Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι

Μάξιμος ὁ Ὁμολογητής

Πνευματική αναγωγή πατριαρχικών και νομικών διατάξεων

Θεολογική ανάλυση βιβλικών αφηγήσεων και νομικών θεσμών, συμπεριλαμβανομένων του Νώε, του Ιωσήφ, των πόλεων των φυγαδευτηρίων και του Ιεφθάε, με έμφαση στην εσωτερική κάθαρση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 11

Τί ἐστιν τὸ δίδραγμον ὅπερ καὶ ὁ κύριος ἀπαιτεῖται τελέσαι καὶ τίς ὁ ἰχθὺς ὃν ὁ Πέτρος κρατῆσαι κελεύεται καὶ τὸν ἐν αὐτῷ στατῆρα λαβεῖν καὶ δοῦναι τοῖς ἀπαιτοῦσιν; Οἱ ἀπαιτοῦντες τὰ δίδραγμα εἰκόνα φέρουσιν τῶν φυσικῶν ἐν ἡμῖν παθῶν· οὗτοι προσῆλθον τῷ Πέτρῳ, τουτέστιν τῷ πρακτικῷ τοῦ κυρίου καὶ ταπεινῷ καὶ μαθητοῦ τρόπον τῷ πατρὶ ὑπακούσαντι, ἀπαιτοῦντες ὡς ἄνθρωπον ἅπερ εἶχον ἔθος πάντας ἀνθρώπους δασμολογεῖν. Ὁ δὲ κύριος ἔδειξεν ὡς θεὸς καὶ δεσπότης διὰ τῆς παραβολῆς ἑαυτὸν ἐλεύθερον· ἀλλ᾽ ἐπείπερ τὴν ἡμετέραν ὑποδὺς σάρκα καὶ τὰ ταύτης κατεδέξατο ἀδιάβλητα πάθη, ταῦτα καὶ τελέσαι τῇ φύσει ἠνέσχετο χωρὶς ἁμαρτίας.

Ἐπειδὴ γὰρ κατ᾽ ἀρχὰς πλάσας τὸν ἄνθρωπον καὶ δύο γενικοὺς αὐτῷ λόγους ἐνθέμενος, ἕνα μὲν προηγούμενον τὸν τῆς ψυχῆς, ἕτερον δὲ κατὰ πρόνοιαν τὸν τῆς σαρκός, οὐδοποτέρῳ δὲ τούτων ἐμμείναντος, ἀλλὰ τὸν μὲν τῇ παραβάσει τῆς ἐντολῆς, τὸν δὲ τῇ παραχρήσει τῶν ὅρων τῆς φύσεως παρατρώσαντος, ὅντινα λόγον ἐν τῷ πάθει κρύψας εἴασεν νήχεσθαι ἐν τῇ θαλάσσῃ τοῦ ταραχώδους βίου, διὰ τοῦτο ἀπαιτουμένου τοῦ κυρίου τελέσαι τὸν φόρον τῆς φύσεως, ὡς δεσπότης καὶ διορθωτὴς τῆς φύσεως, διὰ τοῦ λόγου τῆς πράξεως τὸ ἐννηχόμενον ἐν τῇ θαλάσσῃ τοῦ βίου γλίσχρον τῆς ἁμαρτίας πάθος κρατήσας καὶ τὸν ἐν αὐτῷ καταποθέντα λόγον, τουτέστιν τὸν ἐξαρχῆς κατὰ παραχώρησιν δεδομένον ὅρον τῆς χρείας, ἀνασπάσας, ἐλεύθερον τοῦ τῆς παραχρήσεως πάθους τῇ φύσει ἀπέδωκεν.

Ἐπειδὴ Γρηγόριος ὁ Νύσης ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν φαίνεται τοῖς μὴ τὸ βάθος ἐπισταμένοις τῆς ὑψηλῆς αὐτοῦ θεωρίας πολλαχοῦ ἀποκατάστασιν ὑπεμφαίνειν, παρακαλῶ ὅπερ ἐπίστασαι περὶ τούτου εἰπεῖν. Τρεῖς ἀποκαταστάσεις οἶδεν ἡ ἐκκλησία· μίαν μὲν τὴν ἑκάστου κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἐν ᾗ ἀποκαθίσταται τὸν ἐπ᾽ αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας· δευτέραν δὲ τὴν τῆς ὅλης φύσεως ἐν τῇ ἀναστάσει, τὴν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἀποκατάστασιν· τρίτη δέ, ᾗ καὶ μάλιστα κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Νύσης Γρηγόριος, ἐστὶν αὕτη· ἡ τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν εἰς ὅπερ ἐκτίσθησαν πάλιν ἀποκατάστασις. Δεῖ γὰρ ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τὴν τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένῳ ἀπολαβεῖν, οὕτως καὶ τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις τῇ παρατάσει τῶν αἰώνων ἀποβαλεῖν τὰς ἐντεθείσας αὐτῇ τῆς κακίας μνήμας καὶ περάσασαν τοὺς πάντας αἰῶνας καὶ μὴ εὑρίσκουσαν στάσιν εἰς τὸν θεὸν ἐλθεῖν, τὸν μὴ ἔχοντα πέρας, καὶ οὕτως, τῇ ἐπιγνώσει οὐ τῇ μεθέξει τῶν ἀγαθῶν, ἀπολαβεῖν τὰς δυνάμεις καὶ εἰς τὸ ἀρχαῖον ἀποκαταστῆναι καὶ δειχθῆναι τὸν δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας.

Τί σημαίνει ἡ κατὰ τὸν Βὴλ ἱστορία καὶ τίς ὁ Δανιὴλ καὶ ὁ βασιλεὺς Δαρίος γινώσκων τὰ ἴχνη τῶν εἰσελθό〈ν〉των ὅτι ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων εἰσίν; Πᾶς ἄνθρωπος ἐν τῇ 〈συγχύσει〉 τοῦ βίου γινόμενος— τοῦτο γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται—ναὸν τὴν ἑαυτοῦ ψυχὴν ποιεῖ τῷ Βήλ, τουτέστιν τῷ διαβόλῳ· ἐν ᾧ εἰ γένηται ὁ Δανιήλ, τουτέστιν ὁ νόμος τοῦ θεοῦ—〈κρίσις〉 γὰρ 〈θεοῦ〉 Δανιὴλ ἑρμηνεύεται—διδάσκει τὸν Δαρίον, τουτέστιν τὸν βασιλέα νοῦν, ὅτι τὰ ἴχνη τῶν ἐν τῷ ναῷ, τουτέστιν τῆς ψυχῆς, περιπατούντων ἀνδρῶν εἰσιν καὶ γυναικῶν καὶ παιδίων, τουτέστιν θυμοῦ καὶ ἐπιθυμίας καὶ ἀγνοίας· ὅθεν ὁ βασιλεὺς νοῦς τοῦτο γινώσκων παραδίδωσι τῇ κρίσει, τῷ νόμῳ τοῦ θεοῦ, εἰς τὸ πάντας ἄρδην ἀπολέσθαι. Ἡ δὲ πασθεῖσα κονία δηλοῖ τὴν ἄσκησιν καὶ τὴν ταπείνωσιν· διὰ τούτων γὰρ κατάδηλα γίνονται τῷ νῷ τὰ ἴχνη τῶν ἐν τῇ ψυχῇ διαθεόντων παθῶν.

Πῶς δεῖ νοεῖν τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος»; Ἀπαρχὴ Χριστὸς διὰ τῆς ἀναστάσεως γέγονεν, ἔπειτα οἱ τοῦ Χριστοῦ, οἱ εἰς αὐτὸν πιστεύσαντες, εἶτα τὸ τέλος, πάντων τῶν ἐθνῶν ἡ διὰ πίστεως σωτηρία. Εἰ δὲ καὶ εἰς τὸν καθένα θέλεις ἐκλαβεῖν τὰ εἰρημένα, ἀπαρχὴ Χριστός ἐστιν ἡ εἰς αὐτὸν πίστις, ἔπειτα οἱ τοῦ Χριστοῦ, τὰ ἔργα τῆς πίστεως, εἶτα τὸ τέλος, τὸ χωρισθῆναι πάντων, αἰσθητῶν τε καὶ νοητῶν, καὶ διὰ γνώσεως κολληθῆναι τῷ θεῷ. Τὸ δὲ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατός ἐστιν ὅτ᾽ ἂν καὶ αὐτοὶ τὸ αὐτεξούσιον θέλημα ἅπαν τῷ θεῷ παραχωρήσωμεν· τότε καταργεῖται καὶ ὁ ἔσχατος ἐχθρός· θάνατος δὲ λέγεται ἐπειδὴ ἡ ζωὴ ὁ θεός ἐστιν, τὸ δὲ ἀντικείμενον τῇ ζωῇ εἰκότως λέγεται θάνατος.

Τί σημαίνει τὸ τόξον ὅπερ ἔθετο ἐν τῇ νεφέλῃ ὁ θεὸς εἰς διαθήκην πρὸς τὸ γένος τὸ ἀνθρώπινον; Ἐπειδὴ τὸ τόξον τετράχροόν ἐστιν, δηλοῖ τὴν σάρκα τοῦ κυρίου ἐκ τεσσάρων καθ᾽ ἡμᾶς γενομένην στοιχείων καὶ μὴ ἔχουσαν αἰτίαν συστάσεως καθάπερ οὐδὲ τὸ τόξον. Ταύτην ἔθετο ἐν τῇ νεφέλῃ, τουτέστιν ἐν τῷ κόσμῳ· νεφέλη δὲ ὁ κόσμος διὰ τὴν ὀργὴν τοῦ θεοῦ ἤτοι τὸ ἐπιτίμιον τοῦ θανάτου· ποτὲ μὲν γὰρ ἐπὶ καλοῦ λαμβάνεται ἡ νεφέλη ὡς ἠπίως ἀρδεύουσα καὶ ὡς ἀπὸ καύσωνος σκιάζουσα, ποτὲ δὲ καὶ ἐπὶ ὀργῆς ὡς διὰ τὸ ῥαγδαῖον καὶ σφοδρὸν καταστρέφειν καὶ χαλαζοῦν. Κατὰ τοῦτο οὖν ἐν τῇ νεφέλῃ τίθεσθαι τὸ τόξον λέγει, τουτέστιν ἐν τῷ τῆς ὀργῆς κόσμῳ τὴν σάρκωσιν τοῦ κυρίου, εἰς τὸ μηκέτι ἐκ τῶν τῆς κακίας ὑδάτων κατακλυσθῆναι τὸ ἀνθρώπινον γένος, τόξον δὲ διὰ τοῦτο, ἵνα γινώσκωμεν ὅτι ἡ πρὸς ἡμᾶς τοῦ κυρίου καταλλαγὴ πόλεμός ἐστιν τῶν ἡμετέρων ἐχθρῶν καὶ πολεμίων, ἢ καὶ ὁ τοῦ κυρίου πρὸς τὸν ἐχθρὸν πόλεμος ἡμῖν γέγονεν καταλλαγή.

Τίνος ἕνεκεν ἀπαγορεύει ὁ νόμος ἐσθίειν πᾶν αἷμα θηρίων καὶ τῶν λοιπῶν; Θηρία οὐ μόνον τὰ ἀτίθασα λέγει, ἀλλὰ καὶ τὰ ἥμερα τὰ παρὰ τῷ νόμῳ ἀκάθαρτα, οἷον, ὄνον καὶ χοῖρον καὶ τὰ τοιαῦτα· εἰσὶν δὲ ταῦτα πάθη κακίας σφοδρότερα καὶ ἀνήμερα. Οὐ χρὴ οὖν πρὸς σύστασιν τῆς ἡμῶν κακίας τούτοις κεχρῆσθαι. Ἐπειδὴ δὲ τὸ αἷμα λαμβάνεται εἰς τὴν σύστασιν τῆς ζωῆς, πολλάκις δὲ καὶ εἰς τὸν θυμὸν διὰ τὸν φόνον, ὑποβάλλει νοεῖν ὅτι δεῖ τὴν πᾶσαν ἡμῶν ζωὴν ἔμπροσθεν τοῦ θεοῦ τιθέναι καὶ μὴ ἑαυτοῖς ζῆν ἀλλὰ τῷ θεῷ, καθά φησιν ὁ νόμος ὅτι «ἐκχέεις τὸ αἷμα ἔμπροσθεν τοῦ θυσιαστηρίου», ἢ καὶ τὸ θυμικὸν μὴ πρὸς ἰδίαν ἄμυναν ἢ πρὸς ἴδιον πάθος ἔχειν ὑπουργοῦντα ἀλλ᾽ ἢ μόνον πρὸς τὸ ἀνδρείως καὶ εὐτόνως τοῦ θεοῦ καὶ τῶν θείων ἀντέχεσθαι.

Τί ἐστιν κατὰ τὸν νόμον ὁ ταῦρος ὁ κερατιστὴς καὶ διατί ἄλογον ὢν φονεύεται; Ταῦρος κερατιστής ἐστιν ὁ παρὰ λόγον ζῆλον ὡς δῆθεν κατὰ θεὸν κεκτημένος καὶ τούτῳ κεχρημένος πρὸς ἑτέρων ἄμυναν. Χρὴ οὖν τὸ τοιοῦτον πάθος ἀποκτέννειν, ἵνα μὴ πολλοὺς πλῆξαν φονεύσῃ καὶ συνκινδυνεῦσαι παρασκευάσῃ τὸν ἴδιον δεσπότην, τουτέστιν τὴν ψυχήν.

Τίς ὁ τοῦ Ἰωσὴφ ποικίλος χιτὼν καὶ τί σημαίνει ἡ κατὰ τὸ ἐνύπνιον ἔκβασις τῆς τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν προσκυνήσ〈εως〉; Πᾶς Ἰσραήλ, τουτέστιν 〈νοῦς ὁρῶν θεόν,〉 ποιεῖ τῷ ἰδίῳ υἱῷ τῷ Ἰωσήφ, τουτέστιν τῷ κατὰ θεὸν γεννωμένῳ, χιτῶνα ποικίλον, τουτέστιν τὸν ἠθικὸν τρόπον ἐνδέει μετὰ τῆς ποικίλης τῶν ἀρετῶν διαφορᾶς. Τῷ τοιούτῳ οὖν— Ἰωσὴφ ἑρμηνεύεται δὲ 〈πρόσθεσις〉—προσκυνοῦσιν ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί· παντὶ γὰρ προστιθέντι καὶ αὔξοντι τὰ τῆς ἀρετῆς καὶ γνώσεως μέτρα προσκυνοῦσιν ὁ φυσικὸς νόμος καὶ ἡ τιθηνοῦσα αἴσθησις, ὑποκύπτοντες μετὰ τῶν κατ᾽ αὐτοὺς λόγων φυσικῶν καὶ αἰσθητικῶν.

Ἀλλ᾽ ἐπειδὴ καὶ εἰς τὸν κύριον λαμβάνεται ὁ Ἰωσήφ, ποιεῖν εἰκότως λέγεται ὁ θεὸς καὶ πατὴρ τῷ ἰδίῳ καὶ κατὰ φύσιν υἱῷ χιτῶνα ποικίλον, ὅπερ δι᾽ ἡμᾶς ἐξ ἡμῶν ἀνέλαβεν σῶμα ταῖς θείαις ἀρεταῖς πεποικιλμένον, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον «σῶμα δὲ κατηρτίσω μοι», ὅπερ οἱ κατὰ σάρκα ἀδελφοὶ Ἰουδαῖοι ἐκδύσαντες τῷ αἵματι τοῦ πάθους ἐμόλυναν. Προσεκύνησαν δὲ αὐτῷ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ δώδεκα ἀδελφοί, τουτέστιν ὁ νόμος καὶ λατρεία καὶ οἱ ἐκ τῶν δώδεκα φυλῶν πιστεύσαντες.

Τί σημαίνει ὁ στῦλος τῆς νεφέλης ὁδηγῶν τὴν ἡμέραν καὶ ὁ στῦλος τοῦ πυρὸς φωτίζων τὴν νύκτα; Δι᾽ ἀμφοτέρων ὁ τοῦ θεοῦ λόγος σημαίνεται· τοῖς μὲν γὰρ διὰ τῆς πράξεως ὁδεύουσιν ἀναψύχων ἐκ τοῦ καύσωνος τῶν πειρασμῶν γίνεται στῦλος νεφέλης, τοῖς δὲ διὰ τῆς γνώσεως ὁδεύουσιν φωτίζων καὶ τὴν ἀχλὺν τῆς ἀγνωσίας ἀνακαθαίρων γίνεται στῦλος πυρός.

Τί σημαίνει τὸ μάννα καὶ τί τὸ ἐπόζειν τοῖς μὴ αὐτάρκως ἐκλέγουσιν; Τὸ μάννα σημαίνει τὸν τοῦ θεοῦ λόγον τὸν πᾶσιν διὰ πράξεως καὶ γνώσεως προσφυῶς ἁρμοζόμενον καὶ τὴν ψυχὴν τρέφοντα. Ὅτ᾽ ἂν οὖν τις δεόντως καὶ κατὰ λόγον τούτῳ κέχρηται, τουτέστιν τὴν μεσότητα τῶν ἀρετῶν μετέρχεται, φεύγων ἐφίσης τὰς τούτων ὑπερβολὰς καὶ ἐλλείψεις, οὗτος τὸ μάννα αὐτάρκως συλλέγει. Ὅτ᾽ ἂν δὲ μὴ δεόντως ἀλλὰ καθ᾽ ὑπερβολὴν τῷ λόγῳ χρήσεται, οἷον— καλὸν γὰρ ἀπὸ μιᾶς ἀρετῆς σημᾶναι τὸ λεγόμενον—ὅτ᾽ ἄν τις σωφροσύνην μετερχόμενος φύγῃ μὲν τὸ ἀκόλαστον, βδελυκτὸν δὲ τὸν γάμον κρινεῖ, ἤδη ἐπώζεσεν αὐτῷ ὁ λόγος τῆς σωφροσύνης τῇ τῆς ὑπερβολῆς ἀμετρίᾳ, καὶ οὐ μόνον ἐπώζεσεν, ἀλλὰ καὶ σκώληκας ἐξῆρψεν, τουτέστιν πάθη ἕτερα γεννήσας.

Τίς ὁ λόγος τῆς πλησσομένης καὶ ἀποβαλλούσης γυναικὸς καὶ ὅτι ἐὰν ἐξέλθῃ τὸ παιδίον ἐξεικονισμένον, ψυχὴν ἀντὶ ψυχῆς δοῦναι τὸν πλήξαντα ὁ νόμος διαγορεύει, εἰ δὲ ἀμόρφωτον ἐκπέσοι, ζημιοῖ μόνον; Κατὰ μὲν τὸ γράμμα οὕτως νοοῦμεν· ἐπειδὴ ὁ φόνος τοῦ σώματός ἐστιν—ψυχὴ γὰρ οὐδέποτε φονεύεται ἀθάνατος οὖσα—διὰ τοῦτο τὸ μὴ ἐξεικονισμένον εἰς ἀνθρωπείαν μορφὴν οὐκ ἐπάγει τὸν κίνδυνον ἢ μόνον ὀλίγην ζημίαν· εἰ δὲ ἀπήρτισται ἡ ἀνθρωπεία εἰκών, φόνον εἰκότως τετελειωμένου ἀνθρώπου ὁ τοιοῦτος εἰσπράττεται. Κατὰ δὲ τὴν πνευματικὴν θεωρίαν τοῦτο ὑπολαμβάνομεν, ὅτι ὁ ψυχὴν ἐνκυμονήσασαν τὸν θεῖον λόγον καὶ μορφώσασαν διὰ τῆς ἕξεως τὸ σπέρμα τῆς ἀρετῆς σκανδαλίσας καὶ ποιήσας ἀποβάλλε〈ιν〉 τὸ τοιοῦτον τῆς διδασκαλίας μόρφωμα, ἔνοχός ἐστιν τοῦ θανάτου· ὁ δὲ σκανδαλίζων ψυχὴν τὸν σπόρον μὲν τοῦ λόγου δεξαμένην, μὴ μορφώσασαν δὲ τοῦτον δι᾽ ἕξεως καὶ ἐνεργείας, ἐπιτιμίου ἄξιος.

Τί σημαίνουσιν αἱ ἓξ πόλεις τῶν φυγαδευτηρίων καὶ διατί αἱ μὲν τρεῖς ἐδόθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, αἱ δὲ ἄλλαι τρεῖς ἔξω; Ἐπειδὴ ἡ φυλὴ τοῦ Γὰδ διὰ τὸ πολλὰ κεκτῆσθαι κτήνη ἔξω τῆς γῆς τῆς ἐπαγγελίας ἔλαβεν τὰς πόλεις, ἐκ τούτων ἀφιέρωσεν ὁ νόμος τρεῖς εἰς τὸ καταφεύγειν τὸν ἀκουσίως φονεύοντα, τὰς δὲ ἄλλας τρεῖς εἰς τὴν γῆν τῆς ἐπαγγελίας.

Τοῦτο οὖν σημαίνεται κατὰ τὸν τῆς ἀναγωγῆς τρόπον· ἐπειδὴ τρεῖς τρόποι εἰσὶν καθ᾽ οὓς ἀδιαθέτως ἁμαρτάνομεν, κατὰ τὴν πρᾶξιν τῆς τυραννίδος, ἐξ ἀπάτης καὶ ἐξ ἀγνοίας, δεῖ τὸν ἐν τούτοις ἐνεχόμενον, πρὶν τὸ παρεπόμενον πάθος καταδιῶξαν φονεύσῃ τὸν τοιοῦτον, ἐνδιαθέτως ποιοῦν ἁμαρτάνειν αὐτόν, φεύγειν, τὸν μὲν ἐκ τυραννίδος ἁμαρτάνοντα εἰς τὴν πόλιν τῆς ἐγκρατείας, τὸν δὲ ἐξ ἀπάτης εἰς τὴν πόλιν τῆς πείρας καὶ τῆς καλῆς πανουργίας, τὸν δὲ ἐξ ἀγνοίας εἰς τὴν πόλιν τῆς μαθήσεως.

Ταῦτα δὲ ἀπενεμήθησαν τοῖς πρακτικοῖς διὰ τὸ εὔφορον καὶ πρὸς νομὴν κτηνῶν ἐπιτήδειον· ἡ γὰρ πρακτικὴ καὶ ταῖς ἀρεταῖς ἐστιν εὔφορος καὶ τῶν κτηνωδεστέρων ποιμαντική. Αἱ δὲ ἔσω πόλεις ἀπενεμήθησαν τοῖς γνωστικοῖς· ἐπειδὴ γὰρ ἐν τρισὶν καταγίνεται ὁ γνωστικός, ἔν τε ἠθικῇ, φυσικῇ καὶ θεολογικῇ γνώσει, δεῖ τὸν ἀκουσίως φόνον ἐργαζόμενον, τουτέστιν ἀπείρως ἐπιβάλλοντα, ἐν μὲν τῇ ἠθικῇ διδασκαλίᾳ θυμὸν καὶ ἐπιθυμίαν παρὰ λόγον κινοῦντα εἰς τὴν πόλιν τῆς πραότητος καταφεύγειν—τέλος γὰρ ἠθικῆς φιλοσοφίας ἡ πραότης ἐστίν—, τὸν δὲ εἰς τὴν φυσικὴν θεωρίαν σφαλλόμενον καὶ ἀνεπιστημόνως ἐπιβάλλοντα, εἰς τὴν πόλιν τῆς ἐπιστήμης καταφεύγειν· τὸν δὲ εἰς τὴν θεολογίαν σφαλλόμενον δεῖ καταφεύγειν εἰς τὴν πόλιν τῆς πίστεως, μήπως τὸ παρεπόμενον τῆς ἀγνοίας πάθος καταλαβεῖν ἐξισχύσει καὶ ἀπολέσῃ τὸν μέτοχον αὐτοῦ.

Τί δέ ἐστιν τὸ ἕως οὗ ὁ μέγας ἱερεὺς ἀποθάνῃ, μένειν δεῖ τὸν τοιοῦτον καὶ τότε εἰς τὴν ἔ〈γ〉κτητον αὐτοῦ γῆν ἐπανέρχεσθαι, ἀκόλουθον θεωρῆσαι. Ἱερεὺς μέγας ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· ὅτ᾽ ἂν οὖν εἰς τελείαν ἀπάθειαν ἔλθωμεν καὶ μηκέτι προσάγωμεν αὐτῷ τι τῶν τοῦ κόσμου τούτου, εἴτε λόγους εἴτε νοήματα, καὶ ἁπλῶς ὅτ᾽ ἂν ὑπὲρ αἴσθησιν καὶ ἔννοιαν γενώμεθα καὶ μηκέτι Χριστὸν κατὰ σάρκα γινώσκομεν, τότε ἀπέθανεν ἡμῖν ὁ μέγας ἱερεύς, μηκέτι παρ᾽ ἡμῶν ἔκ τινος τῶν γεγονότων λατρείαν δεχόμενος· καὶ λοιπὸν εἰς τὴν ἔγκτητον ἡμῶν γῆν ἀποκαθιστάμεθα, τουτέστιν τὴν ἐν αὐτῷ τῷ θεῷ, ἐν ᾧ οἱ τῶν ἀρετῶν λόγοι εἰσίν.

Τίνες αἱ ῥάβδοι ἃς ὁ Ἰακὼβ λεπίσας ἔθηκεν εἰς τὰ ποτιστήρια καὶ τίς ἡ Ῥαχὴλ ἡ τὰ εἴδωλα κλέψασα καὶ τίς ἡ τερέβινθος ἐν ᾗ ταῦτα ὁ Ἰακὼβ κατέκρυψεν; Πᾶς Ἰακώβ, τουτέστιν 〈πτερνιστής,〉 λεπίζει τὰς ῥάβδους, τουτέστιν τοὺς λόγους τῶν ὄντων καθαροὺς ποιῶν τῶν ἐπικειμένων αὐτοῖς ὑλικῶν σχημάτων τίθησιν ἐν τοῖς ποτιστηρίοις, τουτέστιν ἐν τῇ ἕξει τῆς γνώσεως, ἵνα οἱ δίκην προβάτων μαθητευόμενοι τῇ μαθήσει ἐν αὐτῇ ἐνκισσῶντες ἀποτυπῶνται πρὸς τὴν αὐτῆς μίμησιν. Πᾶσα οὖν ψυχὴ μαθητευθεῖσα οὕτως κλέπτει τὰ εἴδωλα τοῦ ἰδίου πατρὸς τοῦ κακῶς αὐτὴν πρότερον τῇ κακίᾳ γεννήσαντος.

Εἰσὶν δὲ τὰ εἴδωλα μὴ ἐνόντα φυσικῶς τοῖς ὁρωμένοις, ἀλλ᾽ ἐκ τοῦ κακοῦ πατρὸς τοῦ διαβόλου εἰδωλοποιούμενα πρὸς ἀπάτην σχήματα· ἅπερ κλέπτει καλῶς ὁ κατὰ τὸν Ἀπόστολον πάντα αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Κρύπτει δὲ ταῦτα ἐν τοῖς σάγμασιν τῶν καμήλων· κάμηλον ἐνταῦθα τὸ σῶμα λάβε διὰ τὸ σκολιὸν καὶ ὅτι διόλου τὰ ἴχνη τῶν ποδῶν τῇ γῇ ἐντυποῦσα ἡ κάμηλος τὸ ἐκ τῆς παραβάσεως γενόμενον σκολιὸν καὶ ἐμπαθὲς ἡμῶν δηλοῖ σῶμα· σάγματα δέ εἰσιν οἱ διάφοροι τῆς ἀσκήσεως τρόποι, οἷς ἐπικαθημένη 〈ἡ〉 ψυχὴ διαφεύγει τὸν ἐρευνῶντα τῆς κακίας πατέρα καὶ ζητοῦντα τὰ πρὸς ἐξαπάτην ἐπινοηθέντα αὐτῷ εἴδωλα, ἅπερ διὰ τῆς ὑψηλῆς περὶ αὐτῶν ἀναγωγῆς καὶ θεωρίας καλῶς ἐξ αὐτοῦ ἀποσπάσασα κατέκρυψεν ἐν τοῖς πιέζουσιν τὸ σῶμα ἡμῶν τῆς ἐγκρατείας σάγμασιν. Ὅτ᾽ ἂν δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἔλθῃ, τουτέστιν εἰς τὴν τελείαν γνῶσιν, τότε κελεύεται καὶ ταῦτα περιελέσθαι, τουτέστιν τὰ κλαπέντα καλῶς πρὸς ἡμετέραν ἀναγωγήν, εἴτε ἠθικωτέρους τρόπους ὥσπερ ἱμάτιον εἴτε τοὺς φυσικοὺς λόγους ἐξ αὐτῶν ἐνωτιζομένους ὥσπερ ἐνώτια. Ταῦτα γὰρ ὁ διορατικὸς νοῦς λαβὼν ἐν τῇ τερεβίνθῳ κατέκρυψεν, τουτέστιν ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ· πᾶσα γὰρ πρᾶξις καὶ γνῶσις ἐν αὐτῷ ἐνκέκρυπται.

Τερεβίνθῳ δὲ ὁ σταυρὸς παρεικάζεται ἐπειδὴ ἐν μὲν τῷ χειμῶνι ἀτερπές ἐστιν πάνυ τὸ δένδρον, ἐν δὲ τῷ ἔαρι εὐωδέστατον πάνυ καὶ τερπνότατον· οὕτως καὶ ὁ σταυρὸς τοῦ κυρίου ἐν μὲν τῷ παρόντι βίῳ ἐξουδενώσεως δοκεῖ ἔχειν εἶδος, ἐν δὲ τῷ μέλλοντι πολλῆς εὐωδίας καὶ δόξης ἐκπέμπει εὐπρέπειαν.

Τί σημαίνει ἡ κατὰ τὸν Ἰούδαν καὶ τὴν Θάμαρ ἱστορία; Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ φύλης Ἰούδα τὸ κατὰ σάρκα γενόμενος καὶ ἐν τῇ ὁδῷ τοῦ βίου ἐλθὼν τῇ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, ηὗρεν ἐν τῇ ὁδῷ τῆς πλάνης τὴν ἐκπορνεύσασαν ὀπίσω θεῶν ἑτέρων τῶν ἐθνῶν ἐκκλησίαν καὶ συναφθεὶς παρέσχετο αὐτῇ ῥάβδον καὶ ὁρμίσκον καὶ δακτύλιον, τουτέστιν τὴν διὰ σταυροῦ νέκρωσιν καὶ τὴν περὶ τῶν ὄντων εὐσεβῆ δόξαν καὶ τὴν τοῦ πνεύματος χάριν, καὶ ἁπλῶς εἰπεῖν πρακτικήν, φυσικὴν καὶ θεολογικὴν γνῶσιν.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας περὶ τοῦ Ναβουθὲ καὶ τοῦ Ἀχαάβ. Εἰς Χριστὸν ἀναφέρεται τὰ κατὰ τὸν Ναβουθέ· ἀμπελὼν δὲ ὁ Ἰσραὴλ κατὰ τὸν Ἡσαΐαν· ὁ δὲ Ἀχαὰβ εἰς τύπον τῶν τοῦ Ἰσραὴλ ἡγουμένων, οἵτινες ἤθελον ἔχειν αὐτὸν εἰς κῆπον λαχάνων, ποτίζοντες αὐτὸν ἀνατροπὴν θολεράν· τὸν δὲ Χριστὸν πρόσωπον ἐπέχοντα τοῦ Ναβουθὲ μὴ θελῆσαι αὐτὸν δοῦναι ὡς πατρῴαν κληρονομίαν· ὅθεν τὴν νοητὴν Ἰεζάβελ, τουτέστιν τὴν συναγωγήν, συκοφαντούμενον ἀναιρεῖν αὐτόν.

Εἰς πρόσωπον τίνος λαμβάνεται ὁ Ἰεφθάε καὶ ἡ τούτου θυγάτηρ; Ὁ μὲν Ἰεφθάε εἰς τὸ πρόσωπον τοῦ κυρίου, ἡ δὲ τούτου θυγάτηρ εἰς τὴν αὐτοῦ παντάχραντον σάρκα. Ὥσπερ γὰρ ὁ Ἰεφθάε ἐκ πόρνης ἦν γεγεννημένος καὶ ἀπὸ τῶν ἰδίων ἐξεδιώχθη καὶ ἐξελθὼν ἐπολέμησεν καὶ ἐνίκησεν τοὺς ὑπεναντίους, ὑποσχόμενος τῷ θεῷ τὸν ὑπαντῶντα αὐτῷ ἐκ τῶν οἰκείων αὐτοῦ προσάγειν εἰς θυσίαν, οὕτως καὶ ὁ κύριος ἐκ τῆς ἐκπορνευσάσης ἡμῶν φύσεως τὸ κατὰ σάρκα ἀναμαρτήτως προελθὼν καὶ τῆς οἰκείας σαρκὸς γενόμενος σπορεύς, ἐκδιωχθείς τε ὑπὸ τῶν δοκούντων ἰδίων εἶναι Ἰουδαίων καὶ τὸν ὑπὲρ ἡμῶν πόλεμον νικήσας, προσήγαγεν τὴν οἰκείαν αὐτοῦ σάρκα τῷ θεῷ καὶ πατρί· Ἰεφθάε γὰρ ἑρμηνεύεται 〈ἄνοιξις θεοῦ.〉 Τί δηλοῖ τὸ τῶν Παροιμιῶν τὸ ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία;

Ἡ δόκωσις λαμβάνεται εἰς τὰς φυσικὰς τῆς ψυχῆς δυνάμεις· ὥσπερ γὰρ αἱ δοκοὶ ἀμελούμεναι καὶ διὰ τοῦ ἐπικειμένου βάρους καμπτόμεναι καταπίπτουσιν, οὕτως καὶ αἱ φυσικαὶ τῆς ψυχῆς δυνάμεις, μὴ ἐπιμελούμεναι διὰ τῆς μελέτης τῶν θείων λογίων, τῷ βάρει τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν καμπτόμεναι πρὸς τὰ αἰσθητὰ καταπίπτουσιν.

Ἐν ἀργίᾳ δὲ χειρῶν στάζει οἰκία ὅτ᾽ ἂν ἡ ψυχὴ ἀπραξίαν ἀγαθῶν ἔχουσα, διὰ τῶν αἰσθήσεων τὰς τῶν ὑλικῶν φαντασίας σταλαγμῶν δίκην εἰσδεχομένη τὴν ἐνοικοῦσαν χάριν ἀποδιώκει. Τί δηλοῖ ὁ ἐν Κανᾷ γάμος καὶ τί τὰ ἐν αὐτῷ τελεσθέντα μυστήρια;