Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ζητήματα πρὸς Θεόπεμπτον

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία της παραβολής του κριτή της αδικίας

Αλληγορική προσέγγιση της παραβολής, τοποθέτηση έναντι εναλλακτικών ερμηνειών και φιλολογική διευκρίνιση για το ρήμα «υπωπιάζει».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 4

Πλὴν τῆς εὐπειθείας χάριν καὶ τῆς ὑμετέρας ἀγάπης τιμήν, τῶν ὑπὲρ ἀξίαν καὶ δύναμιν κατατολμῶν, ἐκεῖνο φημὶ περὶ ὧν ἐκελεύσατε, στοχαστικῶς, ἀλλ’ οὐκ ἀποφαντικῶς· κριτὴν ἀδικίας ἐν τῷ εὐαγγελίῳ παραβολικῶς ὑπάρχειν καὶ λέγεσθαι, τὸν ἡμέτερον λογισμόν, ἀρχῆθεν ἐκ παραβάσεως ἄδικον πεποιημένον τὴν κρίσιν, ὡς τὴν τοῦ κτίσαντος μὲν οὐ δεξάμενον ἐντολήν, τὴν δὲ τοῦ φθείροντος ἑλόμενον συμβουλήν, ἐξ οὗ καὶ τὸ χοϊκὸς εἶναι, τοῦ θεῖος γενέσθαι παμπολὺ προετίμησεν· πόλιν δὲ τούτου, τὴν αἴσθησιν ἢ τὸν ὁρώμενον κόσμον, οἷς παραλόγως κατὰ σχέσιν ἐπαναπαυόμενος, τῆς κατοικίας τὴν παροικίαν ἠλλάξατο, μήτε θεὸν φοβούμενος, μήτε μὴν ἄνθρωπον τὸν αὐτὸν γεγενημένον δι’ ἡμᾶς ἐντρεπόμενος, τὸ μέν, διὰ τὴν ἄνοιαν, τὸ δέ, διὰ τὴν καταφρόνησιν, ἐκείνην τε μὴ προορωμένην τῶν κριμάτων τὸ μέγεθος, καὶ ταύτην οὐκ εἰργομένην τέως ἕως ἡ χρηστότης προσμένουσα τὴν μεταβολήν, ἀναστέλλει τὴν βάσανον· αἷς ἑαυτὸν αὐθαδῶς περιέπειρεν, τῇ δεδομένῃ παρὰ τοῦ κτίσαντος εἰς ἐξάνυσιν τῶν καθηκόντων αὐτεξουσίῳ τιμῇ παρὰ τὸ δέον ἀποχρησάμενος, καὶ τοῦ νοουμένου τὸ φανὲν ἀγαθὸν κρίνας, ὃ μὴ θέμις ἦν, αἱρετώτερον· χήραν δὲ διοχλοῦσαν, τὴν λογικὴν ψυχήν, ἅτε δὴ πρὸς καρπογονίαν ἱερῶν καὶ ὁσίων ἔργων οὐκ ἔχουσαν τὸν τὰ καλὰ κατὰ φύσιν σπείροντα λόγον, μόνῃ τῇ πρὸς αὐτὸν ὁλικῇ ταύτης στοργῇ καὶ διαθέσει κρατούμενον, ἀλλ’ οὐ προσμένοντα διὰ τὴν ἀπόνευσιν καὶ τὴν αὐθαίρετον πρὸς τὰ τῇδε ῥοπήν· ἀντίδικον δὲ ταύτης, φημὶ δὲ τῆς ψυχῆς, τὸ τῆς δυστήνου σαρκὸς ἔνυλον κίνημά τε καὶ φρόνημα, δι’ οὗ τῆς ἐν ἡμῖν θείας εἰκόνος καὶ τοῦ κατ’ αὐτὴν ἀξιώματος, τό τε κάλλος καταμολύνειν σπουδάζουσι, καὶ τὸ διαυγὲς ἀμαυροῦν οἱ ἀκάθαρτοι δαίμονες, ὁπηνίκα δι’ ἡδονῆς ὑποπίπτουσιν ἐπεισφρήσωσι δεινῶς ἡμῖν τὰ τῆς ἀτιμίας αἴσχη καὶ πάθη, δι’ ἃ καὶ ὁ θάνατος κατεκρίθη τῆς φύσεως, οὐχ’ ἑλομένοις τὸ ἀπαρχῆς τῆς ὄντως κατατρυφῆσαι ζωῆς· ὑποπιασμοὺς δέ, τοὺς ἐκ τῆς συνειδήσεως μεθ’ ὑποφωνήσεώς τινος παρακλητικοὺς αἰκισμούς, οἷς προτεινομένοις ἐκ τῆς ψυχῆς ἠρέμα πῶς εἴωθεν κάμπτεσθαι τὸ αὐστηρὸν τοῦ λογισμοῦ καὶ πρὸς τὰ καλὰ διὰ τὴν χρονιωτέραν ἕξιν ἀνύπεικτον, οὐ φέροντος ἐνδομυχοῦσαν καὶ οἷον αἰκίζουσάν τε συνεχῶς καὶ διοχλοῦσαν τὴν βάσανον, ἕως λυμῄνηται τὰ τὴν ψυχὴν λυμαινόμενα πάθη δι’ ἐγκρατείας καὶ τῆς περὶ τὰ μέλη τῆς σαρκὸς ἑκουσίου νεκρώσεως, εἶτα καὶ πρὸς ἀγχιστείαν αὐτοῦ τοῦ Λόγου δι’ εὐσεβείας καὶ τῆς περὶ τὰ κρείττω τελεωτέρας ἀγάγοι σπουδῆς· οἷς φυσικῶς ἐνεργουμένοις, τὰ οἰκεῖα καὶ πατρικὰ παραβάλλων ὁ ὑπὲρ οὐσίαν καὶ φύσιν θεός, κύριος ἡμῶν Ἰησοῦς Χριστός, Ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ φησὶν τὴν ἐκδίκησιν ὑμῶν, δι’ ἐμοῦ σαρκωθέντος καὶ τὴν τοῦ καθαιρέτου τῆς φύσεως ποιουμένου καθαίρεσιν.

Οὕτω μὲν οὖν τὰ περὶ τούτου διεξῆλθον ἐπιτόμως ἐγώ, καθόσον τὸ ἐγχωροῦν τῆς διανοίας μέτρον ἐπήρκεσεν, εἰ καὶ ἄλλως ἄλλοι τὸν τόπον κατανοήσαντες, οἱ μὲν εἰς Χριστόν, οἱ δὲ τούμπαλιν εἰς τὸν ἀντίχριστον ἐξειλήφασιν. Δέος δέ μοι νοεῖν ἢ λέγειν ἑκάτερον· τὸ μὲν ὡς ἀσύγκριτον—οὐ γὰρ μείων μὲν υἱοῦ, μείζων δὲ πατρὸς ἡ ἐκδίκησις, ἢ δι’ ἄλλου καὶ ἄλλη τὸ συνόλον, πλὴν τοῦ υἱοῦ. Καὶ πῶς ἐπὶ τῆς αὐτῆς συγκριτικῶς φησὶν τό, Ὁ δὲ θεὸς οὐ ποιήσει τὴν ἐκδίκησιν ὑμῶν; Οὐ γὰρ ἔχει χώραν, ἢ διάφορος πάντως δειχθήσεται καὶ μετὰ τῆς φύσεως οὐ δυναμένης τὸ ἴσον δρᾶν, καὶ διατοῦτο λοιπὸν οὐ συντασσομένης, εἰκονιζούσης δὲ μόνον ὡς ὑπερκειμένην τὴν ὑπερέχουσαν—, τὸ δὲ ὡς ἀνένδεκτον καὶ ἀμήχανον, ἢ καλοποιεῖν τὸν κακίας εὑρετὴν καὶ διδάσκαλον—Οὐ γὰρ δύναται φησὶ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν· καλὸν δὲ ἡ ἐκδίκησις, καὶ τὸ τὴν ὄχλησιν ἀφοσιοῦσθαι δεόντως τοῦ προσπελάζοντος—, ἢ τούτῳ παραβάλλεσθαι τυχόν, ὃ μὴ θέμις, τὸν πατέρα καὶ πάσης ἀρετῆς καὶ ζωῆς χορηγὸν ἐξ υἱοῦ, καὶ ταῦτα μονογενοῦς καὶ ἴσου τὴν φύσιν καὶ τὴν ἀγαθότητα· οὐ γὰρ τὰ καλὰ διὰ τῶν κακῶν μηνύεσθαι πέφυκεν, ὥσπερ οὐδὲ διὰ σκότους τὸ φῶς, ἢ θανάτου ζωή, καὶ τοῦ μηδαμῶς ὄντος τὸ ὄν.

Καὶ οὐ λέγω ταῦτα πρὸς τὴν ἐκείνων ἀθέτησιν—ἔχομαι γὰρ καὶ ἀντέχομαι ζωῆς πλέον τῆς τῶν φαμένων διδασκαλίας—, ἀλλὰ τὸ οἰκεῖον μέτριον δι’ ἄκραν δειλίαν ἀσφαλιζόμενος.

Τὴν δὲ ἀνάγνωσιν τοῦ ὑποπιάζει κανονίζειν οὐ πρέπον ἐμοὶ διὰ τὴν ἐν τούτοις ἀμαθίαν, ἢ τοῖς ἠσκημένοις καὶ σπουδῇ προελομένοις τὴν παίδευσιν, οἳ ταύτην ὀφείλειν φασὶν κανονίζεσθαι βαρυτόνως μᾶλλον ἢ περισπωμένως, ὅτι τε φασὶ τῶν ῥημάτων οὐδὲν περισπᾶται πλὴν εἰ μὴ ἐκ συναιρέσεως βαρυτόνου καθέστηκεν, ὡς τὸ νοῶ καὶ ποιῶ καὶ χρυσῶ καὶ ὅσα τοιαῦτα, φυλάσσοντα καὶ μετὰ προθέσεως ἐπὶ τῆς αὐτῆς τὸν τόνον.