Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα καὶ ἀπορίαι
Ευαγγελικές παραβολές, παύλειες επιστολές και ασκητική θεωρία
Ερμηνεία του γάμου στην Κανά, των δέκα παρθένων και του Ζακχαίου, καθώς και ανάλυση της πνευματικής πανοπλίας κατά τον Απόστολο Παύλο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ευαγγελικές παραβολές, παύλειες επιστολές και ασκητική θεωρία
Ερμηνεία του γάμου στην Κανά, των δέκα παρθένων και του Ζακχαίου, καθώς και ανάλυση της πνευματικής πανοπλίας κατά τον Απόστολο Παύλο.
Κανὰ ἑρμηνεύεται 〈κτῆσις,〉 Γαλιλαία δὲ 〈ἀποκάλυψις·〉 πᾶς οὖν νοῦς ἕξιν ἀποκαλυπτικὴν ἔχων τῶν θείων, ἐν τῷ συνάπτεσθαι τῇ ἀρετῇ ἢ καὶ τῇ αἰσθήσει δέεται τῆς τοῦ λόγου μεσιτείας ἵνα ἡ μὲν ἀρετὴ τῇ γνώσει συναφθεῖσα τοῦ νοῦ, σύμφωνος γένηται πρὸς αὐτόν, ἡ δὲ αἴσθησις ὑποκύπτουσα ὑπὸ τὴν ἐξουσίαν τοῦ νοῦ γένηται, τοῦ φυσικῶς αὐτὴν τάττοντος. Ἐπειδὴ δὲ ἡ γνωστικὴ ἕξις διὰ τῆς καθ᾽ ἡδονὴν διαχύσεως ἐκ τῆς γενομένης παρακοῆς ὑδαρώθη, ἦλθεν ὁ λόγος ἐπανάγων εἰς γῆν 〈τὴν〉 ἐξαρχῆς στερρότητα. Ἡ δὲ αἰτοῦσα μήτηρ ἐστὶν ἡ πίστις ἢ καὶ ἡ ταπείνωσις ἢ καὶ ἡ ἐπιστημονικὴ σοφία· ἑκάστη γὰρ τούτων τίκτειν πέφυκεν τὴν ἐν ἀνθρώποις ἄκραν θεοειδῆ ἕξιν.
Τὸ δὲ οὔπω ἥκει ἡ ὥρα μου δηλοῖ, ἐπειδὴ προηγεῖται ἡ διδασκαλία τῶν σημείων—διὰ γὰρ τοὺς ἀπιστοῦντας τῇ διδασκαλίᾳ ἡ τῶν σημείων ἐπίδειξις γίνεται—οὔπω δὲ ἦν ἐκεῖ διδάξας καὶ πεῖραν λαβὼν αὐτῶν ἀπιστίας, διὰ τοῦτο εἶπεν· «οὔπω ἥκει ἡ ὥρα μου.» Οἱ δὲ ὑπηρέται δηλοῦσιν τοὺς προφήτας, οἵτινες τὴν φύσιν διὰ τῆς παραβάσεως κενωθεῖσαν διὰ τῆς αὐτῶν διδασκαλίας *** ὁ δὲ κύριος ἐλθὼν μετέβαλεν εἰς πνευματικὴν γνῶσιν καὶ τὴν φύσιν εἰς τὸ ὑπὲρ φύσιν ἀνήγαγεν διὰ τῆς πίστεως. Αὐτὴ γὰρ ἐπέχει τῆς Θεοτόκου τὸ πρόσωπον· καθάπερ γὰρ ἡ Θεοτόκος, κατὰ τὴν δημιουργίαν ἐκ τοῦ κυρίου καὶ υἱοῦ αὐτῆς ὑπάρχουσα, κατὰ σάρκα αὐτὴ αὐτὸν ἀπεκύησεν, οὕτως καὶ ἡ πίστις ἐκ τοῦ λόγου ὑπάρχουσα διὰ τῆς ἐνεργείας τῆς πράξεως τὸν λόγον εἰς ἐνέργειαν ἄγει.
Αἱ δὲ ὑδρίαι ἐπειδὴ ἕξ εἰσιν δηλοῦσιν τὴν ποιητικὴν τῶν ἀγαθῶν ἕξιν διὰ τὸ καὶ τὸν κύριον ἐν ἓξ ἡμέραις τὸν ὁρατὸν δημιουργῆσαι κόσμον. Ὁ δὲ ἀρχιτρίκλινος ὁ διακριτικός ἐστιν νόμος· διὰ τοῦτό φησιν· «πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον προτίθησιν καὶ τότε τὸν ἐλάσσω·» ὁ γὰρ ἀκραιφνὴς καὶ διακριτικὸς νόμος διακρίνων «ἔδει», φησίν, «τὸν νοῦν πρῶτον τῇ ἐπιγνώσει εἰς τὸν αἴτιον ἀναδραμεῖν καὶ εἶθ᾽ οὕτως εἰς τὰ μετ᾽ αὐτόν, ὅπερ ὁ Ἀδὰμ οὐκ ἐποίησεν» ἢ καὶ ὅτι «τὴν τοῦ κυρίου διδασκαλίαν ἔδει πρώτην ποθῆναι τοῦ νόμου καὶ τῶν προφητῶν.» Πῶς νοήσωμεν τὸ τοῦ εὐαγγελίου ὅτι μείζων Ἰωάννου ἐν γεννητοῖς οὐκ ἐγήγερται, ὁ δὲ μικρότερος αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;
Ὅστις ὑπὲρ τὸν Ἰωάννην ταπεινώσει ἑαυτόν—τοῦτο γάρ ἐστιν τὸ μικρότερος—ἐκεῖνος μείζων ἐστὶν τοῦ Ἰωάννου. Ἢ καὶ ἄλλως· ἐπειδὴ ὁ Ἰωάννης τὴν ἐνταῦθα ἐφικτὴν διὰ θεωρίας γνῶσιν κατειληφέναι πιστεύεται, ἡ μικρὰ καὶ τελευταία κατὰ τὴν μέλλουσαν φανήσεσθαι κατάστασιν γνῶσις μείζων ὑπάρχει τῆς ἐνταῦθα. Ἢ καὶ ὅτι ὁ ἐν ἀνθρώποις ἄκρος θεολόγος τοῦ ἐν ἀγγέλοις ἐσχάτου ἐστὶν μικρότερος. Ἢ καὶ ὁ κατὰ τὴν εὐαγγελικὴν πολιτείαν τὴν ἐσχάτην ἔχων τάξιν τοῦ κατὰ τὴν νομικὴν δικαιοσύνην ἄκρου μείζων ἐστίν.
Τί ἄρα δηλοῦσιν τὰ παρὰ τῷ νόμῳ ἀκάθαρτα ὄρνεά τε καὶ χερσαῖα καὶ ἔνυδρα τῷ καθολικῷ λόγῳ; Τὰ μὲν ὄρνεα δηλοῦν ὑπειλήφαμεν τὸ καθόλου τῆς κενοδοξίας καὶ ὑπερηφανίας πάθος εἰς διαφόρους τρόπους διαιρούμενον κατὰ τὰς τῶν ὀρνέων διαφοράς. Τὰ δὲ καθόλου χερσαῖα ζῷα δηλοῦσιν τὸ πάθος τῆς φιλαργυρίας εἰς διαφορὰς σχιζόμενον κατὰ τὴν ἑκάστου ἤθους τῶν ζῴων διαφοράν. Τὰ δὲ καθόλου ἔνυδρα δηλοῦσιν τὸ τῆς γαστριμαργίας πάθος διὰ τὸ γλίσχρον καὶ δυσκίνητον καὶ τῇ γῇ ἐνκυλινδεῖσθαι καὶ φλέγμα εἶναι τοὺς παρὰ τῷ νόμῳ ἀκαθάρτους ἰχθύας· τὰ δὲ ἔχοντα πτερύγια καὶ λεπίδας καθαρὰ ὁ νόμος ὁρίζεται, σημαίνων διὰ μὲν τοῦ ἔχοντος ἐν τῇ κοιλίᾳ πτερύγια τὸν ἐπὶ τῇ ἡδονῇ ἔχοντα ἐπηρτημένον ὑψηλὸν λόγον μὴ συγχωροῦντα ἐπὶ τῇ κοιλίᾳ πορεύεσθαι, διὰ δὲ τοῦ ἐπάνω τοῦ νώτου ἔχοντος πτερύγια τὸν τῇ ὑπομονῇ τῶν ἐπερχομένων ἀνδρικῶς διανηχόμενον τοῦ βίου τὴν θάλασσαν, διὰ δὲ τοῦ ἔχοντος ἐν τῇ οὐρᾷ πτερύγια τὸν εὐμηχάνως τὰς λαβὰς τῶν θηρευτῶν δαιμόνων διαδιδράσκοντα, διὰ δὲ τοῦ ἔχοντος ἐν τῇ κεφαλῇ ἔνθεν καὶ ἔνθεν πτερύγια τὸν ἔχοντα τὸ θεωρητικὸν πάντοθεν τὸν νοῦν κατασφαλίζοντα.
Τίνος χάριν πρὶν γεννηθῆναι τὸν Ἡσαῦ ἡ γραφὴ λέγει μεμισῆσθαι αὐτὸν ἐκ τοῦ θεοῦ, τὸν δὲ Ἰακὼβ ἠγαπῆσθαι; Κατὰ μὲν τὸ γράμμα δῆλον ὡς ἐγίνωσκεν ὁ θεὸς ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν ὁποῖοι ἤμελλον ἔσεσθαι κατὰ προαίρεσιν ἑκάτεροι καὶ ὡς γινώσκων τὸν μὲν ἤδη ἐμίσει, τὸν δὲ ἠγάπα. Εἰ δὲ κατ᾽ ἀναγωγὴν ἐξετάζει τις τὸ προκείμενον, μεμίσηται παρὰ τῷ θεῷ πᾶς νοῦς κατὰ τὸν Ἡσαῦ δασὺς τῇ ὕλῃ τῇ κοσμικῇ καὶ τετραχυμμένος τοῖς ἀπηγορευμένοις λογισμοῖς· ἠγάπηται δὲ πᾶς Ἰακώβ, νοῦς λεῖος, ἀπέριττος καὶ ἄϋλος καὶ μονότροπος. Καὶ ἄλλως δὲ πᾶς Ἰσαὰκ ἔχει δύο υἱούς, οἵτινες πρὶν γεννηθῶσιν ὁ μὲν μεμίσηται, ὁ δὲ ἠγάπηται· εἰσὶν δὲ οὗτοι ὁ νόμος τοῦ πνεύματος καὶ τὸ φρόνημα τῆς σαρκός· οἵτινες καὶ πρὶν εἰς ἐνέργειαν ἔλθωσιν ὁ μὲν ἠγάπηται, ὁ δὲ μεμίσηται.
Καὶ ἄλλως ὁ Ἰσαὰκ εἰς τύπον λαμβάνεται τοῦ θεοῦ· οὗτος ἔσχεν δύο υἱούς, τὸν γραπτὸν καὶ τὸν πνευματικὸν νόμον· καὶ ὁ μὲν δασὺς ἦν καὶ τραχύς, ὁ δὲ λεῖος. Εἶχεν γὰρ ὁ νόμος πολλὰς καὶ ἀναριθμήτους παρατηρήσεις καὶ ἐμισήθη κατὰ τὸν Ἡσαΐαν ὅτι τὰς ἑορτὰς ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου· ὁ δὲ ἕτερος ἠγαπᾶτο· ἦν γὰρ λεῖος· τὸ γὰρ εὐαγγέλιον λεῖόν ἐστιν καὶ συντετμημένον· ἀπαιτεῖ γὰρ πίστιν εἰλικρινῆ εἰς θεὸν καὶ ἀγαθὴν συνείδησιν εἰς τὸν πλησίον. [Περὶ τοῦ αὐτοῦ ἄλλως] Ἢ καὶ κατὰ τῶν ὀνομάτων ἑρμηνείαν μεμίσηται παρὰ τῷ θεῷ πᾶς 〈ἐξουδενωτὴς〉 καὶ φαῦλος τῆς εὐσεβείας· τοῦτο γὰρ Ἡσαῦ ἑρμηνεύεται· ἠγάπηται δὲ πᾶς 〈πτερνιστὴς〉 τῆς κακίας, ὅπερ ὁ Ἰακὼβ ἑρμηνεύεται.
Τί δήποτε ὁ μὲν Ἀβραὰμ τρεῖς ἀγγέλους εἶδεν, ὁ δὲ Λὼτ δύο; Ὁ μὲν Ἀβραὰμ ἅτε τετελειωμένος καὶ ὑπερβὰς τὰ φαινόμενα καὶ τῆς ἁγίας τριάδος καὶ μονάδος τὴν γνῶσιν ἐλλαμφθείς—διὸ καὶ τὸ ἄλφα εἰς προσθήκην τοῦ ὀνόματος δέχεται ὡς μόνος τῷ μόνῳ κατὰ τὴν γνῶσιν προσχωρήσας —εἰκότως τρεῖς ἀγγέλους ὁρᾷ. Ὁ δὲ Λὼτ μήπω τὰ ὁρώμενα τῇ γνώσει διαβάς, ἀλλ᾽ ἐκ τῶν ὁρωμένων τὸ θεῖον θρησκεύων καὶ μηδὲν πλείω τούτων φανταζόμενος, μὴ δὲ ὑπὲρ τὰ δύο, ὕλην καὶ τὸ εἶδος, γενόμενος, ἐξ ὧν τὰ φαινόμενα, μὴ δὲ τὸν περὶ μονάδος καὶ τριάδος λόγον τῇ γνώσει περιλαβών, διὰ τοῦτο δύο ἀγγέλους ὁρᾷ. Ὅθεν ἐπισπευδόντων αὐτὸν τῶν ἀγγέλων καὶ εἰς τὸ ὄρος σῴζεσθαι κατεπειγόντων, ἀπώκνησεν εἰς τὸ ὄρος ἀνελθεῖν, ἀλλὰ τὴν Σιγὼρ καταλαβεῖν παρεκάλει, εἰς τὴν μικροτέραν γνῶσιν· 〈μικρὰ〉 γὰρ ἡ Σιγὼρ ἑρμηνεύεται. Οἱ δὲ τὸν Λὼτ ἐκβάλλοντες ἄγγελοι λαμβάνονται ἐπὶ τῶν δύο διαθηκῶν τοῦ τε γραπτοῦ καὶ τοῦ εὐαγγελικοῦ νόμου· διὰ τούτων γὰρ ἐκβάλλεταί τις καὶ φεύγει τὴν περὶ τὰ αἰσθητὰ πλάνην καὶ τὸν ἐκ τούτων διαφεύγει ἐμπρησμόν. Ἔχει δὲ τὴν σύνοικον αἴσθησιν συναναβαίνουσαν· ἐὰν οὖν ταύτη στραφῇ εἰς τὰ ὀπίσω, γίνεται στήλη ἁλός, παράδειγμα πᾶσιν ἐκκειμένη, τῆς ἁλμώδους κακίας τὴν ἀμετάθετον ἕξιν φέρουσα.
Εἰ δὲ καὶ οἶνον ἐκ Σοδόμων ἐπιφέρεται, ὅπερ δηλοῖ τῶν ἀκαθάρτων λογισμῶν τὰς προλήψεις, αἱ δύο θυγατέρες μεθύσκουσιν τὸν τοιοῦτον πρὸς τὸ συλλαβεῖν· ἔστιν μὲν οὖν ἡ πρώτη θυγάτηρ ἡ ἐπιθυμία· ἐπὰν γὰρ τὰς πρώτας τῶν προλήψεων μνήμας ἀνακινήσει ὁ νοῦς, εὐθέως ἡ ἐπιθυμία συγγινομένη συνλαμβάνει τὴν συγκατάθεσιν· εὐθέως οὖν καὶ ἡ δευτέρα προσέρχεται· ἔστιν δὲ ἡ ἡδονή· μεθ᾽ οὗ συγγινομένη συλλαμβάνει τὴν ἐνέργειαν. Διὰ τοῦτο ἐπικατάρατα τὰ τοιαῦτα κυήματα καὶ οὐκ εἰσέρχονται εἰς ἐκκλησίαν κυρίου ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς.
Τί δήποτε πολλῶν ὄντων βαρυτέρων ὕβρεων ὁ κύριος ἐν εὐαγγελίοις τὸν λέγοντα τὸν ἀδελφὸν αὐτοῦ μωρὸν τῆς γεέννης ὑπεύθυνον ὁρίζεται, τὸν δὲ λέγοντα ῥακὰ τῷ συνεδρίῳ ὑποκεῖσθαι λέγει; Τὸ μωρὸς ὄνομα λέγουσιν ἐπὶ τοῦ ἄφρονος λαμβάνεσθαι καὶ ἀνοήτου, τὸ δὲ ῥακὰ Ἑβραίων φωνῇ 〈κατάπτυστον〉 ἑρμηνεύεται. Ἐπεὶ οὖν ἐπὶ τοῦ ἀθέου καὶ ἀπίστου τὸ μωρὸς ὄνομα εἴρηται κατὰ τὸ εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· «οὐκ ἔστιν θεός», καὶ κατὰ τὸν Μωυσῆν λέγοντα «οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός», ὅστις τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμόπιστον ἄθεον καὶ εἰδωλολάτρην ἢ αἱρετικὸν καὶ ἄπιστον ἀποκαλεῖ, οὗτος λέγει μωρὸν καὶ τῆς γεέννης δικαίως ὑπεύθυνος γίνεται. Ὅστις δὲ λέγει ῥακά, τουτέστιν ἐμπτυσμένε καὶ ἀκάθαρτε, οὗτος τὸν βίον διαβάλλει τοῦ ἀδελφοῦ αὐτοῦ καὶ εἰκότως κουφοτέρου ἐπιτιμίου ὑπόκειται.
Τί σημαίνει ἡ ἐν τοῖς Κριταῖς ἱστορία ἡ κατὰ τὸν Λευΐτην καὶ τὴν παλλακὴν ἣν παραχρησάμενοι ἐφόνευσαν οἱ τῆς φυλῆς Βενιαμίν; Ἐπειδὴ ὁ κατ᾽ ἀρχὰς γενόμενος ἐκ θεοῦ ἱερὸς νοῦς τὸν φυσικὸν νόμον διὰ τῆς παραβάσεως ἐθανάτωσεν, ἔλαβεν τὴν παλλακήν, τουτέστιν τὴν νομικὴν λατρείαν, μὴ οὖσαν φυσικὴν ἀλλ᾽ ἐπείσακτον· εἶτα ἐπαναστάντων τῶν φυσικῶν κινημάτων οἱονεὶ λύκων ἐφόνευσαν καὶ αὐτήν. Ὁ δὲ ἱερὸς νοῦς ἀγανακτήσας μελίζει ταύτην καὶ ἀποστέλλει εἰς πᾶν ὅριον Ἰσραὴλ εἰς τὰς δώδεκα φυλάς, τουτέστιν τὰς νομικὰς ἐντολὰς διέλει καὶ ἑκάστην ἀπονέμει τῇ ἁρμοζούσῃ τῆς ψυχῆς δυνάμει, ὥστε πάσας συνκινηθῆναι πρὸς ἀναίρεσιν τῶν ἀτακτησάντων λογισμῶν. Εἰσὶν δὲ τρεῖς μὲν αἱ τῆς ψυχῆς δυνάμεις· τὸ λογικόν, τὸ ἐπιθυμητικόν, τὸ θυμικόν.
Δέονται δὲ αὗται τῶν γενικῶν τεσσάρων ἀρετῶν· ἄνευ γὰρ τούτων οὔτε κακίας ἀναίρεσις γίνεται, οὔτε ἀρετῆς κατόρθωσις. Εἶτα πρὸς τὸ καὶ εἰς ἐνέργειαν τὰ καλῶς κριθέντα ἐλθεῖν χρῄζουσιν καὶ τῶν πέντε αἰσθήσεων ἵνα ὁ δωδέκατος εἰς πέρας ἔλθῃ ἀριθμός, ὁ πάντα τὸν Ἰσραὴλ χαρακτηρίζων. Ἢ καὶ χρόνον καὶ φύσιν ὁ δωδέκατος σημαίνει ἀριθμός· ἑβδοματικὸς γὰρ ὁ χρόνος, πενταδικὴ δὲ ἡ φύσις.
Τὸ δὲ ἐν τῷ πολέμῳ πολλοὺς τῶν Ἰσραηλιτῶν πεσεῖν καὶ μετὰ ταῦτα τοὺς ὀλίγους νικῆσαι σημαίνει ὅτι δεῖ τὸν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενον καθαρεύειν παντὸς πάθους, ἐπεὶ ἕως ὅτε ἢ ὑψηλοφροσύνῃ κεκράτηται ἢ κενοδοξίᾳ ἢ τύφῳ ἢ ἀλαζονείᾳ, ἢ κατακρίνει ἑτέρους ἢ ἄλλῳ οἱῳδήποτε πάθει ἐνέχεται, ἐν τῷ πολεμεῖν δῆθεν πρὸς τὰ πάθη ἀδρανὴς εὑρίσκεται καὶ πίπτει· ἀλλὰ δεῖ πάντων καθαρεύειν καὶ εἶθ᾽ οὕτως παρατάττεσθαι καὶ οὕτως ὁ κύριος παρέχει τὴν νίκην. Τὸ δὲ παρακληθῆναι τὸν Ἰσραὴλ ἐπὶ τοῖς ὑπολειφθεῖσιν τοῦ Βενιαμὶν τοῖς καταφυγοῦσιν ἐν τῇ πέτρᾳ Ῥεμμών, δηλοῖ ὅτι τὸν πρὸς τὰ πάθη μαχόμενον οὐ δεῖ συναναιρεῖν τοῖς πάθεσιν τὴν φυσικὴν δύναμιν, ἀλλὰ τὰ μὲν παρὰ φυσικὴν δύναμιν περιποιεῖσθαι· οἷον, ἀγωνίζεταί τις κατὰ τοῦ πάθους τῆς γαστριμαργίας, οὐ δέον πάντη τὴν χρειώδη τροφὴν τὴν πρὸς τὴν τῆς ζωῆς σύστασιν ἀνελεῖν, ἀλλὰ τὴν ἁβροδίαιτον καὶ λυσσώδη δίαιταν. Τὸ δὲ φυγεῖν εἰς τὴν πέτραν σημαίνει τὴν κατὰ Χριστὸν πίστιν ἢ τὴν παγίαν ἕξιν τῆς πρακτικῆς ἥτις τὴν τῶν παθῶν ἀταξίαν εὐμαρῶς θανατοῖ· Ῥεμμὼν γὰρ 〈μετεωρισμὸς θανάτου〉 ἑρμηνεύεται.
Τί ἐστιν ὅπερ ὁ Ἀπόστολος ἐπιστέλλων Τιμοθέῳ ἔγραψεν «ἐπίστηθι εὐκαίρως ἀκαίρως»; Εἴτε τῇ κακίᾳ, φησίν, ἐνέχεταί τις, ὅντινα εὔκαιρόν ἐστιν διδαχθῆναι, ὑποτίθου αὐτὸν διὰ τῆς διδασκαλίας τὴν φυγὴν τοῦ κακοῦ καὶ τὴν αἵρεσιν τοῦ ἀγαθοῦ· εἴτε οὐκ ἐνέχεταί τις τῇ κακίᾳ, ὅπερ δοκεῖ ἀκαίρως, τὸν τοιοῦτον τὴν γνῶσιν ὑποτίθου, φησίν, κατασφαλιζόμενος αὐτὸν πρὸς μέλλουσαν πειρασμῶν ἐπανάστασιν.
Τί σημαίνει ἡ παραβολὴ τῶν 〈ι〉 παρθένων; Ἐπειδὴ ὁ ἄνθρωπος πέντε αἰσθήσεις ἔχει νοερὰς ἀντιλημπτικὰς τῶν νοητῶν, πέντε δὲ σωματικὰς ἀντιλημπτικὰς τῶν αἰσθητῶν, δοκεῖ ἡ παραβολὴ τὸν καθένα αἰνίττεσθαι ἄνθρωπον. Ὅστις οὖν ἔχει τὴν λαμπάδα τῆς πρακτικῆς ἀρετῆς, ἔχει δὲ καὶ τὸ ἔλαιον τῆς γνώσεως ἐπάρδον[τα], τουτέστιν μετὰ γνώσεως τὰς πράξεις γινομένας, οὗτος ὑποτάξας τὸ σῶμα καὶ τὰς τούτου αἰσθήσεις ταῖς νοεραῖς συνάψας, γέγονεν πέντε φρόνιμοι. Ὅστις δὲ τὴν πρακτικὴν δοκεῖ μετιέναι μὴ ἔχων τὸ τῆς γνώσεως ἔλαιον, ἀλλ᾽ ἢ διὰ κενὴν δόξαν ἢ διὰ γαστριμαργίαν ἢ φιλαργυρίαν ταύτην ἀφρόνως ἐπιτηδεύει, οὗτος τρέψας τὰς νοερὰς αἰσθήσεις περὶ τὰ αἰσθητὰ καὶ πρόσκαιρα· καὶ ταύτας ἀπογεώσας, εἰκότως γέγονεν πέντε παρθένοι μωραί, ἐκ μόνων τῶν αἰσθητῶν γινωσκόμενος.
Τί δηλοῖ κατ᾽ ἀναγωγὴν ὁ παράδεισος ὁ κατ᾽ ἀνατολὰς φυτευόμενος; Παράδεισον οἶμαι δηλοῦσθαι τὴν τοῦ ἀνθρώπου καρδίαν φυτευθεῖσαν ἐν τῇ ἀνατολῇ τῆς τοῦ θεοῦ γνώσεως. Ἐν τῷ μεσαιτάτῳ ταύτης ἐφύτευσεν ὁ θεὸς τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Καὶ τὸ μὲν ξύλον τῆς ζωῆς λαμβάνεται ἐπὶ τοῦ λόγου τῶν νοητῶν, τὸ δὲ γνωστὸν καλοῦ καὶ κακοῦ ἐπὶ τοῦ λόγου τῶν αἰσθητῶν· οὗτος γὰρ ἔχει γνῶσιν καλοῦ τε καὶ κακοῦ· τοῖς μὲν γὰρ ἐκ τῆς καλλονῆς τῶν κτισμάτων τὸν δημιουργὸν ἐννοοῦσιν καὶ δι᾽ αὐτῶν ἀναγομένοις εἰς τὸν αἴτιον τούτων, γνῶσίς ἐστιν καλοῦ, τοῖς δὲ μόνῃ τῇ αἰσθήσει ἐναπομένουσιν καὶ τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν φενακιζομένοις ἐπὶ τὴν ὕλην τὴν πᾶσαν ὄρεξιν τῆς ψυχῆς τρέψασιν, γνῶσίς ἐστιν κακοῦ.
Εἰ δέ τις ἀπορῶν ἀνθυπενέγκοι ὅτι «πῶς δύναται ἐπὶ τοῦ ἑνὸς ἀνθρώπου τοῦτο ληφθῆναι ἵνα ποτὲ μὲν καλόν, ποτὲ δὲ πονηρὸν ἡ περὶ τοῦ ἑνὸς γνῶσις γένηται;», πρὸς ὃν λεκτέον ὅτι ἐπειδὴ εἴρηται τὸν νοητὸν καὶ τὸν αἰσθητὸν κόσμον εἶναι τὰ δύο ξύλα, μετέχει δὲ καὶ τῶν ἑκατέρων ὁ ἄνθρωπος ὡς ἐκ ψυχῆς καὶ σώματος ὤν, ἡνίκα οὖν τὸ τῆς ψυχῆς κῦρος ἐπὶ τὴν αἴσθησιν καὶ τὸ σῶμα ῥέψει, ἰδοὺ μετέλαβεν τοῦ ξύλου καὶ ἔγνω τὴν πεῖραν καλοῦ τε καὶ κακοῦ, καλοῦ μὲν κατὰ τὸ ἥδεσθαι φυσικῶς τὸ σῶμα τῇ ἀπολαύσει τῶν αἰσθητῶν, κακοῦσθαι δὲ τὴν ψυχὴν ἀρχομένην ὑπὸ τοῦ χείρονος καὶ τὰς φυσικὰς δυνάμεις ἐξασθενοῦσαν.
Τί σημαίνει τὸ μετὰ τὴν ἀνάστασιν δειχθὲν ὑπὸ τοῦ· κυρίου ὀψάριον κείμενον ἐπὶ τὴν ἀνθρακιάν; Ὁ ἰχθὺς δηλοῖ τὴν ἀνθρωπείαν φύσιν νηχομένην ἐν τῇ συγχύσει τῶν παθῶν, ἣν διὰ τὴν ἄφατον φιλανθρωπίαν ὁ κύριος κατελθὼν ἐν τῇ θαλάσσῃ τοῦ βίου ἀνέσπασεν καὶ ὀπτήσας τῷ πυρὶ τοῦ ἁγίου πνεύματος καὶ πάσης γλισχρότητος παθῶν ἐκτήξας, βρῶσιν ἑαυτῷ τε καὶ τοῖς ἀποστόλοις πεποίηται. Πεινᾷ γὰρ ἀεὶ ὁ λόγος τὴν ἡμῶν σωτηρίαν μετὰ τῶν ἑπομένων αὐτῷ· ὅθεν κατὰ μίμησιν αὐτοῦ καὶ θανεῖν ὑπὲρ τῆς ἡμῶν εἵλαντο σωτηρίας.
Τί σημαίνει ὁ ἐν τῷ εὐαγγελίῳ Ζακχαῖος ὁ τελώνης καὶ τί τὰ κατ᾽ αὐτόν; Ζακχαῖος ὁ τελώνης ἐστὶν ὁ τὴν τοῦ θεοῦ κτίσιν τελωνῶν εἰς ἰδίαν ἀπόλαυσιν. Ἀκούει δὲ τοῦ λόγου παριόντος καὶ ἀνέρχεται ἐπὶ συκομορέαν ὅτ᾽ ἂν ὁ λόγος τῆς μετανοίας ἐν αὐτῷ γένηται· πείθει γὰρ αὐτὸν ἐπάνω τοῦ φρονήματος τῆς σαρκὸς γενέσθαι· τοῦτο γὰρ ἡ συκομορέα· ἐκεῖθεν γὰρ εὐμαρῶς τὸν λόγον θεάσηται καὶ ἀκούσῃ αὐτοῦ ὅτι «σπεύσας κατάβηθι», τουτέστιν «εἰ ὅλον με δέξασθαι ποθεῖς ἐν τῷ οἴκῳ σου, μὴ μόνον τὸ ἐπάνω τοῦ σαρκικοῦ φρονήματος γενέσθαι ἀρκεῖν οἰηθῇς, ἀλλὰ καὶ διὰ τῶν ἀρετῶν μετ᾽ ἐμοῦ ποίησον τὴν πορείαν». Τὸ δὲ ἀποδίδωμι τετραπλοῦν τοῦτον δηλοῖ ἢ διὰ τῶν τεσσάρων γενικῶν ἀρετῶν ἑκάστῃ κεχρημένος πρὸς κατόρθωσιν τῶν ἀγαθῶν ἔργων ἢ καὶ τὴν ἐνέργειαν καὶ τὴν συγκατάθεσιν καὶ τὰς προλήψεις τῶν μνημῶν καὶ τὰς ψιλὰς φαντασίας ἀποσκευάζων ἑαυτοῦ, τὴν μὲν γὰρ ἐνέργειαν διὰ τῆς ἐγκρατείας, τὴν δὲ συγκατάθεσιν διὰ τῆς προσοχῆς καὶ τῆς τῶν λογισμῶν παραφυλακῆς, τὰς δὲ προλήψεις διὰ τῆς ἐμμελοῦς ἀναγνώσεως, τὰς δὲ φαντασίας διὰ τῆς ἐκτενοῦς προσευχῆς. Ἢ τὴν πρακτικὴν λέγει καὶ φυσικὴν καὶ θεολογικὴν καὶ εὐκτικήν· ἡ γὰρ εὐκτικὴ τῆς θεολογίας ἐστὶν ὑψηλοτέρα· ἡ μὲν γὰρ ἐκ τῶν γεγονότων τὸ θεῖον θεολογεῖ, ἡ δὲ αὐτῷ συνάπτει ἀγνώστως καὶ ἀπορρήτως τὴν ψυχὴν τῷ θεῷ.
Τί σημαίνει τὸ ἐν τῇ ᾠδῇ Μωσέως γεγραμμένον «ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας» καὶ τίς ὁ οἶνος ὃν οὐ δεῖ πίνειν τὸν ναζιραῖον καὶ τί τὸ ὄξος καὶ τὰ σίκερα καὶ σταφυλὴ καὶ στέμφυλα;
Ἄμπελος Σοδόμων ἐστὶν ἡ ἀλογία· Σόδομα γὰρ ἑρμηνεύεται 〈ἐνέωσις〉 ἤγουν 〈τύφλωσις,〉 Γόμορρα δὲ 〈παραπικρασμός·〉 ἀπὸ γὰρ τῆς ἀλογίας ὁ τῆς ἁμαρτίας παραπικρασμὸς καὶ ἡ ἐκστατικὴ τῆς κακίας μέθη τοῦ οἴνου.
Ἔνθεν τὸν ναζιραῖον ἀπέχεσθαι τοῦ τοιούτου οἴνου ὁ λόγος παρεγγυᾷ· ναζιραῖος δὲ ἑρμηνεύεται 〈περιπεφραγμένος·〉 τὸν γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατησφαλισμένον δέον ἀπέχεσθαι τοῦ τοιούτου τῆς ἀλογίας οἴνου, ἀλλὰ καὶ σταφυλῆς, τουτέστιν τοῦ θυμοῦ, καὶ σταφίδος τῆς μνησικακίας—αὕτη γάρ ἐστιν θυμοῦ παλαίωσις—ἀλλὰ καὶ ὄξους, τῆς ἐπὶ ἀστοχίᾳ τῶν καθ᾽ ἡδονὴν λύπης, καὶ τοῦ σίκερα, τοῦ ἐπὶ τῇ ἀμύνῃ τῶν πέλας ἥδοντος—γλυκέα γὰρ πάντα τὰ σίκερα— ἀλλ᾽ οὐδὲ τὰ στέμφυλα, τὰ ἐπινοητικὰ καὶ συστατικὰ εἴδη τῆς κακίας. Ἀλλ᾽ οὐδὲ τὴν τρίχα ὁ τοιοῦτος κείρεται, τουτέστιν τοὺς διαφόρους τοῦ νοῦ συστατικοὺς καὶ κόσμον αὐτῷ παρέχοντας λογισμούς. Διὰ τοῦτο Σαμψών—ἑρμηνεύεται δὲ ψιλούμενος 〈εἰκάζων εἰκασίαν,〉 δασυνόμενος δὲ 〈ἥλιος αὐτῶν〉—ἡνίκα ἐπὶ τὸν μηρὸν τῆς Δαλιδᾶς ἀνεπάη, τουτέστιν ἐπὶ τὸ παθητικὸν τῆς ἡδονῆς μέρος ἔρριψεν, ἀφῃρέθη τὰς τρίχας, τοὺς λογισμοὺς δηλαδή, τουτέστιν ἰσχὺν αὐτοῦ διδόντας κατὰ τῶν παθῶν καὶ γέγονεν παίγνιον δαιμόνων, τυφλωθεὶς τοὺς δύο ὀφθαλμούς, πρακτικῆς φημι καὶ θεωρητικῆς γνώσεως.
Τί ἐστιν κατὰ τὸν Ἀπόστολον «περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ» καὶ τὰ λοιπὰ ὅπλα τῆς πνευματικῆς παρατάξεως; Τὸ περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καλῶς ὁ τῆς θεολογίας ἐπώνυμος ἑρμήνευσε Γρηγόριος, φάσκων «μήποτε ὡς τὸ ἐπιθυμητικὸν τοῦ θεωρητικοῦ περισφίγγοντος». Τὸ δὲ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης ἐστὶν ἐπειδὴ ἡ δικαιοσύνη ἕξις ἀπονεμητικὴ τοῦ ἴσου ἐστίν, δεῖ δὲ τὰς ἐν ἡμῖν τῆς ψυχῆς τρεῖς δυνάμεις ἰσοστατεῖν καὶ διὰ τούτων τὰς τέσσαρας γενικὰς ἀρετὰς ἰσοκρατῶς συνίστασθαι— τοῦτο γὰρ δικαιοσύνη—καὶ διὰ μὲν τῆς φρονήσεως τὸ λογικὸν κινούμενον πρὸς τὴν τῶν ὄντων ἐπίσκεψιν δίκην ἁλυσιδωτοῦ θώρακος λόγον ἀποδεσμεῖ λόγῳ· ὡσαύτως καὶ σωφροσύνης καὶ τῶν λοιπῶν τοὺς διαφόρους λόγους ἐν τῷ ἑνὶ συνάπτοντα χρὴ κατασφαλίζειν ἑαυτὸν πρὸς τὸ μὴ τιτρώσκεσθαι ὑπὸ τῶν πεμπομένων ὑπὸ τοῦ ἐχθροῦ βελῶν.
Θυρεὸν δὲ πίστεως δεῖ νοεῖν τὴν ἐν τῷ σώματι περιφερομένην τοῦ Ἰησοῦ νέκρωσιν· ἐκ ξύλου γὰρ καὶ βύρσης κατεσκευασμένος ὁ θυρεὸς τὸ τοῦ σταυροῦ μυστήριον ἡμῖν ὑπαινίσσεται καὶ τὴν ἐν τῷ σώματι νέκρωσιν· τοῖς γὰρ κεκτημένοις ταῦτα θυρεὸς πίστεως γίνονται.
Τὸ δὲ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης οὕτως χρὴ νοεῖν· ἐπειδὴ εὐαγγέλιον εἰρήνης τὸ χάρισμα τῆς ἀπαθείας εἶναι ὑπενοήσαμεν, τῷ οὖν μήπω εἰς αὐτὸ καταντήσαντι ὁ Ἀπόστολος παρακελεύεται πρὸς ἑτοιμασίαν τοῦ τοιούτου χαρίσματος τὰς βάσεις τῆς ψυχῆς τῇ νεκρότητι τοῦ σώματος ὑποδεδέσθαι· οὕτως γὰρ ὑπὸ τῆς ἀκάνθης τῶν παθῶν ἄπληκτος διαμένει καὶ ὑπὸ τῶν ὄφεων καὶ σκορπίων, τῶν πονηρῶν φημι λογισμῶν, ἄτρωτος.
Περικεφαλαία δὲ σωτηρίου ἐστὶν ἡ ἐλπίς· ἐπειδὴ γὰρ ἡ αἰσθητὴ περικεφαλαία ἐστὶν ἡ κάσσις, ἐκ χαλκοῦ ἔχουσα τὴν κατασκευήν, ὁ δὲ χαλκὸς στιβαρὸς καὶ στίλβων καὶ μὴ δεχόμενος μείωσίν ἐστιν, ἡ δὲ κεφαλὴ τὴν πίστιν δηλοῖ, δεῖ νοεῖν ὅτι ἡ κατασφαλιζομένη τὴν πίστιν ἐστὶν ἡ ἐλπίς· αὕτη γὰρ στερρὰ καὶ ἀμείωτος οὖσα, οὐκ ἐᾷ τὴν πίστιν παραβλέπεσθαι.
Πάντα γὰρ ἐλπίζει καὶ οὐκ ἐξίσταται τῆς περὶ θεὸν πεποιθήσεως, ἀλλ᾽ εἰ καὶ δοξάζει κατὰ τὸν Ἰὼβ τοῖς πολλοῖς ἰοῦ δίκην ἐξουδενοῦσθαι, ἀλλ᾽ ἔνδον ὁ τοιοῦτος στίλβων ἐστὶν καὶ φαιδρός, τῇ ἐλπίδι γαννύμενος.
Ἡ δὲ μάχαιρα τοῦ πνεύματός ἐστιν ἡ διάκρισις ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος· ταύτην δὲ μετὰ χεῖρας ἔχειν ἀεὶ ὁ Ἀπόστολος παραγγέλλει, τουτέστιν διὰ τῆς πράξεως ἀεὶ ταύτην ἐνεργὸν ἔχοντας μεταχειρίζεσθαι· ὡς γὰρ ἡ ἐκ σιδήρου μάχαιρα ἀεὶ χειριζομένη φοβερὰ τοῖς ὑπεναντίοις ἐστίν, εἰ δὲ ἀποτεθῇ καὶ ἀργήσει, τῷ ἰῷ δαπανᾶται, οὕτως καὶ ἡ διάκρισις εἰ μὴ συνῆπται τῇ πράξει, ἀνόνητός ἐστιν καὶ ἄχρηστος καὶ ὑπὸ τῆς κακίας δαπανᾶται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.