Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Νομικές διατάξεις, προφητείες και ηθική ερμηνεία

Αλληγορική προσέγγιση των θυσιών του νόμου, της βαβυλωνιακής καμίνου, της ιστορίας του Δαβίδ και διαφόρων ευαγγελικών και προφητικών αφηγήσεων με ηθικές προεκτάσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 11

Ἐκ τοῦ Ἀμὼς τοῦ προφήτου· καὶ συναθροισθήσονται πόλεις δύο ἢ τρεῖς εἰς μίαν πόλιν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν. Τί δηλοῦσιν αἱ πόλεις; Πόλεις ἐνταῦθα τὰς ψυχὰς ὑποληπτέον διὰ τὸ ὥσπερ οἰκίαις συγκεῖσθαι καὶ δεκτικὰς εἶναι τῶν ἀρετῶν· δύο δὲ πόλεις τὰς διὰ πράξεως καὶ θεωρίας πεπολισμένας ψυχάς· τρεῖς δὲ τὰς διὰ τῆς ἀνενδυάστου πίστεως τὴν θεολογίαν κατορθούσας. Ἐπεὶ οὖν ὁ προφήτης ἐν εἴδει κατάρας τοῦτο ἔθηκεν, σημαίνει ὅτι ἡνίκα γένηται λιμός, οὐκ ἄρτου καὶ ὕδατος ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου, κἂν εἰς τὸ μέτρον φθάσωσιν τῶν εἰρημένων ἀρετῶν αἱ τοιαῦται ψυχαί, ἀμελήσωσιν δέ, δοκοῦσιν μὲν ζητεῖν γνῶσιν, ἐπειδὴ δὲ τὴν πρᾶξιν οὐ μετέρχονται, ἀποτυγχάνουσιν· κἂν εἰ συνάγεσθαι δοκοῦσιν εἰς μίαν πόλιν, τουτέστιν εἰς τὸν διδάσκαλον, οὐκ ἐμπιπλῶνται γνώσεως· οὐδὲ γὰρ αὐτῷ δίδοται τῆς διδασκαλίας ἡ χάρις, τοῦ δύνασθαι ποτίσαι τοὺς ἐνδεεῖς τὴν θείαν γνῶσιν.

Ἐκ τοῦ αὐτοῦ· πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα. Ἐπειδὴ ὁ πᾶς ἀριθμὸς εἰς τέσσαρας δεκάδας ἐμπεριέχεται—οἷον, ἡ πρώτη ἀπὸ τῆς μονάδος δεκάς, εἶτα πάλιν αὐτὴ τῆς ἑκατοντάδος ἐστὶν μονάς, εἶτα ἑκατοντὰς μονάς ἐστιν τῆς χιλιάδος, πάλιν ἡ χιλιὰς μονάς ἐστιν τῆς μυριάδος—ἐπεὶ οὖν καὶ ὁ τῆς ἀρετῆς ἀριθμὸς κατὰ πρόσβασιν πληθύνεται καὶ τὴν προσθήκην λαμβάνει, τοῦτο οἶμαι δηλοῦσθαι διὰ τῶν ἀριθμῶν, ὅτι τὰς δέκα ἐντολὰς οὕτως κατορθώσας ὥστε ἑκάστην ἐντολὴν ἐνπεριέχεσθαι ταῖς λοιπαῖς, οὗτος δεκαπλασιάσας ταύτας ἦλθεν εἰς τὴν ἑκατοντάδα καὶ κατὰ τὴν Σάρραν τὸ 〈ρ〉 προσθήκην ἐδέξατο.

Ὅστις δὲ καὶ τὴν ἐπὶ τούτοις γνῶσιν κατώρθωσεν δεκαπλασιάσας τὰ ἑκατὸν ἦλθεν εἰς τὴν χιλιάδα. Ἐπειδὴ δὲ καὶ τοῦτο τῷ προφήτῃ ἐν εἴδει κατάρας εἴρηται, τοῦτο δηλοῖ ὅτι διὰ τῆς ἀμελείας ὁ εἰς τὸ μέτρον τῆς κατὰ τὴν ἀρετὴν χιλιάδος ἐλθὼν ὑφίεται καὶ εἰς τὴν ἑκατοντάδα ἔρχεται· ὡσαύτως καὶ ὁ ἀπὸ τῆς κατὰ τὴν πρᾶξιν ἑκατοντάδος εἰς μόνην τὴν κατὰ τὸ ἦθος τῶν ἐντολῶν παρατήρησιν ἔρχεται ἢ καὶ Ἰουδαϊκῶς ταύτας ἐπιτελεῖ.

Ἐκ τοῦ αὐτοῦ· οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου, καὶ αὕτη ἐστὶν σκότος καὶ οὐ φῶς, ὃν τρόπον ὅτ᾽ ἂν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἄρκος καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις.

Ἡμέρα κυρίου ἐστὶν ὁ φωτισμὸς καὶ ἡ γνῶσις τοῦ κυρίου· ὅστις οὖν ἐπιθυμεῖ ἐπιλαβέσθαι γνώσεως θεοῦ ἄνευ πράξεως, οὗτος εἰκότως ταλανίζεται· ὑπὸ γὰρ τῶν παθῶν διοχλούμενος, θυμοῦ τε καὶ ἐπιθυμίας, φεύγειν τὸ δακεῖν ζητῶν ἐκ τοῦ λέοντος, τουτέστιν τοῦ θυμοῦ, ἐμπίπτει εἰς τὴν ἄρκον τῆς ἐπιθυμίας· εἶτα ἐκ τούτων στενοχωρούμενος ἐμπηδᾷ εἰς τὸν οἶκον καὶ τὰς χεῖρας εἰς τὸν τοῖχον ἀπερείδεται καὶ δάκνει αὐτὸν ὄφις· οἶκός ἐστιν ἡ ψυχή, τεῖχος δὲ τὸ σῶμα· ἐπειδὰν οὖν τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις τῇ ἀπολαύσει τοῦ σώματος ἀπερείσηται, ἐξέρχεται ἡ ἡδονή—αὐτὴ γὰρ ὁ ὄφις—καὶ δάκνει αὐτόν· δι᾽ ἑκάστης γὰρ τοῦ σώματος αἰσθήσεως ὥσπερ δι᾽ ὀπῆς ἕρπουσα ἡ ἡδονὴ δάκνει τὴν ἀθλίαν ψυχήν. Τῷ οὖν οὕτως ἀσθενοῦντι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ὁ τῆς γνώσεως ἥλιος σκότος ἐστὶν καὶ τύφλωσις.

Ἐκ τοῦ Ψαλτηρίου· τὰ λόγια κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Ὡς ἁγνίζοντα ἡμᾶς ἀπὸ πάσης κηλίδος ἁμαρτιῶν εἴρηνται ἁγνά· ἀργύριον δὲ πεπυρωμένον διὰ τὸ διαφανὲς αὐτῶν καὶ φωτιστικὸν ὡς ἐν ἀργύρῳ· καὶ διὰ τὸ θεῖον αὐτῶν καὶ δοκιμαστικὸν τῶν ἡμετέρων καρδιῶν· γῆ γὰρ ἡ καρδία ἐν τῷ εὐαγγελίῳ εἴρηται· κεκαθαρμένον δὲ ἑπταπλασίως ὅτ᾽ ἂν ἑκάστην ἐντολὴν ἑπταπλασίως καθαίρομεν. Καλὸν δὲ ἐπὶ μιᾶς ἐντολῆς σαφηνισθῆναι τὸ λεγόμενον· διαγορεύει ὁ νόμος τὸ οὐ φονεύσῃς· ὅστις οὖν ταύτην τὴν ἐντολὴν θέλει ἑπταπλασίως καθᾶραι, οὐ μόνον τοῦ διὰ χειρὸς φόνου ἀπέχεται, ἀλλὰ κἂν ἴδῃ πεινῶντα τρέφει, κἂν ἴδῃ διψῶντα ποτίζει, κἂν ἴδῃ γυμνὸν περιβάλλει, κἂν ἴδῃ ξένον συνάγει, κἂν ἴδῃ νοσοῦντα οὐ παρορᾷ, κἂν ἐν φυλακῇ ἴδῃ τρέχει πρὸς αὐτόν· καὶ ἁπλῶς ὁ ἑνὸς τούτων ἀμελήσας κατὰ τοῦτον φόνον εἰργάσατο· ἔασεν γὰρ ὅσον τὸ ἐπ᾽ αὐτῷ ἀποθανεῖν, δυνάμενος ἀνακτήσασθαι τὸν δεόμενον αὐτοῦ.

Συνάπτων οὖν τις τὰς ἀπηριθμημένας ἓξ τοῦ κυρίου ἐντολὰς τῆς νομικῆς οὐ φονεύσῃς ἐντολῆς, καθαίρει τὸ λόγιον κυρίου ἑπταπλασίως· τοῦτο δὲ καὶ ἐπὶ ἑκάστης ἐντολῆς δυνατὸν ἐφαρμόζειν. Ἐκ τῶν Παροιμιῶν· σπάνιον εἰσάγαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε.

Φίλον ἐνταῦθα τὸ σῶμα ἡμῶν λέγει διὰ τὴν πρὸς αὐτὸ φυσικὴν ἕνωσίν τε καὶ στοργήν. Παραινεῖ οὖν ὁ λόγος τὴν περὶ τὸ σῶμα πρόνοιαν μὴ πεφροντισμένην ποιεῖσθαι, ἀλλὰ μόνῳ τῷ τῆς ψυχῆς ἴχνει τὴν αὐτοῦ πρόνοιαν ποιεῖσθαι, καὶ τοῦτο δὲ σπανίως, μήποτε τὴν ἀνάπαυσιν αὐτοῦ περὶ πολλοῦ ποιουμένου σου, τὰ τῶν ἐχθρῶν καὶ μισούντων ἐν σοὶ ἐνδείξηται.

Τί σημαίνει τὸ ἀπὸ τοῦ πατριάρχου Ἰακὼβ λεγόμενον τὸ ἐγὼ ἀπετίννυον κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός; Κλέμματα ἡμέρας νόησον τὰ διὰ τῶν ἔξωθεν αἰσθήσεων συμβαίνοντα ἡμῖν ἀπὸ τοῦ πονηροῦ ἡττήματα, ὑπὲρ ὧν ὁ πατριάρχης ἀπετίννυεν τοὺς τῆς ἀσκήσεως πόνους. Κλέμματα δὲ νυκτός εἰσιν ἅπερ διὰ τῶν ἔνδον λογισμῶν συλᾷ ἡμᾶς ὁ ἐχθρός, ὑπὲρ ὧν χρὴ ἡμᾶς κατὰ τὸν πατριάρχην ἀποτιννύειν πόνους καὶ ἀγρυπνίας καὶ τὰ λοιπὰ τῆς ἀσκήσεως εἴδη.

Τί σημαίνει ἡ κατὰ τὸν νόμον περὶ τῆς ἀγνοίας τοῦ φόνου νευροκοπουμένη ἐν τῇ φάραγγι δάμαλις; Σημαίνει διὰ τούτων τὸ πνευματικὸν βούλημα τῆς γραφῆς ὅτι οὐ μόνον περὶ τῶν προδήλων ἁμαρτημάτων χρὴ δεδοικέναι ὡς μέλλοντας ὑπὲρ αὐτῶν διδόναι δίκην, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀγνώστως ἡμῖν πραττομένων δεδοικότας, ἀεὶ τὴν δάμαλιν, τουτέστιν τὴν σάρκα ἡμῶν, νευροκοπεῖν ἐν τῇ φάραγγι τῆς ἐγκρατείας καὶ τῆς ἀσκήσεως. Διὰ τοῦτο δὲ τὴν δάμαλιν ζῶσαν κατελίμπανον, ἵνα καὶ ἡμεῖς μάθωμεν μὴ τὸ σῶμα ἀποκτέννειν, ἀλλὰ τὰς ἐπανισταμένας ἡδονὰς νευροκοπεῖν καὶ δαμάζειν.

Τί σημαίνουσιν Ναδὰβ καὶ Ἀβιοὺδ οἱ προσενέγκαντες πῦρ ἀλλότριον καὶ διὰ τοῦτο κατακαέντες; Οἱ ἀεὶ τῷ θεῷ ἱερατεύοντες, καὶ προσάγοντες ἑαυτοὺς τῷ θεῷ θυσίαν ζῶσαν, καὶ τὴν ζέσιν τοῦ ἁγίου πνεύματος ἔχοντες ἐν ἑαυτοῖς κατὰ τὸν Κλεόπαν, τὸ ἴδιον πῦρ τῷ θεῷ προσάγουσιν· ὅτ᾽ ἂν δὲ ῥαθυμήσαντες ἔξω ταύτης τῆς καταστάσεως γένωνται καὶ τὴν ἔξαψιν τῶν παθῶν ἐν ἑαυτοῖς συναγάγωσιν, τότε τὸ ἀλλότριον πῦρ ἐπεισήγαγον καὶ κατακαίονται τὴν συνείδησιν τῷ πυρὶ τῶν ἐλέγχων.

Τίνος χάριν ἡ σεμίδαλις ταῖς νομικαῖς θυσίαις ἀεὶ συμπαραλαμβάνεται καὶ ποτὲ μὲν ἐλαίῳ πεφυραμένη, ποτὲ δὲ εἰς κλίβανον, ποτὲ δὲ εἰς τήγανον; Τὴν σεμίδαλιν ἐπὶ τοῦ λόγου ληπτέον ὡς λογικῶν οὖσαν τροφήν· καὶ ὅτε μὲν ἐλαίῳ πεφυραμένη, τὸν λόγον δηλοῖ μετὰ τοῦ φωτισμοῦ τῆς γνώσεως· ὅτ᾽ ἂν δὲ εἰς τήγανον, δηλοῖ τὸν λόγον δεδοκιμασμένον καὶ συνεστῶτα ἐκ τῶν ἔνδοθεν προσπιπτόντων ἡμῖν ἡδονικῶν πειρασμῶν· ὅτ᾽ ἂν δὲ εἰς κλίβανον, δηλοῖ τὸν λόγον στερρὸν ὄντα διὰ τῆς ἐν ὑπομονῇ δοκιμασίας τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων πειρασμῶν.

Διατί ἐν τῷ ἑβδόμῳ μηνὶ εἰς τὴν πεντεκαιδεκάτην ἡμέραν ἑπτὰ ἡμέρας ἑορταζόντων τῶν κατὰ τὸν νόμον, προσῆγον εἰς τὴν πρώτην ἡμέραν 〈ιδ〉 μόσχους καὶ ἑκάστης ἡμέρας ὑφαίρουσαν τὸν ἕνα μόσχον ἕως οὗ ἦλθον εἰς τοὺς ἑπτά;

Ἐπειδὴ κατὰ τὸν λόγον τοῦ κυρίου στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ παιδία, τὸ δὲ παιδίον ἐστέρηται πάντη τῆς ἐμπαθοῦς κινήσεως, ἡνίκα δὲ γένηται δεκατεσσάρων ἐτῶν εὐθέως ἡ ἐμπαθὴς κίνησις ἄρχεται ἐν αὐτῷ διεγείρεσθαι, τοῦτο οὖν, ὡς οἶμαι, τὸ μυστικὸν τοῦ νόμου παραδηλοῖ, ὅτι χρὴ καὶ τῆς φυσικῆς κινήσεως τὴν μείωσιν τῷ θεῷ ἱερουργεῖν, μέχρις ἂν εἰς τὴν τελείαν ἔλθωμεν ἀπάθειαν.

Τί σημαίνουσιν οἱ 〈σν〉 ἄνδρες οἵτινες ἐπεσυνεστήσαντο Μωυσῇ καὶ προσφέροντες τὸ θυμίαμα, ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτοὺς καὶ προσέταξεν κύριος τῷ Ἐλεάζαρ ἀνελέσθαι τὰ πυρεῖα αὐτῶν καὶ ποιῆσαι αὐτὰ λεπίδας ἐλατὰς καὶ προσαρτῆσαι τῷ θυσιαστηρίῳ;

Ὁ πεντήκοντα ἀριθμὸς ἐπὶ τῶν θείων ἀεὶ λαμβάνεται ὡς ὑπερβατικὸς τῶν ὑπὸ χρόνον· ὁ δὲ τῶν διακοσίων ἀριθμὸς ἐπὶ τῶν αἰσθητῶν καὶ αἰσθήσεων διὰ τὴν τοῦ τέσσαρα πρὸς τὸν πέντε ἀριθμὸν σύνθεσιν. Ὅσοι οὖν τὰ αἰσθητὰ αἰσθητῶς λαμβάνουσιν καὶ τὰς θείας ἀρετὰς διὰ τὰ αἰσθητὰ μετέρχονται, οὗτοι ἐπισυνίστανται τῷ θείῳ νόμῳ καὶ τῷ πυρὶ τῶν ἐλέγχων τὴν συνείδησιν αὐτῶν κατακαίονται.

Καὶ τότε ὁ ἱερατικὸς τῆς διδασκαλίας λόγος τὰ πυρεῖα αὐτῶν λαμβάνει, τουτέστιν τὸν νοῦν ἐν ᾧ τὸν οὐ κατ᾽ ἐπίγνωσιν ζῆλον τῷ θεῷ ἐνόμιζον προσάγειν, καὶ διὰ τῆς διδασκαλίας τὸ ἐπικείμενον αὐτῷ πάχος ἐλαύνει καὶ λεπτύνει καὶ τῷ θυσιαστηρίῳ, τουτέστιν τῇ θείᾳ γνώσει, προσάγει.

Τίνος χάριν ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης ἀπαγορεύει ὁ νόμος; Σημαίνει διὰ τούτων ὅτι δεῖ τῷ θεῷ τὰς ἀρετὰς προσάγειν θυμοῦ καὶ ἐπιθυμίας ἀνεπιμίκτους, θυμὸν λέγων τὸν κύνα, πόρνην δὲ τὴν ἐπιθυμίαν.

Ἐπειδὴ προδήλως ὁ 〈κα〉 ψαλμὸς εἰς τὸν κύριον ἀναφέρεται, πῶς νοήσωμεν τὸ ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος; Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τὴν ἄφατον αὐτοῦ περὶ ἡμᾶς φιλανθρωπίαν ἐγένετο καὶ ἐκλήθη σκώληξ· ὡς γὰρ ὁ σκώληξ ἄνευ συνουσίας τίκτεται, οὕτως καὶ ὁ κύριος ἐκτὸς σπορᾶς συνελήμφθη. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ γέγονεν τῷ διαβόλῳ· περιχανὼν γὰρ ὡς σκώληκι τῇ σαρκί, τῇ θεότητι περιεπάρη. Ἀλλὰ καὶ τοῖς ἐχθροῖς ἐστιν σκώληξ· τῇ γὰρ σοφίᾳ ὁ σοφὸς εὐθὺς εὑρίσκεται, τῷ δὲ ἄφρονι σκολιός. Ἀλλὰ καὶ ἐν ἡμῖν γίνεται σκώληξ ἡνίκα ἁμαρτάνομεν, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων.

Τί ἐστιν τὸ ἐν τῇ Γενέσει γεγραμμένον τὸ καὶ ἔταξεν τὰ χερουβὶμ καὶ τὴν φλογίνη〈ν〉 ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς; Ὥσπερ τὸ ξύλον τὸ αἰσθητὸν τροφὴ γίνεται τῆς σαρκός, οὕτως καὶ τὸ ξύλον τῆς ζωῆς, ὅπερ ἐστὶν ὁ κύριος, τροφὴ καὶ ζωὴ γίνεται τῶν ἡμετέρων ψυχῶν. Ὁδὸς δὲ ἡ ἀπάγουσα πρὸς αὐτόν ἐστιν αἱ ἀρεταί· φυλάττεται δὲ αὐτὴ ὑπὸ τῶν χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας· χερουβὶμ δὲ ἑρμηνεύεται 〈πλῆθος γνώσεως·〉 διὰ δὲ τῆς γνώσεως ὁ πόθος ἡμῖν ὁ πρὸς τὸν θεὸν ἐνγίνεται, διὰ δὲ τῆς φλογίνης ῥομφαίας, τουτέστιν τῆς διακρίσεως τῆς τῶν μοχθηρῶν ἀναλωτικῆς, ὁ φόβος ἡμῖν προσγίνεται· ἄρα οὖν φόβος καὶ πόθος ἐστὶν ὁ φυλάσσων τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Στρέφεσθαι δὲ λέγεται ἡ ῥομφαία· ὅτ᾽ ἂν γὰρ ἁμαρτάνομεν διὰ τῆς συνειδήσεως ἡμῶν διελέγχουσα κατὰ πρόσωπον ὑπαντᾷ, ὅτε δὲ μετανοῶμεν δίδωσι πάροδον.

Ἐκ τοῦ Ἀποστόλου· Ὅστις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν ἢ ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, τὸ πῦρ αὐτὰ δοκιμάσει. Εἴ τινος οὖν τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· εἴ τινος δὲ τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

Θεμέλιός ἐστιν ἡ τοῦ Χριστοῦ πίστις. Ἐποικοδομεῖ δέ τις ἐν αὐτῇ ὡς χρυσὸν μὲν τὴν θεολογικὴν μυσταγωγίαν, ὡς ἄργυρον δὲ τὸν διαφανῆ βίον, λίθους δὲ τιμίους τοὺς εὐσεβεῖς λογισμούς, ξύλα δὲ τὴν περὶ τὰ αἰσθητὰ προσπάθειαν, χόρτον δὲ ὁ τὴν ἀλογίαν τρεφόμενος, καλάμην δὲ ὁ τὴν φθορὰν ἐργαζόμενος. Καὶ ἐπὶ μὲν τῶν ἐχόντων τὰς ἀγαθὰς πράξεις ἡ τῆς γνώσεως ἡμέρα δηλοῖ ὅτι ἐν πυρί, τουτέστιν ἐν τῷ πνεύματι, γέγονεν ἡ τούτων ἀποκάλυψις.

Ἐν δὲ τοῖς ἁμαρτάνουσιν τὰ ἔργα κατακαίονται, τῆς διαγνώσεως δικαιούσης τὴν συνείδησιν καὶ μειούσης τὰς ἁμαρτίας διὰ τῆς μετανοίας καὶ σῳζούσης τὸν ἄνθρωπον, ζημιούσης δὲ τοῦ προλαβόντος χρόνου τὴν ἀργίαν τῶν ἀρετῶν. Ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι τὰ ἔργα τῆς ἁμαρτίας εἰς ἀνυπαρξίαν χωροῦσιν, τῆς φύσεως τὰς ἰδίας δυνάμεις σώας ἀπολαμβανούσης διὰ τοῦ πυρὸς τῆς κρίσεως.

Τί ἐστιν ὅπερ ὁ Δαυῒδ ψάλλει λέγων «δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου»; Ἐπειδὴ κατὰ φύσιν δοῦλοί ἐσμεν τοῦ θεοῦ, τῆς δὲ παιδίσκης αὐτοῦ τῆς σοφίας υἱοί, δοθῆναι ἡμῖν εὔχεται πρῶτον τὸ κράτος, τουτέστιν τὴν κατὰ τῶν παθῶν δυναστείαν, καὶ τότε διὰ τοῦτο ἡ σωτηρία ἡμῖν περιγίνεται.

Ἐπειδὴ ἐν ταῖς Βασιλείαις γέγραπται ὅτι ὁ θεὸς ἐπέσεισεν τὸν Δαυῒδ ἀριθμῆσαι τὸν λαόν, ἐν δὲ ταῖς Παραλειπομέναις τὸν διάβολον λέγει, πῶς οὖν δειχθήσεται ἡ θεία γραφὴ ἑαυτῇ συμφωνοῦσα; Ἐπειδὴ ὁ Ἀπόστολος θεὸν τοῦ αἰῶνος τούτου λέγει τὸν διάβολον, κατὰ τοῦτο ἐκλημπτέον τὸ τῶν Βασιλειῶν. Ἢ καὶ ἄλλως· ἐπειδὴ χωρὶς τῆς τοῦ θεοῦ προνοίας οὐδὲν γίνεται, ἀλλ᾽ εἴτε κατὰ εὐδοκίαν, εἴτε κατ᾽ οἰκονομίαν, εἴτε κατὰ συγχώρησιν τὰ πάντα γίνονται, τὸ ἐν ταῖς Βασιλείαις γεγραμμένον ὅτι ὁ θεὸς ἐπέσεισεν ἀντὶ τοῦ «παρεχώρησεν» νοεῖν ἐστιν εὐσεβές, ἐν δὲ ταῖς Παραλειπομέναις τὸν διάβολον τὸν ἐνεργήσαντα καὶ αἴτιον γενόμενον. Ἑβδομήκοντα δὲ χιλιάδες πίπτουσιν ἢ οἱ εὑρεθέντες μετὰ Ἀβεσαλὼμ ἢ οἱ τὸ πάθος ἔχοντες τῆς οἰήσεως καὶ ὑπερηφανίας. Κατὰ δὲ τὴν θεωρίαν, τοῦτο σημαίνει ὅτι πᾶς Δαυΐδ, ὁ μὴ κατὰ διάθεσιν ἀλλὰ συναρπαγὴν ἐπάρσεως ἀπογεννήσας λογισμόν, μεταγνοὺς αἰτεῖται τὸν θεόν, καὶ θνῄσκουσιν οἱ περὶ τὰ χρονικὰ καὶ πρόσκαιρα λογισμοί· ὁ γὰρ ἑβδομηκοστὸς ἀριθμὸς τὴν χρονικὴν κίνησιν σημαίνει διὰ τὸν ἑβδοματικὸν κύκλον. Διὰ τοῦτο γὰρ παραιτήσασθαι ἄμεινον † τῆ † ἀπὸ τῶν ἐχθρῶν δαιμόνων διώκεσθαι καὶ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου.

Τί σημαίνει ὁ παραλυτικὸς ὁ διὰ τῆς στέγης ὑπὸ τεσσάρων χαλώμενος καὶ εἰ δυνατὸν κατὰ τὴν ἱστορίαν ἀποστεγασθῆναι τὸν οἶκον; Κατὰ μὲν τὴν ἱστορίαν πάντως ἀπεστεγάσθη ὁ οἶκος, ἐπειδὴ οἱ τῶν τόπων ἐκείνων αὐτόπται γενόμενοί φασιν τὰς στέγας τῶν οἴκων ἀπὸ λίθου κισηρήτου εἶναι ἐλαφροτάτου, ὥστε τὸν ἀποστεγάσαι βουλόμενον εὐκόλως καὶ συντόμως δύνασθαι τοῦτο ποιεῖν. Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς τρόπον, παραλυτικός ἐστιν πᾶς νοῦς ἐν ἁμαρτίαις νοσῶν καὶ μὴ δυνάμενος διὰ τῆς φυσικῆς θεωρίας—αὕτη γὰρ ἡ θύρα—ἰδεῖν τὸν λόγον· διὰ τῆς πίστεως ἀποστεγάσας τὸ κάλυμμα τῆς παχύτητος τοῦ νομικοῦ γράμματος, διὰ τῶν τεσσάρων ἀρετῶν χαλᾶται ἐκ τοῦ ματαίου ὕψους πρὸς τὸν ἑαυτὸν κενώσαντα λόγον καὶ τῇ πίστει καὶ τῇ πράξει λαμβάνει τὴν ἴασιν.

Τί σημαίνει ἡ Βαβυλωνία κάμινος; Διττῶς τοὺς πειρασμοὺς προσγίνεσθαι ἡμῖν συμβαίνει· ἑκουσίως διὰ τῶν ἐν ἡμῖν ἡδονικῶν παθῶν καὶ ἀκουσίως διὰ τῶν ἔξωθεν ἐπιφορῶν. Καὶ ὅτε μὲν ἑκουσίως, παρακελευομένου τοῦ Ναβουχοδονόσορ, τουτέστιν τοῦ διαβόλου, ἐξάπτομεν ἑαυτοῖς τὴν κάμινον τῶν παθῶν, ὑποκαίοντες θυμὸν μὲν ὡς κληματίδα, ἐπιθυμίαν δὲ ὡς πίσσαν, ἡδονὴν δὲ ὡς τὴν νάφθαν, τὴν τοῦ λόγου δὲ παρατροπὴν ὡς στυππίον—τὸ γὰρ λίνον ἐπὶ τοῦ λόγου λαμβάνεται, ὅθεν καὶ οἱ ἱερεῖς ἱερατεύοντες λίνα ἐφόρουν—ὅτ᾽ ἂν οὖν ὁ λόγος παρατραπῇ, γίνεται στυππίον καὶ δι᾽ αὐτοῦ εὐχερῶς τὰ λοιπὰ πάθη ἐξάπτονται. Ἐὰν δέ τις κατὰ τοὺς μακαρίους παῖδας ἐπικαλέσεται τὸν θεὸν διὰ τῆς ταπεινώσεως καὶ τῆς ἐκτενοῦς προσευχῆς, ἐκλύεται τῶν δεσμῶν χειρῶν καὶ ποδῶν, τουτέστιν τὴν πρακτικὴν καὶ τὴν κατὰ θεὸν πορείαν, καὶ δροσίζεται τῇ ἐπιφοιτήσει τοῦ ἁγίου πνεύματος.

Ὅτ᾽ ἂν δὲ ἀκουσίως πειραζόμεθα καὶ ἀνάπτει ἡμῖν ὁ νοητὸς Ναβουχοδονόσορ τὴν κάμινον διὰ τῶν ἔξωθεν ἐπιφορῶν, νοσῶν καὶ λοιπῶν ἀβουλήτων περιστάσεων, καὶ οὕτως δυνάμεθα διὰ τῆς ὑπομονῆς καὶ εὐχαριστίας δροσίζεσθαι τῇ ἐλπίδι τῶν ἀποκειμένων †παθῶν†.

Τίνος χάριν καταγελωμένου Ἐλισσαίου τοῦ προφήτου ἐκ τῶν παίδων ηὔξατο καὶ ἐξῆλθον ἄρκοι καὶ ἀνέρρηξαν 〈μβ〉 παῖδας; Φασί τινες μὴ εἶναι Ἰσραηλίτας τοὺς παῖδας ἀλλ᾽ ἐκ τῶν ἀλλοφύλων, καὶ οὐχὶ παῖδας τῇ ἡλικίᾳ ἀλλὰ τῇ φρονήσει.

Ἐπεὶ οὖν ἤκουον τὸν προφήτην πολλὰ σημεῖα ποιοῦντα καὶ οὐκ ἐπίστευον ἀλλὰ κατεγέλων αὐτῷ, παρῆσαν δέ τινες μὴ κοινωνοῦντες τῆς ματαίας αὐτῶν γνώμης, ἵνα μὴ οὖν οὗτοι βλάπτωνται καὶ τὸ βλάσφημον εἰς θεὸν ἀνατρέχῃ, ἐπεξῆλθεν αὐτοῖς ὁ θεός. Κατὰ δὲ τὴν θεωρίαν πᾶς νοῦς κατὰ τὸν Ἐλισσαῖον φαλακρός, τουτέστιν καθαρὸς ὑλικῶν νοημάτων, ἐν τῇ ἀναβάσει τῆς γνώσεως πολλὰ ὑπὸ τῶν λογισμῶν τῶν περὶ τὰ αἰσθητὰ καὶ τὴν ὕλην καὶ τὸ εἶδος καταγελᾶται, τοῦ τεσσαράκοντα δηλοῦντος τὰ αἰσθητά· ὕλη δὲ καὶ τὸ εἶδος προστιθέμενα ἀποτελεῖ τὸν τεσσαρακονταδύο ἀριθμόν. Σκώπτεται οὖν ἐκ τῶν τοιούτων λογισμῶν ὁ νοῦς πρὸς τὸ εἰς ὄκνον αὐτὸν ἐμβληθῆναι πρὸς τὴν ἀρετήν. Τούτους οὖν δι᾽ εὐχῆς ἀναιρεῖ διὰ τῶν δύο ἄρκων, τουτέστιν διὰ ἡδονῆς καὶ ἐπιθυμίας· κατ᾽ ἀντιστροφὴν γὰρ ἐπὶ τὸ κρεῖττον μεταχειριζόμενα τὰ τοιαῦτα πάθη, ἀποκτενοῦσιν τοὺς λογισμοὺς τοὺς ἐμπαίκτας.

Τί σημαίνει ἡ τοῦ εὐαγγελίου παραβολὴ ἡ περιέχουσα τὴν συμβολὴν τῶν βασιλέων τῶν 〈κ〉 καὶ τῶν δέκα χιλιάδων; Ὁ μετὰ τῶν δέκα χιλιάδων παρατασσόμενος βασιλεὺς σημαίνει τὸν ἐν ἡμῖν βασιλέα νοῦν μετὰ τῶν δέκα ἐντολῶν πολεμοῦντα τῷ ἑτέρῳ βασιλεῖ τῷ ἔχοντι τὰς εἴκοσι χιλιάδας, τουτέστιν τῷ κοσμοκράτορι τῷ μετὰ τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων ἀντιπαρατασσομένῳ· αἱ γὰρ πέντε αἰσθήσεις προσκλινόμεναι τοῖς αἰσθητοῖς ἐκ τεσσάρων οὖσιν στοιχείοις, ποιοῦσιν τὸν εἴκοσι· διὰ τούτων γὰρ ἡμῖν ὁ ἐχθρὸς παρατάσσεται. Τὸ δὲ καθίσαι καὶ βουλεύσασθαι σημαίνει, εἰ δυνατόν ἐστιν πᾶσαν κακοπάθειαν καὶ πόνον ὑπὲρ ἀρετῆς ἀναδέξασθαι· εἰ δὲ μή γε, τὰ πρὸς εἰρήνην πρεσβεῦσαί φησιν, τουτέστιν τοῖς ἐπιταχθεῖσιν ἡμῖν μετὰ τὴν παράβασιν φυσικοῖς ὑποτασσομένους, τὴν κατὰ τὸ εὐαγγέλιον ἀδυνάτως ἔχοντας μετελθεῖν πολιτείαν.

Τί σημαίνει ὁ ἐν τῷ εὐαγγελίῳ κωφὸς δαίμων; Ψυχὴ ἀνήκοος ταῖς ἐντολαῖς τοῦ κυρίου ὀχλεῖται ὑπὸ τοῦ κωφοῦ δαίμονος· ὅτ᾽ ἂν δὲ ὁ λόγος τοῦ θεοῦ γένηται ἐν αὐτῇ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, τότε οὐ μόνον ἀκούει, ἀλλὰ καὶ λαλεῖ διὰ τῆς γνώσεως τοῦ θεοῦ.

Τί σημαίνει ὁ ἐν τῷ εὐαγγελίῳ κατὰ τὴν παραβολὴν τοῦ κυρίου πύργος ὃν ὁ μὴ δυνηθεὶς ἀπαρτίσαι ἐμπαίζεται ὑπὸ τῶν παραπορευομένων; Ὁ πύργος σημαίνει τὴν τῶν ἀρετῶν τελείωσιν μετὰ γνώσεως οἰκοδομηθεῖσαν. Ὅστις οὖν μετὰ τὴν κατὰ πρᾶξιν ἀπάθειαν ἔχει ἐπιτηδειότητα πρὸς ἐπίκτησιν φυσικῶν καὶ θεωρητικῶν καὶ θεολογικῶν λόγων, δι᾽ ὧν ἀπαρτίζεται ἡ τελεία γνῶσις, οὗτος ἀπαρτίζει τὴν οἰκοδομὴν τοῦ πύργου· ὁ δὲ ἕν τι τούτων ἐλλείπων, ὡς μὴ δυνηθεὶς εἰς πέρας ἀγαγεῖν τὴν οἰκοδομήν, ἐμπαίζεται παρὰ τῶν παραπορευομένων *** *** εὐαγγελιστῶν δειχθήσεται Τὰ καθόλου φασὶ σημαντικὰ εἶναι τῶν ἐπὶ μέρους καὶ τὰ ἐπὶ μέρους τῶν καθόλου· ὁ οὖν εἰπὼν «ἦλθον τὸ ἀπολωλὸς ζητῆσαι», τὴν καθόλου φύσιν ἐσήμανεν Ἰσραὴλ οὖσαν κατὰ τὸν τῆς Γενέσεως λόγον καὶ 〈τὸν θεὸν〉 ἀεὶ 〈ὁρῶσαν·〉 ὁ δὲ εἰπὼν εἰς τὰ πρόβατα οἴκου Ἰσραὴλ καὶ μόνον ἀπεστάλθαι, καὶ αὐτὸς διὰ τοῦ ἐπὶ μέρους τὸ καθόλου ἐσήμανεν.

Ἐπειδὴ γὰρ ἐν τῷ Ἀβραὰμ τὸ διαρρυὲν ἐν τῷ προπάτορι διὰ τῆς παρακοῆς τῆς φύσεως ἀγαθὸν δι᾽ ἐπιγνώσεως ἀνεσώθη, ἐπαγγελίαν ὁ θεὸς αὐτῷ δίδωσιν πατέρα αὐτὸν ἔσεσθαι πολλῶν ἐθνῶν, τῶν δι᾽ ἐπιγνώσεως εἰς τὴν ὁμοίαν αὐτοῦ πίστιν καταντώντων καὶ υἱοθετουμένων αὐτῷ· δῆλον γὰρ ὅτι εἴπερ υἱοθετοῦνται, καὶ τοῦ οἴκου Ἰσραήλ εἰσιν καὶ συγκληρονόμοι καὶ σύσσωμοι.

Ἡ δὲ αἴτησις τῶν ψιχ〈ί〉ων τῆς Χαναναίας τὴν ἁρμόδιον τῶν εἰσαγομένων εἰς τὸν κατ᾽ ἀρετὴν βίον ἐξ ἀπιστίας δηλοῖ διδασκαλίαν· ὁ γὰρ ἁπλοῦς καὶ τελειότατος τῆς γνώσεως λόγος εἰς πολλὰ μερίζεται κατὰ τὴν τῶν ὑποδεχομένων ἕξιν· ἄρα οὖν τοῖς εἰσαγομένοις ἁρμόδιός ἐστιν ἡ κατήχησις, ἥτις ψιχίων παρεικάζεται. Ὁ δὲ κύων, ἐπειδὴ ζῷόν ἐστιν ὑλακτικόν, ἐκδιώκων μὲν τοὺς ἀλλοτρίους, προσσαίνων δὲ τοῖς οἰκείοις, λαμβάνεται ἐπὶ τῆς πρακτικῆς ἕξεως, ἥτις ἐκδιώκει μὲν τὰς παρὰ φύσιν κακίας, προσσαίνει δὲ ταῖς φυσικαῖς ἀρεταῖς, τονωτικῶς ταύτας φυλάττουσα.

Τί σημαίνει ἡ κατὰ τὸν Ἰωὰβ ἱστορία ἡνίκα τὸν Σάβεε τὸν υἱὸν τοῦ Βοχορὶ ἐπεδίωκεν ἐπαίροντα χεῖρα αὐτοῦ ἐπὶ Δαυῒδ καὶ τίς ἡ γυνὴ ἡ ῥίψασα ἀπὸ τοῦ τείχους τὴν κεφαλὴν αὐτοῦ; Ὁ Ἰωὰβ δασυνόμενος ἑρμηνεύεται 〈ἔξωθεν ἢ ἐπιδιώκων,〉 ψιλούμενος δὲ 〈διδοὺς ἢ πάροχος·〉 ἐνταῦθα δὲ ἐπὶ τῆς ἀνδρείας τὸν Ἰωὰβ ἐκληπτέον, τὸν δὲ Σάβεε ἐπὶ τῆς ὑπερηφανίας ἥτις ὡς κεφαλὴ οἰκίσκων τρόπον καὶ τὰ λοιπὰ πάθη ἐνπεριέχει. Ὅτ᾽ ἂν οὖν αἴσθηται ὁ ἐνάρετος νοῦς τῆς ἐπαναστάσεως τῆς ὑπερηφανίας, ἀποστέλλει τὸν Ἰωάβ, τουτέστιν τὴν ἀνδρείαν, ἐκδιώκουσαν καὶ παροτρύνουσαν τὰς τῆς ψυχῆς δυνάμεις πρὸς ἀναίρεσιν αὐτῆς.

Φεύγουσα οὖν αὐτὴ ἐγκρύπτεται ὡς εἴς τινα πόλιν, μιᾷ τῶν ἀρετῶν· ἐκπορθεῖ ταύτην ἡ ἀνδρεία, ζητοῦσα τὴν τῆς ὑπερηφανίας ἀναίρεσιν ποιήσασθαι· ἡ δὲ σοφὴ γυνή, ἥτις ἐστὶν ἡ σοφία, τῇ ἐφευρέσει τῶν συστατικῶν τῆς ἀρετῆς αἰτιῶν ἀναίρεσιν ποιεῖται τῶν ποιητικῶν τῶν παθῶν αἰτιῶν, δι᾽ ὧν πᾶσα σύστασις γίνεται ἐν τῇ ψυχῇ κακίας.

Τί σημαίνει ἡ κατὰ τὸν Ἀμεσσαεὶ ἱστορία ἡνίκα ὁ Ἰωὰβ ἀπέκτεινεν αὐτόν; Ὁ Ἀμεσσαεὶ 〈ἠλειμμένος ἢ ἀλείφων〉 ἑρμηνεύεται· λαμβάνεται οὖν ἐπὶ τῆς ἀπαθείας, ὡς πᾶσαν λαβὴν τῶν ἐναντίων διαφεύγων εὐχερῶς διὰ τὴν τελειότητα, ὁ δὲ Ἰωὰβ ἐπὶ τῆς ἀνδρείας. Ὅτ᾽ ἂν οὖν ἡ ψυχὴ διὰ τῆς ἀνδρείας μετὰ τὴν ἐν ἕξει τελείαν ἀπάθειαν καταλείψασα τὴν εὐχήν, πάθει τιν〈ὶ〉 μάτην προσασχολεῖται, ἀποκτέννει, τουτέστιν ἄπρακτον ποιεῖ τὸν τελεώτερον τῆς θεωρίας τρόπον, τοῖς ἡττημένοις ἐχθροῖς προσασχολουμένη.

Τί σημαίνει ἡ κατὰ τὸν αὐτὸν Ἰωὰβ ἱστορία ὅτε ἀπέκτεινεν τὸν Ἀβεννὴρ καὶ τίς ἡ ἐπενεχθεῖσα αὐτῷ κατάρα; Ἐνταῦθα ὁ Ἰωὰβ ἐπὶ τοῦ μνησικάκου λαμβάνεται λογισμοῦ, καθ᾽ οὗ καὶ τὴν κατάραν δέχεται, τὸ ἐπὶ σκυτάλης ἐπερείδεσθαι καὶ ἐν ῥομφαίᾳ πίπτειν, δηλοῦντος, οἶμαι, τοῦ λόγου διὰ μὲν τῆς σκυτάλης τὴν περὶ τὰ αἰσθητὰ τοῦ μνησικάκου ἐλπίδα—πᾶς γὰρ μνησίκακος λογισμός, ἀεὶ ἐν τοῖς ὑλικοῖς εἰλούμενος, ἐν αὐτοῖς καὶ τὴν ἐπερείδησιν ἔχει—διὰ δὲ τοῦ πίπτειν ἐν ῥομφαίᾳ τὴν διὰ τοῦ τομωτάτου λόγου τῆς τοιαύτης σχέσεως ἀναίρεσιν.

Τίνος ἐπέχει πρόσωπον ὁ Χοῦσι ἡνίκα ἔπεμψεν αὐτὸν ὁ Δαυῒδ διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ; Ἐπειδὴ ὁ Χοῦσι υἱὸς ἦν τοῦ Ἰεμινί, ὡς μὲν εἰς τὸ ἴδιον πρόσωπον ἑρμηνεύεται 〈νήθων,〉 ὡς δὲ πρὸς τὴν τοῦ πατρὸς σχέσιν λέγεται 〈υἱὸς δεξιός·〉 λαμβάνεται δὲ ἐπὶ τῆς διακρίσεως· αὐτὴ γὰρ τῇ διαγνωστικῇ δυνάμει λεπτύνει καὶ διασκεδάζει τῶν ἀντικειμένων τὰς βουλάς.