Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θεόπεμπτον

Μάξιμος ὁ Ὁμολογητής

Εισαγωγή και παρουσίαση των ερωτημάτων

Η επιγραφή του έργου, τα τρία ερωτήματα του Θεοπέμπτου και η εισαγωγική προσφώνηση του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 4

Μαξίμου μοναχοῦ πρὸς Θεόπεμπτον σχολαστικὸν ἐρωτήσαντα περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, καὶ τοῦ, Ἐὰν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, καὶ τοῦ, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα.

Οἷς Λόγος ὑπάρχει τὸ προσκυνούμενον, τούτοις καὶ βίος, ἐκφάντωρ λόγου, τὸ κατορθούμενον, ἵνα σφραγίδα γνώσεως ἀληθοῦς τὴν πεῖραν λαβόντες τῆς πράξεως, μάθωσιν ἀφ’ ὧν ὡς θέμις πεπόνθασιν, ὅσον τοῦ τί εἰδέναι μεῖζον τὸ γίνεσθαι, καὶ τούτου μᾶλλον τὸ ἀεὶ καὶ μᾶλλον ἕως ἂν αὐτοῖς ἡ πρὸς τὸν αἴτιον ἀδιάστατος οἰκείωσις κατορθωθείη, στάσει τὴν κίνησιν περιγράφουσα καὶ ἀτρεψίᾳ γνώμης τὴν ἔφεσιν· οἷς καὶ ἡ κατὰ χάριν ἐκθέωσις ἱερᾶς τῆς κατὰ τὸν τῇδε βίον καὶ θεοειδοῦς ἀγωγῆς ἔπαθλον ἀντιδίδοται· πρὸς οὓς μάλα σοφῶς καὐτὸς ἀπευθύνων τὸν βίον θεοφύλακτε δέσποτα, ζητεῖν ἐπείγῃ τὸ πᾶσι προκείμενον δι’ ἀγαθότητα, καὶ πάντας δι’ ἀπειρίαν διαδιδράσκον, τὸ μέν, ἵν’ ἑλκύσῃ πρὸς ἑαυτό, τῷ ἀμηχάνῳ τῆς ὡραιότητος κεντρίζον τὴν ἔφεσιν, τὸ δέ, ἵνα στομώσῃ, τῇ τῆς ὑπεραπείρου καταπλήξει καὶ θείας ὑπεροχῆς περιστέλλον τὸν κόρον, ὕβρεως ὄντα πατέρα καὶ διαχύσεως γέννημα τοῖς τὴν φλογίνην ῥομφαίαν οὐ προθεωροῦσι σὺν τοῖς Χερουβὶμ τεταγμένην, καὶ στρεφομένην οὐκ ἄλλοις, ἢ τοῖς διὰ φόβον πρὸς ἀρετὴν ἐπιστρέφουσιν· ἔνθεν τῷ μεγέθει τῆς ἐπὶ τὰ καλὰ προκοπῆς συνεπεκτείνων τὸ μέτριον, ᾧ καὶ μᾶλλον ἐπαύξεις σὺν ἀσφαλείᾳ τὴν πρόοδον, ἠξίωσας ἀγνώτην ὄντα με καὶ ταπεινὸν ἐπιγνῶναι, δι’ οὗ τοῖς κατ’ αὐτὴν ἡ φύσις τρόπου παρέσχετο, φημὶ δὲ τοῦ γράμματος, ὃ λόγος συνδετικὸς τῶν ἀπόντων ἐστὶ καὶ τῶν οὐ βλεπομένων ἐμφανιστικός, τοσοῦτον νοήσει παραδιδοὺς καὶ συνάπτων τὸν τέως αἰσθήσει μὴ γνωριζόμενον, ὅσον διὰ ταύτης αὐτὸς χαραττόμενος παχύνεται σωματούμενος· ᾧ καὶ τὴν ἐμὴν οὐδενίαν εἰς πόθον ἤγαγες τὸν ὑμέτερον πλέον, ἢ θέαν τὴν οἰκείαν ἀσωμάτως κεκίνηκας, προδείξας σαυτὸν ἐπ’ ἀμφοῖν τούτοιν ἔχειν μᾶλλον τὸ ἴσον περὶ τὸν λόγον, ἢ ὅσον ἕτεροι περὶ σὲ τῶν τοῦ λόγου χάριν παρὰ τοὺς ἄλλους προτερημάτων.

οἷς διὰ βίου κοσμούμενος, πῶς ποτὲ τὴν ἐμὴν ἀμβλυωπίαν πρὸς θεωρίαν ἐνάγειν ἐσπούδασας ἱερῶν καὶ ταῦτα λόγων, καὶ ὧν ἡ ἐπίβασις κρεῖττον ἢ κατὰ ἄνθρωπον, τὸν οὔπω τελείως ὑπεραναβάντα τὴν τῶν ἀστάτων καὶ διαστατῶν φύσιν καὶ γένεσιν· μὴ ὅτι γ’ ἐμοὶ τῷ φορυτῷ τούτων ἑκουσίως συμφυρομένῳ, καὶ σκώληκος δίκην τῇ σήψει τῶν ἀκαθάρτων καλινδουμένῳ καὶ ἡδομένῳ παθῶν.