Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Κοσμολογικά, εσχατολογικά και ανθρωπολογικά ερωτήματα

Ανάλυση του «κατ' εικόνα και καθ' ομοίωσιν», εσχατολογικών θεμάτων περί του κατακλυσμού και της αναστάσεως, και εξηγήσεις διδασκαλιών του Διονυσίου Αρεοπαγίτου και άλλων πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 11 από 11

Τί δηλοῖ τὸ ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς; Ὅτ᾽ ἂν ἐν ἡμῖν ὑψωθῇ ὁ ἥλιος τῆς δικαιοσύνης διὰ τῶν ἀγαθῶν ἔργων καὶ τῆς ἀληθοῦς γνώσεως, τότε ἡ σελήνη ἵσταται ἐν τῇ τάξει αὐτῆς, τουτέστιν ἡ ἡμετέρα φύσις, ἡ ὑπὸ τροπὴν οὖσα καὶ ἀλλοίωσιν, τάξιν λαμβάνει βάσιμον.

Τί ἐστιν τὸ ἐν τῇ καθολικῇ Πέτρου γεγραμμένον «ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι»; Ἐπειδὴ περὶ τῶν ἐν τῷ κατακλυσμῷ εἴρηται ταῦτα, οὗτοι δὲ εἶχον παντελῆ ἀγνωσίαν θεοῦ καὶ πονηροῖς ἐπιτηδεύμασι συνέζων, ὅσα μὲν οὖν εἰς ἑαυτοὺς ἡμάρτανον διὰ τῶν καθ᾽ ἑκάστην συμβαινόντων αὐτοῖς πειρασμῶν, πολέμων τε καὶ ἐπαγωγῶν καὶ ποικίλων συμβάσεων, ἀφῆκεν αὐτοῖς· τὰ δὲ περὶ τῆς εἰς αὐτὸν ἀγνοίας καὶ ἀσεβείας ἁμαρτήματα οὐκ ἀφῆκεν αὐτοῖς, ἵνα διὰ τῆς εἰς αὐτὸν πίστεως, ἡνίκα διὰ φιλανθρωπίαν ἐν τῇ τοῦ ᾅδου γένηται χώρᾳ, ὅσοι πιστεύσουσιν, ἀφεθῇ αὐτοῖς ἡ τῆς ἀσεβείας ἁμαρτία καὶ ζήσωσιν κατὰ θεὸν πνεύματι, κριθέντες δηλονότι σαρκὶ καθὼς εἴρηται ὑπὲρ τῶν εἰς ἀνθρώπους πλημμελειῶν.

Τί ἐστιν τὸ ἐν ψαλμοῖς εἰρημένον «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός»; Ἕξ εἰσιν σχολαὶ ἅστινας κατορθοῦντες θεὸν ἐπιγνῶναι δυνάμεθα· πρώτη ἡ τῆς ἁμαρτίας ἐνεργεία〈ς〉, δευτέρα ἡ τῆς ἐξαπτικῆς διαίτης, τρίτη ἡ τοῦ τόπου τῆς ἐπιμιξίας τῶν ἀφυλάκτως βιούντων, τετάρτη ἡ τοῦ ἀπροσφόρου ἐπιτηδεύματος τοῦ κατὰ θεὸν βίου, πέμπτη ἡ τῆς ὑπάρξεως τῆς διαβεβλημένης καὶ εἰς πολλὰ περισπώσης τὸν νοῦν, ἕκτη τὸ μὴ ἔχειν καθόλου ἴδιον θέλημα. Καὶ τοῦτό ἐστιν καὶ ἀποταγὴ καὶ ὑποταγὴ ἡ ἀληθινὴ καὶ κατὰ θεόν.

Πῶς ὀφείλομεν νοεῖν τὴν περὶ συντελείας τοῦ υἱοῦ ἄγνοιαν; Διπλῆ τίς ἐστιν ἄγνοια· ἡ μὲν διαβαλλομένη, ἡ δὲ ἀδιάβλητος, καὶ ἡ μὲν ἐφ᾽ ἡμῖν ἐστιν, ἡ δὲ οὐκ ἐφ᾽ ἡμῖν. Καὶ ἡ μὲν διαβαλλομένη καὶ ἐφ᾽ ἡμῖν, ἡ περὶ τὴν ἀρετὴν καὶ εὐσέβειαν ἄγνοια· ἡ δὲ ἀδιάβλητος καὶ οὐκ ἐφ᾽ ἡμῖν ἐστιν ὅσα θελόντων ἡμῶν γινώσκειν οὐ γινώσκομεν, οἷον, τὰ πόρρω γινόμενα, τὰ μέλλοντα γίνεσθαι. Εἰ οὖν ἐν τοῖς ἁγίοις προφήταις διεγινώσκετο τὰ πόρρω καὶ οὐκ ἐφ᾽ ἡμῖν χάριτι, πῶς οὐχὶ μᾶλλον πάντα ἐπίστατο ὁ υἱὸς τοῦ θεοῦ καὶ διὰ τοῦτο τὸ ἀνθρώπινον, οὐ φύσει ἀλλ᾽ ἑνώσει τῇ πρὸς τὸν λόγον; Καθάπερ γὰρ σίδηρος πεπυρακτωμένος πάντα τὰ ἰδιώματα τοῦ πυρὸς ἔχει—φωτίζει γὰρ καὶ καίει—οὐ μὴν φύσει ἐστὶν πῦρ ἀλλὰ σίδηρος, οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ κυρίου, καθ᾽ ὃ μὲν ἡνώθη τῷ λόγῳ, πάντα ἐπίστατο καὶ τὰ θεοπρεπῆ πάντα ἐν αὐτῷ διεδείκνυτο, καθ᾽ ὃ δὲ φύσις ἀνθρωπεία ἐν αὐτῷ ἥνωτο, λέγεται ἀγνοεῖν.

Τί σημαίνει τὸ μοναχικὸν σχῆμα καὶ πρὸ τούτου τίς ἡ ἀπόκαρσις τῶν τριχῶν; Ὥσπερ πάντων τῶν ἐν τῷ σώματι μελῶν ἡ κεφαλὴ προτερεύει, οὕτως καὶ ἐν τῇ ψυχῇ ὁ νοῦς κεφαλῆς τρόπον ἐπέχει· τοῦτον οὖν ἀποκείρειν δεῖ πάντων τῶν κοσμικῶν νοημάτων. Τὸ δὲ κολόβιον, ἐπειδὴ τὸ μὲν ὅλον σῶμα σκέπει, μόνας δὲ τὰς χεῖρας γυμνοῖ, σημαίνει ὡς χρὴ τὴν ἠθικὴν φιλοσοφίαν ἐνδεδύσθαι ἀφῃρημένους τὰς πρακτικὰς τῆς ἁμαρτίας ἐνεργείας· αἱ γὰρ χεῖρες ὁμολογουμένως πράξεως καὶ ἐνεργείας εἰσὶν σύμβολον.

Ἡ δὲ ζώνη, ἐπειδὴ ἀπὸ νεκρῶν δερμάτων γίνεται, περισφίγγει δὲ ψύας καὶ ὀμφαλόν, σημαίνει τὴν νέκρωσιν διὰ τῆς ἐγκρατείας καὶ ὡς χρὴ ταύτην ἐπικεῖσθαι ἀεὶ ἐπὶ τῇ τῆς κακίας δυνάμει καὶ ἐνεργείᾳ· ἡ γὰρ δύναμις τῆς ἀντικειμένης τοῦ πονηροῦ δυναστείας ἐστὶν κατὰ τὸν Ἰὼβ ἐπ᾽ ὀμφαλοῦ γαστρός, καὶ αἱ ψύαι κατὰ τὸν μακάριον Δαυῒδ πληροῦνται τῶν δαιμονικῶν ἐμπαιγμάτων· ἐμπαίγματα δέ εἰσιν αἱ διάφοροι τῆς πορνείας ἐνέργειαι.

Ὁ δὲ ἀνάλαβος, ἐπειδὴ καὶ ἐμπρὸς καὶ ὀπίσω τὸν σταυρὸν ἔχει, σημαίνει ὅτι χρὴ κατὰ τὸν Ἀπόστολον μὴ μόνον σταυρωθῆναι ἡμᾶς τῷ κόσμῳ ἀλλὰ καὶ τὸν κόσμον ἡμῖν, ἵνα φευγόντων ἡμῶν τὸν κόσμον μηδὲν ἐμποδὼν ἔχωμεν μὴ δὲ τῇ πρὸς αὐτὸν σχέσει διὰ τῆς ἐπιφαινομένης ἀπάτης ἐγκρατηθῶμεν, μήτε δὲ πάλιν ἐκ τῶν ὄπισθεν διωκόμενοι ἐκ τοῦ κόσμου, ἐκ τῶν ἀκουσίων πειρασμῶν ὑπενδώσωμεν τοῦ τόνου τῆς εὐσεβείας ἀλλὰ ἀναίσθητοι καὶ νεκροὶ διαμείνωμεν πρός τε τὰ ἀκούσια καὶ τὰ ἑκούσια πάθη.

Τὸ δὲ κουκούλλιον δηλοῖ τὴν φρουροῦσαν καὶ σκέπουσαν τὸν νοῦν ἡμῶν χάριν τοῦ θεοῦ. Ὁ γὰρ ἀποκειράμενος τὰ τοῦ κόσμου νοήματα τὴν περικεφαλαίαν δέχεται τοῦ σωτηρίου. Τὰ δὲ σανδάλια τοῦτον ἔχει τὸν λόγον· ἐπειδὴ ἐκ νεκρῶν δερμάτων εἰσίν, μικρῷ δὲ μέρει τοῦ σώματος ὑπόκεινται, τὸν αὐτὸν τρόπον ᾗπερ τὸ ὅλον σῶμα πρὸς τὰ ἴχνη τοῦ σανδαλίου ἔχει, οὕτω χρὴ τὴν ψυχὴν τῷ σώματι κεχρῆσθαι, καὶ τούτῳ νεκρῷ τῶν παρὰ φύσιν παθῶν.

Τὸ δὲ περιβόλαιον, ἐπειδὴ τετράγωνόν ἐστιν, ἐκ τεσσάρων δὲ στοιχείων καὶ ὁ κόσμος, σημαίνει ὅτι χρὴ περιβεβλῆσθαι ἡμᾶς τὴν φυσικὴν θεωρίαν, ὥστε μὴ πρὸς αἴσθησιν καὶ πάθη τὰ ὁρώμενα βλέπειν ἀλλὰ διὰ τοῦ ἐν αὐτοῖς λόγου πρὸς τὸν τούτων δημιουργὸν ἀνάγεσθαι. Τὸ δὲ τὴν ἀριστερὰν χεῖρα παραγυμνοῦσθαι σημαίνει ὅτι χρὴ τὰς ἀγαθὰς πράξεις ἐν ἡμῖν προφαίνεσθαι κατὰ τὸν τοῦ σωτῆρος λόγον, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Τὸ δὲ μαῦρα τὰ ἐνδύματα εἶναι σημαίνει ὅτι χρὴ ἡμᾶς ἀφανεῖς εἶναι τῷ κόσμῳ, ὡς τὸ πολίτευμα ἔχοντας ἐν οὐρανῷ. Εἰ δέ τις τὸ παλλίον τετράγωνον ὂν καὶ εἰς τὰς γενικὰς τέσσαρας ἀρετὰς ἐκλάβοι, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. [Εἰρήνην ὁ ἱερεὺς ἀπὸ τοῦ ὕψους τῆς καθέδρας τῇ ἐκκλησίᾳ ἐπιφθέγγεται, τὸν κύριον τῆς καθέδρας μιμούμενος ἀναλαμβανόμενον, εἰρήνην τὴν οἰκείαν καὶ ἀφιέντα καὶ διδόντα. Τὸ δὲ καὶ τῷ πνεύματί σου τῷ λαῷ ἀποκρινόμενον τοῦτο δηλοῖ· εἰρήνην μὲν ἡμῖν παρέσχες, κύριε, καὶ τὴν ἐν ἀλλήλοις ὁμόνοιαν· εἰρήνην δὲ δὸς ἡμῖν τὴν πρὸς σὲ ἀδιαίρετον ἕνωσιν, ἵνα τῷ πνεύματί σου εἰρηνεύοντες, ὃ ἡμῖν ἐν ἀρχῇ τῆς δημιουργίας ἐνέθηκας, ἀχώριστοι τῆς σῆς ἀγάπης τυγχάνωμεν.] [Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; ὁ θεῖος ἔφη Ἀπόστολος. Εἰ ὅλως, φησίν, τὰ σώματα ἡμῶν οὐκ ἀνίστανται, τί καὶ ἐν τῷ βαπτίζεσθαι εἰς ἀφθαρσίαν αὐτὰ μεταποιεῖσθαι πιστεύομεν;] [Εἰ τῆς γραφικῆς ζητεῖς μουσικῆς διασάφησιν, οὕτως νοητέον.

Αἰνεῖτε τὸν κύριον ἐν φωνῇ σάλπιγγος· ἐν τῇ μνήμῃ τῆς ἀναστάσεως σάλπιγγι †γῆ σειωμένη† ὡς γέγραπται. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· τῇ γλώσσῃ ἡμῶν καὶ τῷ στόματι ὡς πλήκτρῳ τινὶ τῷ πνεύματι κρουομένων.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· ἐν σαρκὶ καὶ ψυχῇ, ἀφ᾽ ἧς ὡς χοροὶ αἱ πρὸς θεὸν διαβαίνουσιν δεήσεις. Αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· ἐν καρδίᾳ καὶ ἐν παντὶ τῷ ἔσωθεν σπλάγχνῳ καὶ νεύροις, ἅπερ ὄργανον κέκληκεν.

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· τοῖς χείλεσιν, δι᾽ ὧν τὰ ἐναρμόνια τῆς ψαλμῳδίας πλέκεται μέλη.] Ἐπειδὴ κατά τινα τῶν ἀντιγράφων τοῦ Ἀποστόλου περιέχεται ὅτι πάντες μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, κατά τινα δὲ ὅτι πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, παρακαλῶ μαθεῖν ποίαν χρὴ τῶν ἐκδόσεων ἐγκρῖναι καὶ τί τὰ ἐκ τούτων δηλούμενα;

Οἶμαι ὅτι καθ᾽ ἑκατέραν τῶν ἐκδόσεων, ἐπειδὴ καὶ τὰ ἀρχαῖα τῶν ἀντιγράφων τὰς δύο περιέχουσιν, εὐσεβῶς τις ἐκλαμβάνων τοῦ ἀποστολικοῦ οὐκ ἀποπεσεῖται σκοποῦ. Κατὰ μὲν τὸ πάντες μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, οὕτω χρὴ νοεῖν, ὅτι πάντες μὲν τὴν διὰ τοῦ θανάτου κοίμησιν ὑπομενοῦμεν, οὐ πάντες δὲ τὴν δόξαν καὶ τὴν παρρησίαν ἀνταλλαξόμεθα· ὅπερ ὁ αὐτὸς Ἀπόστολος ἐν ἄλλῳ σαφέστερον τίθησιν φάσκων «εἴπερ καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα». Κατὰ δὲ τὸ οὐ πάντες μὲν κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, οὕτω χρὴ ἐκδέχεσθαι, ὅτι πάντες μὲν οὐ κοιμηθησόμεθα τὴν χρονικὴν κοίμησιν, ὥστε δεηθῆναι ταφῆς καὶ λύσεως τῆς εἰς φθοράν· ἀλλὰ σύντομον τὸν θάνατον οἱ τότε εὑρισκόμενοι ὑπομενοῦσιν, μὴ δεόμενοι χρονικῆς κοιμήσεως διὰ τὴν παραυτίκα γινομένην ἀνάστασιν· πάντες δὲ ἀλλαγήσονται, τουτέστιν τὴν ἀφθαρσίαν ἐνδύσονται.

Ἔστι δὲ καὶ ἑτέρας θεωρίας ἐπιβολὴ περὶ τούτου· οὐ πάντες κοιμηθησόμεθα, ταῖς ἁμαρτίαις τὴν παῦσιν καὶ τὴν ἀνενεργησίαν ποιησάμενοι, οὐδὲ τὰ ἑαυτῶν πάθη κοιμήσομεν κατὰ τὸ ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ· σημαίνει γὰρ ὁ τῶν θείων ἐρώτων τὰ Ἄισματα γεγραφὼς ὅτι ὁ πάντη ἀνενέργητος γενόμενος πρός τε τὰ αἰσθητὰ πάντα καὶ νοητά, οὗτος μόνῃ τῇ καρδίᾳ ἀγρυπνεῖ, μόνῃ τῇ τοῦ θεοῦ θεωρίᾳ ἐνευφραινόμενος. Τὸ δὲ πάντες δὲ ἀλλαγησόμεθα τὴν κοινὴν δηλοῖ τῆς ἀφθαρσίας ἀλλαγήν.

Τί ἐστιν τὸ ἐν τῷ Ἀποστόλῳ εἰρημένον τὸ ὄφελον καὶ ἀποκόψονται; Τοῦτο εἴρηται ἀντὶ τοῦ «θρηνήσουσιν καὶ κόψονται», εἰς μετάνοιαν ἐρχόμενοι ὧν ἥμαρτον ἀναστατοῦντες τοὺς πιστούς. Τίνος χάριν Μωαβεῖται καὶ Ἀμμανεῖται ἀπαγορεύονται εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ κυρίου ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα;

Ἐπειδὴ Μωαβείτης ἑρμηνεύεται 〈ἔντερον πατρός,〉 Ἀμμανείτης δὲ 〈πατὴρ μητρός,〉 σημαίνεται διὰ τούτων ὅτι ὅστις ἀπ᾽ ἄλλου παραλάβῃ ὑπόδειγμα κακίας, οὗτος τὸ ἔντερον τοῦ πατρὸς ἐφανέρωσεν· ὅστις δὲ ἐξ αὐτοῦ τέκῃ τὴν ἁμαρτίαν, οὗτός ἐστιν πατὴρ μητρός, τουτέστιν τῆς ἰδίας ἁμαρτίας. Οἱ τοιοῦτοι οὖν οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα, τουτέστιν ὁ μὴ δι᾽ ἕξεως ἀγαθῆς καὶ πράξεως—αὕτη γὰρ τρίτη καὶ τετάρτη γενεὰ τῶν ἀρετῶν—καὶ διὰ τοῦ ὀνόματος καὶ τῆς πίστεως τοῦ κυρίου Ἰησοῦ καὶ διὰ τὰς δέκα τοῦ νόμου ἐντολὰς καὶ διὰ τῆς τοῦ μέλλοντος αἰῶνος ἐσομένης παλιγγενεσίας ἑαυτὸν τῷ θεῷ οἰκειῶν, οὐκ εἰσελεύσεται εἰς οἶκον θεοῦ, τουτέστιν ἐν τῇ οὐρανίῳ πόλει, ἐν ᾗ πάντων εὐφραινομένων ἡ κατοικία.

Τί δήποτε ἐν μέρει λεπρὸς ἀκάθαρτός ἐστιν παρὰ τοῦ νόμου, ὁ δὲ ὁλόλεπρος ὢν καθαρός ἐστιν; Ὁ κατά τι μέρος λεπρὸς νεκρὸν ἔχει τὸ μέρος ᾧ ἐστιν ἡ λέπρα· ὑποφεύγοντος γὰρ τοῦ ζωτικοῦ αἵματος κοιλαίνεται ὁ τόπος, καὶ ἡνίκα τῇ ἁφῇ τοῦ ἱερέως ὑπέκυπτεν ἡ κοίλανσις τῆς λέπρας, ἐμίαινεν τὸν τοιοῦτον· οὕτω καὶ ὁ κατά τι μέρος τῆς ψυχῆς λεπρωθεὶς κοιλανθείσης τῆς ψυχῆς, τουτέστιν ταπεινωθείσης διὰ τῆς ὑποχωρήσεως τῆς ζωτικῆς δυνάμεως τῆς ἀρετῆς, ἀκάθαρτος γίνεται. Ὁ δὲ ὁλόλεπρος τὴν μὲν χροιὰν τοῦ λεπροῦ ἔχει, τὸ δὲ ζωτικὸν αἷμα δι᾽ ὅλου τοῦ σώματος ἔχει ἐν τῇ ἐπιφανείᾳ ἐνεσπαρμένον.

Τοῦτο οὖν σημαίνει ὅτι ὁ εἰς τὸ ἔσχατον πέρας τῆς κακίας ἐλθών, εἶτα μεταμεληθεὶς ἐπαναλαμβάνει τὴν ζωτικὴν τῆς ἀρετῆς δύναμιν, μόνον δὲ τὴν συνείδησιν ἔχει κεχρωσμένην ταῖς προτέραις προλήψεσιν· οὐ δύναται γὰρ ἅπερ ἔπραξεν μὴ λογίζεσθαι ὡς μὴ πράξας· διὰ τοῦτο οὖν ὁ νόμος τὸν τοιοῦτον καθαρὸν ἀποφαίνει.

Τί δήποτε ὁ Χὰμ ἔπταισεν καὶ ὁ Χαναὰν κατηράθη; καὶ εἰ κατὰ τὸ γράμμα τις τὴν τῆς γραφῆς ἔννοιαν ἐκλάβοι, ἄδικος ἐν τούτῳ φανήσεται ὁ δίκαιος Νῶε, ἄλλου πταίσαντος ἐπ᾽ ἄλλῳ τὴν κατάραν φέρων· ἄλλως τε δέ, καὶ εἰς ὁ Χαναὰν κατηράθη, ἔδει πάντως καὶ τὸ ἐξ αὐτοῦ γένος κατηραμένον εἶναι, εὑρίσκομεν δὲ τὸ γένος αὐτοῦ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Χριστοῦ προσδραμόν[τα] πίστει.

Εὑρίσκομεν πανταχοῦ τὸν θεὸν καὶ πάντας τοὺς ἁγίους κατὰ τῆς κακίας ἀγωνιζομένους καὶ ταύτῃ καταρωμένους. Ἐπειδὴ οὖν αὐτὴ πρώτως κατὰ τὴν ἕξιν ἐν τῷ ἀνθρώπῳ λαμβάνει τὴν γένεσιν, ἐκ ταύτης δὲ ἡ κατ᾽ ἐνέργειαν προέρχεται ἁμαρτία, εἰκότως ὁ Χαναὰν ὡς τὴν κατ᾽ ἐνέργειαν χαρακτηρίζων ἁμαρτίαν τῆς κατάρας τετύχηκεν. Εἰ δὲ καὶ κατὰ μόνην τὴν κίνησιν τῆς ψυχῆς τοῦτο σκοπῆσαι θέλεις, ὅπερ ἐστὶν ἐν τῷ συναμφοτέρῳ, σώματός φημι καὶ ψυχῆς, ἕξις εἰς τέλος μὴ προελθοῦσα, τοῦτο ἐνέργεια ἐν τῇ ψυχῇ.

Πρόνοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια· πρόνοιά ἐστιν βούλησις θεοῦ, δι᾽ ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. Ὤφθη τῷ Ἀβραὰμ δι᾽ ἀγγέλου, τῷ Μωυσῇ διὰ πυρὸς ἐν βάτῳ, Ἡσαΐᾳ διὰ τῶν σεραφίμ, Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ· διαφόροις τρόποις ἑωρακέναι μεμαρτυρήκασιν οὗτοι πάντες.

Ἐκ τῶν τοῦ ὁσίου πατρὸς ἡμῶν Μαξίμου τοῦ ὁμολογητοῦ Τί ἐστι τὸ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Κατὰ μὲν τὸν πρόχειρον νοῦν ὅτ᾽ ἂν ὁμόπιστοι ὦσιν, ἰδοὺ τὸ καλόν· ὅτ᾽ ἂν δὲ σύμφωνοι καὶ τοῖς ἔργοις, ἰδοὺ τὸ τερπνόν. Ἀδελφοὺς δὲ ἐπὶ τὸ αὐτὸ κατοικοῦντας νόησον τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα, ὅτ᾽ ἂν σύμφωνα ὦσι περὶ τὴν τῶν θείων γνῶσιν καὶ περὶ τὰς ἀγαθὰς πράξεις· ὅτ᾽ ἂν γὰρ εὖ πράττωσιν, ἰδοὺ τὸ καλόν· ὅτ᾽ ἂν δὲ καὶ ἡ γνῶσις συμφωνεῖ, ἰδοὺ τὸ τερπνόν.

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Μύρον ἐστὶ τὸ πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει γὰρ τὴν καρδίαν ὁ λόγος.

Πώγων δὲ Ἀαρὼν ὁ κατασφάττων ἐστὶ τὰ πάθη λόγος καὶ ἱερουργῶν τὰς ἀρετὰς τῷ θεῷ. Καταβαίνει δὲ ἡ τοῦ πνεύματος χάρις καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος, τουτέστι διαδίδοται διὰ τῆς πρακτικῆς καὶ ἐπὶ τὴν ἠθικὴν φιλοσοφίαν· ἡ γὰρ ᾤα τοῦ ἐνδύματος τὸ πέρας ἐστίν.

Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὄρη Σιών εἰσιν οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι· ἐπὶ τούτους καταβαίνει ἡ δρόσος τοῦ Ἀερμών. Ἀερμὼν δὲ 〈θηρίων〉 ἑρμηνεύεται 〈ἀποστροφή.〉 Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ἐκεῖ γεννᾶσθαι ποταμόν· σημαίνει δὲ διὰ τούτων τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους καὶ δι᾽ αὐτῆς γίνεται ἡ τῶν νοητῶν θηρίων ἀποστροφή.

Ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος. Ἀρραβὼν γὰρ καὶ τῶν ἀγαθῶν πάντων καὶ τῆς ἀϊδίου ζωῆς ἐστιν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος διδομένη χάρις, ἧς μέτοχοι γενοίμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Πῶς νοήσομεν τὸ ἐν τῷ ἁγίῳ Διονυσίῳ γεγραμμένον, ὅτι καὶ τὸ μὴ ὂν ἐφίεται τοῦ θεοῦ; Ἐπειδὴ οὐδὲν τῶν ὄντων ἐστὶν ὁ θεὸς ἀλλ᾽ ὑπὲρ πάντα τὰ ὄντα, κατὰ τοῦτο καὶ τὸ μὴ ὂν θέσιν λαμβάνει· κυρίως γὰρ ἐπ᾽ αὐτοῦ λέγεται τὸ μὴ ὄν, ἐπειδὴ οὐδέν ἐστι τῶν ὄντων.

Τί ἐστιν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Εὐκολώτερόν ἐστι, φησί, τὸ σκολιὸν τῶν ἐθνῶν—τοῦτο γὰρ ἡ κάμηλος—εἰσελθεῖν διὰ τῆς στενῆς καὶ τεθλιμμένης, ὅπερ ἐστὶν ἡ τρυμαλιά, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἢ τῶν Ἰουδαίων τὸν λαὸν ἔχοντα νόμον καὶ προφήτας· ὥσπερ δὲ ἡ ῥαφὶς πίπτει εἰς δύο σχίσματα καὶ ἀποτελεῖ ἕν, οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅς ἐστιν ἡ ῥαφίς, συνῆψε τοὺς δύο λαούς, κατὰ τὸν Ἀπόστολον ποιήσας τὰ ἀμφότερα ἕν. Ἀλλὰ καὶ ὁ δι᾽ ἐγκρατείας λεπτύνας ἑαυτὸν καὶ κλώσας εὐκολώτερον εἰσέρχεται διὰ τῆς στενῆς πύλης εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἢ πλούσιος ὁ τραπέζῃ καὶ ἀνθρωπίνῃ δόξῃ ἑαυτὸν ἐμπλατύνων ἀεί.

Διατί οἱ πρώην ἄνθρωποι ἔζων πολλὰ ἔτη, οἱ δὲ τελευταῖοι ὀλίγα; Ἐπειδὴ πάντη ἀθεΐαν ἐνόσουν οἱ πρώην, ᾠκονόμησεν ὁ θεὸς πολὺν αὐτοὺς χρόνον παρακατέχεσθαι ἐν τῇ ζωῇ ταύτῃ, ὅπως διὰ τῶν ἀλλεπαλλήλων συμβάσεων εἰς αἴσθησιν αὐτοὺς ἀγάγῃ ὅτι ἔστιν τις πρόνοια ἡ τὴν ποικίλην τῶν γινομένων διεξάγουσα κίνησιν. Ἡ δὲ τελευταία γενεά, ἐπειδὴ γνῶσιν ἔλαβε τοῦ τε γραπτοῦ νόμου καὶ τοῦ πνευματικοῦ, διὰ τοῦτο οὐ παρακατέχεται τῇ πολυχρονίῳ ζωῇ.

Τί ἐστι τὸ ποιήσωμεν ἄνθρωπον. κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν, καὶ ὑποκαταβὰς λέγει «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτὸν» καὶ παρέλειπεν τὸ καθ᾽ ὁμοίωσιν; Ἐπειδὴ ὁ πρῶτος τοῦ θεοῦ σκοπὸς ἦν τὸ ἄνθρωπον γενέσθαι κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν, ἔστι δὲ τὸ κατ᾽ εἰκόνα ἡ ἀφθαρσία, ἡ ἀθανασία, τὸ ἀόρατον, ἅπερ εἰκονίζει τὸ θεῖον, ταῦτα δέδωκεν ἔχειν τῇ ψυχῇ, δεδωκὼς αὐτῇ μετὰ τούτων καὶ τὸ αὐτοδέσποτον καὶ αὐτεξούσιον, ἅπερ πάντα τῆς οὐσίας τοῦ θεοῦ εἰσιν εἰκονίσματα. Τὸ δὲ καθ᾽ ὁμοίωσίν ἐστιν ἡ ἀπάθεια, τὸ πρᾶον, τὸ μακρόθυμον καὶ τὰ λοιπὰ τῆς ἀγαθότητος τοῦ θεοῦ γνωρίσματα, ἅπερ πάντα ἐνεργείας θεοῦ εἰσιν παραστατικά. Τὰ οὖν τῆς οὐσίας αὐτοῦ, ἅπερ τὸ κατ᾽ εἰκόνα δηλοῦσιν, δέδωκε φυσικῶς τῇ ψυχῇ· ἃ δὲ τῆς ἐνεργείας εἰσὶν τοῦ θεοῦ, τὸ καθ᾽ ὁμοίωσιν χαρακτηρίζοντα, ταῦτα τῇ ἡμετέρᾳ αὐτεξουσίῳ ἀφῆκε γνώμῃ, ἀναμένων τοῦ ἀνθρώπου τὸ τέλος, εἴ πως ἑαυτὸν διὰ τῆς μιμήσεως τῶν θεοπρεπῶν τῆς ἀρετῆς γνωρισμάτων τῷ θεῷ ὅμοιον καταστήσῃ· διὰ τοῦτο οὖν παρέλειπεν ἡ θεία γραφὴ ἐν τοῖς μετὰ ταῦτα λεχθεῖσιν τὸ καθ᾽ ὁμοίωσιν.