ ἁμαρτωλούς. Ἡ δὲ τῶν σκελῶν κλάσις δηλοῖ ὅτι πάντας μὲν ἀνθρώπους ἀποθνῄσκοντας οὐκ ἄνευ πλημμελημάτων καὶ συντριβῆς ἁμαρτίας εὑρίσκεσθε, μόνος δὲ ὁ κύριος σῶος καὶ ἄνευ τῆς οἱασοῦν ἁμαρτίας ἀπέθανεν. Εἰς δὲ τὸν καθένα λαμβάνονται οἱ λῃσταὶ πολλαχῶς· λαμβάνονται γὰρ καὶ ἐπὶ σώματος καὶ ψυχῆς, καὶ ἐπὶ τοῦ σαρκικοῦ καὶ πνευματικοῦ φρονήματος, ἀλλὰ καὶ ἐπὶ θυμοῦ καὶ ἐπιθυμίας, καὶ ἐπὶ τοῦ αἰσθητοῦ κόσμου καὶ τοῦ νοητοῦ, καὶ ἐπὶ τοῦ γραπτοῦ νόμου καὶ τοῦ τῆς χάριτος. Ἐπειδὴ δὲ καὶ ἁμαρτανόντων ἡμῶν καὶ δικαιοπραγούντων ἀεὶ ὁ λόγος συγκαταβαίνων μέσος ἡμῶν σταυροῦται, ἡνίκα οὖν διὰ τῆς ἡμῶν κακοπραγίας καὶ ἀγνοίας τὸν λόγον ἀνενέργητον καὶ κλίνοντα κάτω ποιήσωμεν, εὐθέως οἱ δαίμονες ἐπιπηδῶντες τὰς πορευτικὰς καὶ διαβατικὰς τῆς ψυχῆς δυνάμεις ἡμῶν κατακλάννουσιν.

Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμμένων ἐν τῇ κατὰ τὸν Παῦλον ὀπτασίᾳ; Ἐν μὲν γὰρ τῇ κατὰ τὴν ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς τοὺς μετ᾽ αὐτοῦ ὄντας τῆς φωνῆς μὲν ἀκοῦσαι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν λέγει τοὺς μετ᾽ αὐτοῦ ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι.

Κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἐπιστημόνως ἑρμηνεύσας τὸν τόπον ἔφη ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα «τῆς φωνῆς ἤκουον οἱ συνόντες», τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης «τίς εἶ, κύριε;» οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον. Ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει 〈αὐτοὺς μὴ ἀκηκοέναι〉 τῆς τοῦ κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τεθεᾶσθαι. Κατὰ δὲ τὴν θεωρίαν οὕτως ἐκληπτέον τὸν τόπον· ὁ γνωστικὸς νοῦς κατὰ τὸν Παῦλον ἔχει συνόντας αὐτῷ τοὺς λογισμούς· κατὰ οὖν τὴν πρώτην τοῦ λόγου πρὸς τὸν νοῦν γινομένην ἐμφάνειαν οἱ λογισμοὶ ἀπηχήματα μόνον καὶ ἰνδάλματα τῆς γνώσεως ἀκούουσιν, οὐδὲν δὲ τετρανωμένον θεωροῦσιν· προκόπτοντος δὲ τοῦ νοῦ καὶ ἐπὶ τῶν ἀναβαθμῶν γινομένου, τουτέστιν ἐπὶ τῆς ὑψηλῆς θεωρίας, οὐκέτι οἱ λογισμοὶ ἰνδαλμάτων ἀλλὰ τοῦ φωτὸς τῆς γνώσεως τέλειον ἐν μετουσίᾳ γίνονται.

Πῶς ὀφείλει εὐσεβῶς νοηθῆναι ἡ ἐν τῇ γραφῇ κειμένη τοῦ θεοῦ μεταμέλεια; Φασὶν οἱ τὰ θεῖα εὐσεβῶς φρονεῖν διεγνωκότες ἀδύνατον εἶναι τὸν θεόν, φύσει ὄντα δημιουργόν, καὶ μὴ προνοητὴν εἶναι φύσει τῶν δεδημιουργημένων. Εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσά ἐστιν, φυσικῶς προνοουμένου τοῦ θεοῦ τῆς ἀνθρωπότητος, πολλοὺς εἶναι παρ᾽ αὐτῷ τοὺς περὶ τὴν προνοουμένην φύσιν τῆς σωτηρίας τρόπους. Ἐπειδὴ γὰρ ἀγχίστροφον ζῷον ὁ ἄνθρωπος, εὐχερῶς τοῖς καιροῖς καὶ τοῖς πράγμασιν συνμεταβαλλόμενον, ἀνάγκη πάντως καὶ τὴν θείαν πρόνοιαν, μίαν καὶ τὴν αὐτὴν οὖσαν, συνμεταβάλλεσθαι ταῖς ἡμῶν διαθέσεσιν, διὰ τῶν προσφυῶς ἁρμοζόντων ταῖς ἐν τῇ φύσει ἀναφυομέναις κακίαις τρόπον ἐφευρίσκουσαν.

Καὶ ὥσπερ ἐπὶ τῆς ἰατρικῆς πολλαὶ αἱ ταύτης ὑποκείμεναι νόσοι, καὶ ἀνάγκη τὸν ἐπιστήμονα ἰατρόν, τοῦ ὑποκειμένου σώματος εἰς πολλὰ καὶ διάφορα πάθη μεταπίπτοντος, καὶ αὐτὸν εἰς κρείττονας τρόπους ἀπὸ τῶν ἡττόνων μεταβαίνειν, οὕτως καὶ ἐπὶ θεοῦ ἡ ἀπὸ τοιοῦδε τρόπου ἐπὶ ἕτερον τρόπον τῆς προνοίας μετάβασις μεταμέλεια τοῦ θεοῦ τῇ γραφῇ σύνηθες ὀνομάζεσθαι.

Τί δηλοῖ τὸ τοῦ 〈ρδ〉 ψαλμοῦ ῥησίδιον τὸ μετέστρεψεν τὴν καρδίαν αὐτοῦ τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ; Ὁ θεὸς οὐ μόνον γινώσκει τὰ ὄντα πρὸ τῶν αἰώνων ὡς ἐν αὐτῷ ὄντα αὐτῇ τῇ ἀληθείᾳ, κἂν εἰ αὐτὰ τὰ πάντα, τά τε ὄντα καὶ τὰ ἐσόμενα, οὐχ ἅμα τῷ γνωσθῆναι καὶ τὸ καθ᾽ αὑτὰ εἶναι ἔλαβον, ἀλλ᾽ ἕκαστα τῷ ἐπιτηδείῳ καιρῷ—οὐ γὰρ οἷόν τε τῶν ἅμα εἶναι τὸ ἄπειρον καὶ τὰ πεπερασμένα—, ἀλλὰ καὶ τὸ τέλος τῆς ἑκάστου κατὰ τὴν κίνησιν διαθέσεως· οὐ γὰρ ἔστιν χρόνος ἢ αἰὼν ὁ ταύτην μεταξὺ θεοῦ διακόπτων· οὐδὲν γὰρ ἐν αὐτῷ πρόσφατον, ἀλλὰ τὰ μέλλοντα ὡς παρόντα εἰσίν· οἱ δὲ χρόνοι καὶ οἱ αἰῶνες οὐ τῷ θεῷ ἀλλ᾽ ἡμῖν εἰσιν δεικτικοὶ τῶν ἐν τῷ θεῷ ὄντων.

Μὴ δὲ γὰρ ὅτε τι ὁρῶμεν τὸν θεὸν ποιοῦντα, τότε καὶ τῆς περὶ αὐτὸ γνώσεως ἦρχθαι νομίσωμεν. Εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἔστιν, ᾔδει πάντως ὡς παροῦσαν τὴν μέλλουσαν οὐ μόνον ἔσεσθαι τῶν Αἰγυπτίων πονηρίαν καὶ πρὸς πᾶσαν ἀγαθῶν ἐργασίαν ἀπειθῆ προαίρεσιν καὶ ἐπιτήδειον πρὸς ἐκδίκησιν τῶν ἐκ τῆς κατὰ τὴν Αἴγυπτον συνηθείας πεπραγμένων τοῖς Ἰσραηλίταις κακῶν διάθεσιν, ἀλλὰ καὶ τὴν τῶν Ἰσραηλιτῶν εὐπειθῶς προσχωρεῖν μέλλουσαν τῷ λόγῳ τῆς εὐσεβείας διὰ τῆς πίστεως. Ἐπειδὴ οὖν τὰς τοιαύτας κεκρυμμένας διαθέσεις καὶ παρ᾽ αὐτοῦ τὸ πρὶν κατησχημένας συνεχώρησεν εἰς ἐνέργειαν ἐλθεῖν, κατὰ τοῦτο λέγεται μεταστρέψαι· ὥσπερ γὰρ ἐπιτόνιν ἠσφαλισμένον καὶ βίᾳ ὁρμὴν ὕδατος κατέχον, εἰ τύχοι τινὰ στρέψαι τοῦτο, εὐθὺς τὴν κεκρυμμένην ὁρμὴν τὸ ὕδωρ ἐκδίδωσιν, οὕτω καὶ αἱ πονηραὶ καὶ αἱ ἀγαθαὶ διαθέσεις συγχωρούσης τῆς προνοίας διὰ τῶν μέσων πραγμάτων εἰς τὸ ἐμφανὲς ἄγονται.

Τίνων τύποι ἦσαν ἐν τῇ Ἐξόδῳ ὅ τε Μωυσῆς καὶ ὁ Φαραὼ καὶ τίς ἡ Αἴγυπτος καὶ πῶς αἱ πληγαὶ τοῖς μὲν ἦσαν, τοῖς δὲ οὐκ ἦσαν; Καὶ τίς ὁ ὀλοθρευτὴς καὶ τίς ὁ τῶν πρωτοτόκων θάνατος καὶ διατί ἡ γραφὴ πῇ μὲν λέγει ἀναγαγεῖν ἐξ Αἰγύπτου, πῇ δὲ ἐξαγαγεῖν;

Ὁ Μωυσῆς τύπος ἐστὶν τῶν εὐσεβῶν καὶ τοῦ κατ᾽ αὐτῶν τέλους, ὁ δὲ Φαραὼ τῶν ἀσεβῶν καὶ τοῦ κατ᾽ αὐτῶν τέλους· καθ᾽ ὅσον γὰρ ἦν ὁ Μωυσῆς ὑπήκοος καὶ ἁπαλὸς πρὸς ἐκτύπωσιν τῶν θείων παραγγελμάτων, κατὰ τοσοῦτον ἦν ὁ Φαραὼ πρὸς τὰ ἐναντία διακείμενος. Αἴγυπτος δὲ κατὰ μίαν τῶν περὶ αὐτῆς ἐπιβολῶν 〈σκοτασμὸς〉 ἑρμηνεύεται, λαμβάνεται δὲ εἰς τὸν αἰῶνα τοῦτον. Φασὶν δὲ τὴν Αἴγυπτον οἱ γηογραφεῖς πάσης τῆς γῆς χθαμαλωτέραν εἶναι· διὰ τοῦτο ἡ γραφὴ οὐ μόνον ἐξήγαγεν ἀλλὰ καὶ ἀνήγαγεν λέγει, ἐξαγωγὴν δηλούσης τῶν ἀπὸ τῆς προσπαθείας τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα ἐρχομένων, ἀναγωγὴν δὲ τῶν ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ νοητὰ ἀναφερομένων.

Αἰγύπτιοι δέ εἰσιν πάντες οἱ φιλήδονοι καὶ φιλόκοσμοι, κἂν εὐγενεῖς ὦσιν τῷ σώματι· Ἰσραηλῖται δὲ πάντες οἱ φιλόθεοι καὶ μισόκοσμοι. Τοῖς μὲν οὖν τὸ ὕδωρ αἷμά ἐστιν, τοῖς δὲ ὕδωρ κατὰ φύσιν· ἐπειδὴ γὰρ τὸ ὕδωρ θρεπτικόν ἐστιν καὶ ζωτικόν, δηλοῖ ὅτι ὅστις τὴν ἀφορμὴν τῆς ζωῆς ταύτης πρὸς ἀδικίαν καὶ ἁρπαγὴν καὶ πλεονεξίαν ποιεῖται, φονεὺς ὑπάρχων τῶν ὑπ᾽ αὐτοῦ ἀδικουμένων, τὸ ὕδωρ αἷμα ἔχει· ὅστις δὲ τὴν ἀφορμὴν τῆς ζωῆς ἐκ δικαίων πόνων ἔχει, τούτῳ τὸ ὕδωρ, τῆς ζωῆς ὕδωρ ἐστίν.

Ἀποκτέννονται δὲ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐπειδὴ οὐκ ἔχουσιν τὰς φλιὰς κεχρισμένας τοῦ αἵματος τοῦ ἀμνοῦ. Πρωτότοκα δέ εἰσιν τὰ πρῶτα τοῦ νοῦ γεννήματα καὶ διανοήματα, φλιαὶ δὲ αἱ αἰσθήσεις, ὀλοθρευτὴς δὲ ὁ διάβολος, διὰ μέσου τῶν αἰσθήσεων δεσμεύων τὴν ψυχὴν πρὸς τὰ αἰσθητὰ καὶ πᾶν αὐτῆς θεῖον κίνημα ἀναιρῶν.

Διατηροῦνται δὲ τὰ πρωτότοκα καὶ τῶν Ἰσραηλιτῶν τῇ χρίσει τοῦ αἵματος, τουτέστιν τὰ θεῖα τοῦ νοῦ κινήματα τῇ νεκρώσει τῶν αἰσθήσεων. Τί ἐστιν τὸ ἐν τῷ 〈οε〉 ψαλμῷ εἰρημένον, ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι;

Ἡ μὲν ἑορτὴ εὐφραινομένων ἐστίν, ἡ δὲ ἐξομολόγησις ἐταζομένων· καὶ τὸ μέν ἐστιν λύπης, τὸ δὲ χαρᾶς. Τοῦτο οὖν λέγει, ὅτι ἐν τῇ κρίσει ἀντισηκούμενον τὸ παροδικὸν καὶ ἀτελὲς τοῦ ἀγαθοῦ ἐνθύμημα τῷ πονηρῷ καὶ ἀπηρτισμένῳ ἐνθυμήματι τὸ πλέον ἔχει· τὸ μὲν γὰρ ἐτάζεται, τὸ δὲ ἑορτῆς καὶ χαρᾶς γίνεται πρόξενον.