Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τοὺς ψαλμούς
Λόγος Α' (Ψαλμοί 1-13)
Ερμηνεία των πρώτων δεκατριών ψαλμών, η οποία περιλαμβάνει χριστολογικές, ιστορικές και θεολογικές προσεγγίσεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Α' (Ψαλμοί 1-13)
Ερμηνεία των πρώτων δεκατριών ψαλμών, η οποία περιλαμβάνει χριστολογικές, ιστορικές και θεολογικές προσεγγίσεις.
ΛΟΓΟΣ Αʹ ΣΑΦΗΝΕΙΑ ΣΥΝΟΠΤΙΚΗ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΚΑΙ ΔΕΥΤΕΡΟΝ ΚΑΘΙΣΜΑ ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ Ψαλμὸς αʹ «Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν».
Πολλοὺς μὲν μακαρίους καὶ ἐπιφανεῖς ἄνδρας ὁ καθ’ ἡμᾶς καθυπέδειξε βίος, προπάτορας, προφήτας, ἀποστόλους καὶ καθεξῆς. Διαφερόντως δὲ μακάριος ἀνὴρ ἐκεῖνός ἐστι καὶ λέγεται ὁ ὑπερφυῶς ἐκ τῆς Παρθένου τεχθεὶς ἄνευ πατρός.
Ὅτι τέλειος ὑπάρχων Θεὸς καὶ κατ’ οὐσίαν ἴσος τοῦ Πατρός, γέγονε καὶ τέλειος ἀνὴρ πατρικῇ εὐδοκίᾳ καὶ συνεργίᾳ Πνεύματος ἁγίου, μὴ σαρκώσας τὴν θεότητα, ἀλλὰ θεώσας ἣν προσελάβετο ἀνθρωπότητα. Ὃς οὐ μόνον «οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν», ἀλλὰ καὶ ῥιζηδὸν ἐκτίλας τὴν ἀσέβειαν τὴν εὐσέβειαν κατεφύτευσε. Τί γὰρ ἀσεβέστερον γένοιτ’ ἂν τοῦ ἀγνοεῖν τὸν δημιουργὸν καὶ «λατρεύειν τὴν κτίσιν παρὰ τὸν κτίσαντα;» «Ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη», ὅτι οὐ μόνον ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ καὶ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. «Ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε» τῶν τε λυμεώνων, ἀλλ’ ἐπὶ πέτραν πολλάκις καὶ ἐπ’ ἐρημίαις διδάσκων τοὺς ὄχλους καὶ κηρύττων τὴν βασιλείαν τῶν οὐρανῶν. Πολλοὶ γὰρ λοιμοὶ καὶ ἀγέρωχοι ἐκάθισαν ἐν ἀγλαῶν ἕδραις καὶ ὀχήμασι χρυσοκολλήτοις, τὸν κόσμον δὲ ὠφέλησαν οὐδέν. Χριστὸς δὲ ὁ ἐπὶ πέτρᾳ καὶ ἐπὶ πώλῳ εὐτελεῖ καθεσθεὶς σέσωκε <τὸν> κόσμον «καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν, ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου» Πατρὸς «τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός», ὅτι· «Οὐκ ἦλθον», φησίν, «ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με Πατρός» οὐδ’ ὅτι· «Ἵνα καταλύσω τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλ’ ἵνα πληρώσω».
Ναὶ μήν, ἀλλὰ καὶ πᾶς ἄνθρωπος ὁ τὸν νοῦν ἀποστήσας λογισμῶν νηκερδέων, «μελετῶν δὲ ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτὸς» ἐμφέρειαν ἔχει ξύλου παμφόρου «πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων», ὡρίμους καὶ δρυπετεῖς καρποὺς ἀρετῶν εὐκαίρως τελεσφοροῦντος καὶ τὸ φύλλον τῆς πνευματικῆς αὐτοῦ ἐργασίας ἀπορρυήσει οὐδέποτε, ἀλλὰ κατ’ ἐμφέρειαν φοίνικος ἀείφυλλον μένει σὺν τῷ καρπῷ «καὶ πάντα ὅσα ἂν ποιῇ» ἔργα ἱερὰ «κατευοδωθήσεται». «Οὐχ οὕτως δὲ οἱ ἀσεβεῖς, οὐχ οὕτως». Οὐ συγχωρεῖ γὰρ αὐτοῖς ἡ ἀσέβεια ὁμοιωθῆναι ξύλῳ πεφυτευμένῳ παρ’ ὕδασιν, «ἀλλ’ ἢ ὡσεὶ χνοῦς» ἐξηραμένος εἰκάζονται, «ὃν ἐκρίπτει ὁ ἄνεμος ῥᾷον ἀπὸ προσώπου τῆς γῆς». «Διὰ τοῦτο» δηλαδὴ τὸ τῆς ἀσεβείας κακόν «οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει», ἤτοι ἐν διακρίσει, τοῦ ἀποστῆναι τῆς ἀσεβείας, ἐν δὲ τῇ κοινῇ κρίσει πάντες ἀναστήσονται εὐσεβεῖς τε καὶ ἀσεβεῖς, ἵνα λήψονται κατὰ τὰς πράξεις αὐτῶν ἕκαστος. «Οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων»· βουλὴ γὰρ ἁμαρτωλῶν βέβηλος καὶ σαθρά, βουλὴ δὲ δικαίων ἄμωμος καὶ ἀκράδαντος· διὸ ἀσύμφωνος βουλὴ δικαίων ἁμαρτωλοῖς· «ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων», καθαρὰν καὶ ἀβέβηλον, «καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται», ἤτοι αἱ πράξεις αὐτῶν σὺν αὐτοῖς ἀπολοῦνται.
Ψαλμὸς βʹ Ψαλμὸς τῷ Δαβίδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις Ὃς λέγεται ἀνεπίγραφος παρ’ Ἑβραίοις· ἔχουσι μὲν γὰρ τὸν ψαλμὸν τοῦτον οἱ Ἑβραῖοι, ἀνεπίγραφον δὲ τοῦτον παρέλαβον. Μήπω γὰρ φανέντος Χριστοῦ μηδὲ κατ’ αὐτοῦ συνεδριασάντων Ἰουδαίων, ἀνεπίγραφον ὁ Δαβὶδ κατέλειψε τὸν ψαλμόν. Ἤρξατο δὲ αὐτοῦ κατ’ ἐρώτησιν, λέγων οὕτως· «Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». Ὅτου χάριν, φησίν, πάντες συνήχθησαν οὗτοι, Ῥωμαίων ἔθνη καὶ λαοὶ ἐξ Ἰουδαίων, Πιλᾶτος καὶ Ἡρῴδης, βασιλεῖς τῆς γῆς, κατὰ τοῦ βασιλέως τῶν οὐρανῶν καὶ τοῦ πατρὸς αὐτοῦ; τοῦτο γὰρ δηλοῖ «κατὰ τοῦ Κυρίου», ἤτοι, κατὰ τοῦ Πατρὸς αὐτοῦ «καὶ κατὰ τοῦ χριστοῦ», ἤτοι, τοῦ Υἱοῦ. Ἡ γὰρ κατὰ τοῦ Υἱοῦ παροινία πρὸς τὸν Πατέρα τὴν ἀναφορὰν ἔσχεν. Οὕτω δὲ συναχθέντες πονηρῶς καὶ ἀθέως, ὄντως «ἐμελέτησαν κενά», λέγοντες· «Διαρρήξωμεν τοὺς δεσμούς», ἤτοι, τὰς ἐντολὰς «αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν». Ποίων αὐτῶν; δηλαδὴ «τοῦ Κυρίου καὶ τοῦ χριστοῦ αὐτοῦ» διαρρήξωμεν τοὺς δεσμούς, ἤτοι, τὰς ἐντολάς, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν τοῦ νόμου αὐτῶν.
Οὕτω δὲ μελετήσαντες κακοφρόνως, «ὁ κατοικῶν ἐν οὐρανοῖς», ἤτοι, ὁ Πατήρ, «ἐκγελάσεται αὐτούς», καὶ ὁ ἐλθὼν ἐπὶ τῆς γῆς Υἱὸς καὶ Κύριος «ἐκμυκτηριεῖ αὐτούς», ἤτοι ἐξουδενώσει αὐτούς, ὡς «βλέποντας καὶ μὴ βλέποντας καὶ ἀκούοντας καὶ μὴ ἀκούοντας». «Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς». Τότε, μεθ’ ὅτε τελέσωσι τὰ κακῶς βουλευθέντα, μεθ’ ὅτε διαρρήξωσι τοὺς δεσμοὺς καὶ ἀπορρίψωσι τὸν τοῦ δεσπότου ζυγὸν καὶ σφάξωσι τὸν νομοδότην, «τότε λαλήσει ἐν ὀργῇ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτοὺς» καὶ ἐκδιώξει τῆς περιοικίδος διὰ στρατοπέδων ῥωμαϊκῶν.
Ὄντως ἐπειράθησαν τότε ἀδεκάστου θείας ὀργῆς· πενταετίαν γὰρ ὅλην πολιορκηθέντες παρὰ τῶν ῥωμαϊκῶν στρατοπέδων καὶ τηκόμενοι τῷ λιμῷ, ἀλλήλων ἔτρωγον τὰ τέκνα καὶ σώματα νεκρὰ <καὶ> ἔμβρυα γυναικῶν καὶ περιμάχητος αὐτοῖς ἦν ἡ παιδοφαγία, ὡς καὶ ὁ Ἰώσηπος διεξοδικῶς ἱστορεῖ ἐκείνων τὴν τραγῳδίαν. «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου». Κατ’ εὐδοκίαν, φησίν, ἐκείνου τοῦ ἐν ὀργῇ ἐκταράξαντος αὐτούς, κατεστάθην ἐγὼ βασιλεὺς κατά γε τὸ ἀνθρώπινον ἐπὶ τὸ ὄρος Σιών, πρῶτον γνωρισθεὶς βασιλεὺς «διαγγέλλων» μετάνοιαν καὶ οὐρανῶν βασιλείαν, ὡς «πρόσταγμα Κυρίου» Πατρὸς ἀποτελῶν· «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». Μὴ δόξῃς, φησίν, ἀπ’ ἐμοῦ διαστῆναι διὰ τὴν σάρκωσιν, ἀλλ’, ὡς νεοτελεῖ υἱῷ πατὴρ εὐνοϊκός, οὕτω κἀγὼ πρὸς σὲ τὸν ἀγαπητόν μου Υἱόν.
Τὸ δὲ «σήμερον γεγέννηκά σε» ἀόριστον καὶ ἀΐδιον. Οὐ γάρ ἐστι, οὐκ ἔστι Θεῷ χθὲς καὶ αὔριον, ἀλλὰ τὸ πᾶν σήμερον, ἀεὶ ἀνάρχως καὶ ἀπεράντως, ὡς ὁμοφυὴς τοῦ Πατρὸς ὁ γεννηθεὶς ἐξ αὐτοῦ Υἱός, ὡς μήτε ἀρχὴν ἔχον ἐκεῖνο τὸ «σήμερον» μηδὲ τέλος ποτέ. «Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη εἰς κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».
Αἴτησαι, οὐχ ὡς ὑποδεέστερος τὸ κατ’ οὐσίαν ἐμήν, ἀλλὰ διὰ τὴν τοῦ δούλου μορφήν. «Αἴτησαι καὶ δώσω σοι» τὰ γένη τῶν ἀνθρώπων καὶ «ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς», οὐχ ἵνα αὐτοὺς ἀφανίσῃς ἁπλῶς, ἀλλ’ ἵνα πάντων κυριεύσῃς, ὡς ἀΐδιος βασιλεύς. Ῥάβδον μοι νόει ἐνταῦθα τὸ ξύλον τοῦ σταυροῦ· ἐκλήθη δὲ σιδηρᾶ διὰ τὸ ἄθραυστον. Καὶ γὰρ συνέτριψε διάβολον, δαίμονας, ξόανα εἰδωλικὰ καὶ βασιλεῖς τυράννους καὶ οὐδὲν συνεθλάσθη. «Καὶ νῦν, βασιλεῖς, σύνετε καὶ παιδεύθητε πάντες» οἱ ἐν ἀρχῇ «οἱ κρίνοντες τὴν γῆν». Κατανοήσατε τίς ἡ ῥάβδος καὶ τίς ὁ ποιμήν, καὶ ὡς Κυρίῳ ἡμῶν «δουλεύσατε αὐτῷ ἐν φόβῳ» καὶ πίστει «καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ» καὶ μὴ αὐθαδῶς. «Δράξασθε παιδείας» περὶ αὐτοῦ παρὰ τῶν θείων Γραφῶν, «μήποτε ὀργισθῇ κύριος» ἀσεβούντων ὑμῶν «καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ» κατὰ τῶν ἀσεβῶν χριστοκτόνων. «Μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ» τῷ μέλλοντι κρῖναι ζῶντας καὶ νεκρούς.
Ψαλμὸς γʹ Ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. «Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε», τὴν ψῆφον αὐτῶν ἀθετῶν, «ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου». Καὶ ταῦτα μὲν ἔλεγεν ὁ Δαβὶδ διωκόμενος παρὰ τοῦ ἰδίου υἱοῦ Ἀβεσσαλώμ, τύποι δὲ ἦσαν ταῦτα καὶ προχαράγματα τοῦ πάθους τοῦ Κυρίου Ἰησοῦ, διωκομένου παρὰ τῶν ἰδίων υἱῶν καὶ φονευτῶν. «Υἱούς», φησίν «ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». Ἐγὼ δὲ «φωνῇ μου πρὸς Κύριον ἐκέκραξα» εἰπών· «Πάτερ, δόξασόν σου τὸ ὄνομα» «καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ», λέγων· «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω». Ἐδόξασα, μαρτυρήσας· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», «καὶ πάλιν δοξάσω» μετὰ τὸν σταυρὸν καὶ τὸ πάθος. «Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα» τριήμερος ἐν τῷ τάφῳ· «ἐξηγέρθην, ὅτι Κύριος», ὁ πατήρ μου, «ἀντιλήψεταί μου». «Θάνατος γὰρ κατ’ ἐμοῦ οὐκέτι κυριεύσει». «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι». Ἄληπτος γὰρ ἐγὼ μετὰ τὴν ἀνάστασιν, ἀχείρωτος καὶ ἀθέατος καὶ πλὴν τῶν μαθητῶν ὁ κόσμος με οὐκέτι θεωρεῖ. «Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου».
Οὐ γὰρ βούλομαι ἐπ’ ἐμαυτοῦ τὸ πᾶν ἐξανύειν, ἀλλὰ τὴν σὴν εὐδοκίαν καλῶ ἐπὶ πᾶσι τοῖς ἔργοις μου, ἵνα μὴ κακόφροσι φωραθῶ διακεκριμένος ἐκ σοῦ, «ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως», ἀδίκως καὶ παρανόμως, ὡς ἄνομοι· «Ὀδόντας ἁμαρτωλῶν συνέτριψας», ἤτοι λόγους μὲν ἀσεβεῖς καὶ βλασφήμους συνέτριψας. «Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου», ἤτοι ἐπὶ τὸν πιστὸν καὶ εὐσεβῆ λαόν σου ἡ εὐλογία σου.
Ψαλμὸς δʹ Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαβίδ. «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με· οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου». Ὁ ἐπικαλούμενος καὶ εἰσακουόμενος, πῶς πάλιν ἐν θλίψει πλατύνεται; οὐ τὰς θλίψεις λέγει πλατυσμόν, ἀλλὰ τὸν ἐκ θλίψεως προσγενόμενον δι’ ὑπομονῆς πρὸς ἀρετὴν πλατυσμόν. Οὕτω γὰρ ἐπλατύνθη προφητῶν, ἀποστόλων, μαρτύρων καὶ ὁσίων χορός, «ἐν τῇ ὑπομονῇ αὐτῶν, ἐν ταῖς θλίψεσι κτήσασθαι τὰς ψυχὰς αὐτῶν», ἐν τῷ λέγειν ἕκαστον τούτων πρὸς Θεὸν μὲν «οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου», πρὸς ἀνθρώπους δέ· «Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;», ἤτοι μέχρι πότε βραδεῖς τῇ καρδίᾳ τοῦ ἀκούειν τὰς θείας ἐπῳδάς; «Ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;» Ὅτου χάριν, φησί, καταδουλοῦσθε τοῦ βίου τοῖς νηκερδέοις, τῇ τε κενῇ δόξῃ καὶ τοῖς λοιποῖς τοῦ βίου μελήμασιν; ἀλλά· «Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ», ἤτοι πάντα πιστὸν καὶ ὅσιον δοῦλον αὐτοῦ, καὶ γεγόνατε αὐτοῦ ζηλωταί, ἵνα καὶ ὑμῶν καὶ ἐκείνου εἰσακούσῃ Κύριος πρὸς αὐτὸν κεκραγότων· «Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε».
Οὐχ ὅτι ἀγαθὸν ἡ ὀργή, ἀλλ’ ὅτι σαρκικῆς ἁμαρτίας ὀργὴ κουφοτέρα· «Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν» διανοούμενοι ἄτυπα «ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε», θανάτου μνείαν ποιησάμενοι, μήπως τὴν αὔριον ὁ θάνατος διαδέξηται. «Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον».
Ζωόθυτον γὰρ θυσίαν ἥκιστα χρῄζει Θεός, τέρπεται δὲ θυσίᾳ δικαιοσύνης, σωτηρίας χάριν τοῦ θυσιάσαντος οὕτως. «Πολλοὶ λέγουσιν τίς δείξει ἡμῖν ἀγαθά;» ἤτουν, πολλοὶ διαπιστοῦσι τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, πᾶς δὲ εὐγνώμων καὶ πιστὸς λέγει· «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε», ἤτοι τῷ σταυρικῷ σου σημείῳ σφραγίσας ἐφώτισας ἡμᾶς. «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν», δηλαδὴ τῶν παντοίων σου ἀγαθῶν εὐφρανθῆναί με κατηξίωσας. «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω» τόν τε κοινὸν ὕπνον τόν τε ἐπὶ μνημείου. «Ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με», εἴτε κατὰ τὴν ἔρημον ἀταράχως εἴτε ἐπὶ τοῦ τάφου ἐπ’ ἐλπίδι ἀναστάσεως κατῴκισάς με.
Ψαλμὸς εʹ Ὑπὲρ τῆς κληρονομούσης, ψαλμὸς τῷ Δαβίδ. «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· πρόσσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε». Συμβάλλεται μὲν γὰρ ταῦτα τῷ θείῳ Δαυίδ, ὅτι εἰ καὶ βασιλεύων Ἰουδαίοις, φησί, ἀλλ’ οὖν παρὰ σοῦ βασιλεύσομαι τοῦ βασιλέως καὶ Θεοῦ μου· διὸ μή μου παρίδῃς τῶν ῥημάτων ἀκοῦσαι. Συμβάλλεται δὲ καὶ πάσῃ ψυχῇ κληρονομούσῃ ζωήν. Ἡ γὰρ τοιαύτη ψυχὴ ῥήματα πλεῖστα προσοίσασα Θεῷ ἱκετεύει εἰσακουσθῆναι.
Οἷα γὰρ καθ’ ἑκάστην ἐφιεμένη καθοσιοῦσθαι Θεῷ, οὐκ ἀρκεῖται τοῖς ἑωθινοῖς ὕμνοις καὶ μόνοις, ἀλλὰ καὶ ἐκ πρώτης ὥρας τῆς ἡμέρας, οἰομένη παρεστάναι τῷ Θεῷ, λέγει μετ’ αἰδοῦς· «Τὸ πρωὶ εἰσάκουσον τῆς φωνῆς μου, τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψει με». Ἐγὼ μέν, φησίν, ἅμα πρωὶ κατὰ τὸ ἐγχωροῦν παρέστηκά σοι, τὸ δέ γε καὶ ἐποφθῆναί με ἱλέῳ σου ὄμματι καὶ τοῖς σοῖς κεῖται οἰκτιρμοῖς. «Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ», ὥσπερ οἱ θεοὶ τῶν ἐθνῶν θέλουσιν ἀνομίαν, ὡς ἄνομοι. «Οὐ παροικήσει σοι πονηρευόμενος» τῷ φύσει ἀγαθῷ «οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου» τοῦ εἰσηγουμένου σωτηρίους νόμους τῷ κόσμῳ. «Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν», ὡς ὑπερδίκαιος, «ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος», εἴτε κατὰ τῶν δογμάτων τῆς εὐσεβείας εἴτε κατὰ τῶν ψευδομένων κατὰ τοῦ πέλας. «Ἄνδρα αἱμάτων καὶ δόλιον», αἱμοχαρῆ καὶ σκαιόν, «βδελύσσεται Κύριος». «Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου». Καθαριεύων γὰρ ἐκ τῶν ῥηθέντων ἀτοπημάτων εἰσελεύσομαι προσκυνήσων ἐν φόβῳ τῷ ναῷ σου καὶ δεηθήσομαι. «Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου», ἵνα μὴ ἐκκλίνω πρὸς ὁδοὺς παρανόμους· «ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου», ἵνα μὴ καυχήσωνται κατ’ ἐμοῦ, ὡς ὡμοίωμαι δῆθεν αὐτοῖς. «
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόμασι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν» ἀπόζων ἐκ βρωμωδίας ῥημάτων, «ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν» ἐναγῆ φθεγγόμενοι. «Κρῖνον αὐτοὺς ὁ Θεὸς» διὰ τὰς ῥηθείσας αἰτίας, καὶ κατὰ μὲν τὸ ἐνεστὼς διάκρινον αὐτοὺς ἀπ’ ἐμοῦ ὡς βεβήλους, κατὰ δὲ τὸ μέλλον κρῖνον αὐτοὺς ἐνδίκως. «Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε», καίτοι γε πολλάκις «ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν». Κἀκεῖνοι μὲν δρέψονται εἰκότως γεννήματα ἐπάξια τῶν παρ’ αὐτῶν σπαρέντων, «Εὐφρανθείησαν δὲ πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ», κἄν τε σοφοὶ κἄν τε ἰδιῶται πεφύκασιν. «Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς» μεθέξει τοῦ πνεύματός σου, «καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου».
Οὐκ ἐπὶ πλούτῳ οὐδ’ ἐπὶ οὐδενὶ ἄλλῳ τῶν φθαρτῶν καὶ ματαίων, ἀλλ’ ἐπὶ σοὶ καυχήσονται οἱ ἀγαπῶντες τὸ ὄνομά σου. «Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε», ἤτοι ἐπαινέσεις, δοξάσεις καὶ μεγαλύνεις δίκαιον, Κύριε. «Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς». Οὐχ ὡς ὅπλῳ πολεμίῳ, ἀλλ’ ὡς ὅπλῳ εἰρηναίῳ τῷ τύπῳ τοῦ σταυροῦ σου ἐκύκλωσας ἡμᾶς.
Ψαλμός ϛʹ Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαβίδ. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με» ἐν ἐκείνῃ τῇ ὀγδόῃ τῆς μελλούσης κρίσεως ἡμέρᾳ, ἀλλὰ μάλιστα «Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι», πρὸς φυλακὴν τῶν ἱερῶν σου νόμων. Διὸ ἔτι περιόντα με κατὰ τόνδε τὸν βίον καὶ τὸ σαρκίον, ὡς ἰατρός, «ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε;» με παρορᾷς οὕτω τεταραγμένον; «Ἐπίστρεψον, Κύριε», ἤτοι ἐπίσκεψαι, «ῥῦσαι τὴν ψυχήν μου» ἐκ πράξεων σφαλερῶν, «σῶσόν με», οὐχ ἕνεκεν τῶν ἔργων μου, ἀλλ’ «ἕνεκεν τοῦ ἐλέους σου. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Ζωῆς γὰρ διάδοχος ὁ θάνατος, μεθ’ ὃν οὔτε καλοῦ οὔτε κακοῦ ἐργασία οὔτε ἐξομολογήσεως καιρὸς ἐν τῷ ᾅδῃ καταλέλειπται. Καὶ διὰ τοῦτο· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω». Ἔξεστι δὲ ταῦτα οὐχ ἁπλῶς τῷ Δαβίδ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ θανάτου καὶ κρίσεως μνήμην ποιουμένῳ. Μηδὲ οἰέσθω, ὅτι διὰ τὴν μοιχείαν ἐθρήνει ταῦτα Δαβίδ· ὅτε γὰρ ἔγραφε ταῦτα οὔπω ἦν πεπτωκὼς ἐν ἐκείνῳ τῷ πτώματι. «Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου».
Ταραχῶδες γὰρ ὁ θυμὸς πάθος, οὐκ ὀφθαλμῶν καὶ μόνον, ἀλλὰ πάσας τὰς αἰσθήσεις ταράττων ἐξάπινα, οἷα πνεῦμα ῥαγδαῖον ὕδωρ θαλάσσης.
Τὸ δὲ «ἐπαλαιώθην», ἐχρόνισε καθορῶν ὁ ὀφθαλμός μου τὰς τῶν ἐχθρῶν ἀνοσιουργίας. Καὶ νῦν «ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· εἰσήκουσε Κύριος τῆς δεήσεώς μου». Ἐπεὶ γὰρ κλαυθμοῦ καὶ προσευχῆς μου εἰσήκουσε Κύριος, δεῖ καὶ ὑμᾶς τοὺς ἐχθρούς μου ἀποστῆναι ἀπ’ ἐμοῦ, ὅπερ καὶ ἐγένετο. «Αἰσχυνθείησαν», φησί, «καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μοι, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους». Αἰσθόμενοι, φησί, τὴν περὶ ἐμὲ γενομένην θείαν ἐπίσκεψιν, οὐχ ὑπέφερον, ἀλλὰ σφόδρα καρπαλίμως ἐξέφυγον.
Ψαλμὸς ζʹ Ψαλμὸς τῷ Δαβίδ, ὃν ᾖσε τῷ Κυρίῳ, ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. «Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με· μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος». Φοβερὰ γάρ τινα καὶ δεινὰ παρά τινος Χουσὶ ἀκούσας Δαβίδ, καταφεύγει πρὸς Θεόν, ᾄδων καὶ ψάλλων ταῦτα καὶ ἐξαιτῶν Θεὸν ἐν παρρησίᾳ κριθῆναι αὐτόν, ἐν οἷς καὶ αὐτὸς ἔκρινε κρίμασι· «Κύριε ὁ Θεός μου», λέγων, «εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα» καὶ αὐτὸς «ἀπὸ τῶν ἐχθρῶν μου κενός, καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι». Εἰ οὖν ἐγὼ τοιαῦτά τινα ἔδρασα, φησί, Κύριε ὁ Θεός μου, κἀμὲ συγχώρησον πείσεσθαι τοιαῦτα, ἐπεί· «Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου», κατὰ τῶν ἐπανισταμένων κατ’ ἐμοῦ. Ταῦτα δὲ καὶ κατὰ τῆς Χριστοῦ ἐπαναστάσεως παρὰ Ἰουδαίοις ἦσαν ἰνδάλματα. Διὸ καὶ ἐπάγει· «Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου» καὶ «Ἐξεγέρθητι, Κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε» ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου.
Ἤτοι, περατωθείσης τῆς φονικῆς γνώμης αὐτῶν, τότε αὐτὸς ὑψωθήσῃ ἀναστὰς ἐκ τοῦ τάφου, «καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης», ἤτοι, τῆς συναγωγῆς, «εἰς ὕψος ἐπίστρεψον», πρὸς τὸν πατέρα σου. «Κύριος κρινεῖ λαούς», ἀντὶ τοῦ διαχωρίσει πιστοὺς ἐξ ἀπίστων καὶ τὴν προσήκουσαν χώραν πρυτανεύσει ἑκάστῳ. «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί». Τοῦτο διὰ στόματος Δαβὶδ λέγει Χριστὸς πρὸς τὸν πατέρα. Οὐδεὶς γὰρ ἀνθρώπων δύναται εἰπεῖν Θεῷ «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου». Χριστοῦ γὰρ καὶ μόνου τόδε τὸ ἔπαθλον. «Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ὁ ἐτάζων καρδίας καὶ νεφρούς», ὡς Θεὸς δίκαιος. Ἀφανισθήτω μέν, φησίν, ἁμαρτωλῶν πονηρία, δίκαιον δὲ κατεύθυνον πρὸς τρίβους εὐθείας. Ὁ ἐτάζων καρδίας καὶ γινώσκων τὰ ἀπόρρητα δίκασον οὕτως, ὡς Θεὸς δίκαιος. «Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ». Ἔξεστι παντὶ ἀνθρώπῳ τουτὶ λέγειν τὸ ῥῆμα γέρας ἀπονέμων Θεῷ καὶ βοηθείας χάριν ὁμολογῶν αὐτῷ ἐπὶ παντὶ ἔργῳ ἀγαθῷ. «Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν».
Φύσει γάρ ἐστι δίκαιος καὶ ἰσχυρός, ἀλλά γε τῆς μακροθυμίας τὸ πέλαγος οὐ συγχωρεῖ τῆς δικαιοσύνης τὴν ἰσχὺν ὀργίζεσθαι καθ’ ἡμέραν, ἵνα μὴ δικαίως ἐξάπινα ὁ κόσμος καταστραφῇ διὰ τὰς ἐναγεῖς πράξεις καὶ ἀξίας πάσης ὀργῆς. «Ἐὰν δὲ μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου». Ἡ θεία μακροθυμία, φησί, δι’ ἐπιστροφὴν χαρίζεται τοῖς ἀνθρώποις. «Ἐὰν δὲ μὴ ἐπιστραφῆτε» πρὸς μετάνοιαν, ὡς ῥομφαία δεινὴ ὁ θάνατος ὑμᾶς καταλήψεται. «Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο», τοῖς ἀξίοις κολάσεως τὰς κολάσεις ἡτοιμάσατο. «Ἰδοὺ ὠδίνησεν ἀδικίαν» λαὸς τῶν Ἰουδαίων, «συνέλαβε πόνον» κατὰ Χριστοῦ «καὶ ἔτεκεν ἀνομίαν» σφαγῆς Υἱοῦ τοῦ Θεοῦ. «Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν» φθόνου πεπληρωμένον, «καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν ἐξειργάσατο». Βουληθεὶς γὰρ τὴν τοῦ Υἱοῦ κατασχεῖν κληρονομίαν, καὶ ἣν κατεῖχε προσαπώλεσε. «Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται». Χριστοῦ γὰρ ἐκ νεκρῶν ἐγερθέντος, ἡ κακία αὐτῶν κατὰ κεφαλῆς αὐτῶν ἐπιστραφεῖσα συνέτριψεν αὐτὴν καὶ διεσκόρπισεν αὐτοὺς ἄνευ κεφαλῆς ἠτιμωμένους. «
Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου», ἤτοι, εὐχαριστήσω περὶ τούτων πάντων καὶ ἀνυμνήσω τὸ ὄνομα Κυρίου τοῦ Ὑψίστου.
Ψαλμὸς ηʹ Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαβίδ. Οὗ ἡ ὑπογραφή· «Εἰς τὸ τέλος», φησίν, «ὑπὲρ τῶν ληνῶν». Ληνοὶ δὲ μυστικῶς σταυρὸς καὶ ὁ τοῦ Κρανίου τόπος, ἐν οἷς κατ’ ἐμφέρειαν βότρυος ἀποθλιβὲν σῶμα δεσποτικόν, ὡς θεῖον γλεῦκος κατέρρευσεν αἷμα Χριστοῦ, περὶ οὗ γέγραπται καὶ ἐν Ἠσαΐᾳ τῷ προφήτῃ· «Ἱνατί σου», φησίν, «ἐρυθρὰ τὰ ἱμάτια, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρη καταπεπατημένου;» Ὁ δέ· «Ληνόν», φησίν, «ἐπάτησα μονώτατος» καὶ τὰ ἑξῆς. Τοῦτον δὲ τὸν οὕτως ἀποθλιβέντα ἐν τοῖς ῥηθεῖσι ληνοῖς ὁ Δαβὶδ μελῳδεῖ λέγων· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν». Εἰ γὰρ καὶ ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης, ἀλλὰ καὶ αὖθις «ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν» πάρεδρος γενομένη τῇ πατρικῇ δεξιᾷ, ὅθεν οὐκ ἐχωρίσθη. Ὃς «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν», κακῶς ἐκδικοῦντα. Ἵνα, φησίν, ἀποφράξῃς στόματα ἐχθρῶν σου, στόματα νηπίων ἐπλήρωσας αἴνων τοῦ κράζειν· «Ὠσαννά, σῶσον ὁ ἐν ὑψίστοις», τοῦ καταλῦσαι κατ’ ἄμφω τὸν διάβολον, ἐχθρὸν καὶ ἐκδικητήν· ἐχθρόν, ὡς πολέμιον καὶ φίλον τῆς ἁμαρτίας· ἐκδικητήν, ὡς μετὰ τὴν ἁμαρτίαν τύπτοντα λύπῃ λογισμοῖς ἀπογνώσεως. «
Ὁρῶ δὲ τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας», ὅτι σοῦ χωρὶς «ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε». «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Πηλὸς μέν ἐστι καὶ χοῦς ἀπὸ τῆς γῆς, τιμήσας δὲ αὐτὸν τὸ κατ’ εἰκόνα σου καὶ ἀπὸ τῆς τοσαύτης τιμῆς ἐπεσκέψω αὐτὸν γενόμενος ἄνθρωπος διὰ τὸν ἄνθρωπον. «Βραχὺ δέ τι παρὰ ἀγγέλους ἐλαττωθεὶς» ὡς θανών, ὁρᾶσαι «δόξῃ καὶ τιμῇ ἐστεφανωμένος», ὡς καταλύσας θανάτου τὰ κλεῖθρα καὶ σεαυτῷ συνεγείρας νεκροὺς ἀπ’ αἰώνων. «Πάντα ὑπέταξας τῷ ἀνθρώπῳ, ἐνάλια καὶ χερσαῖα, πετεινὰ τοῦ οὐρανοῦ καὶ ὅσα διαπορεύεται τρίβους θαλασσῶν».
Οὕτω γὰρ ἔπρεπε τὸν κατ’ εἰκόνα σὴν γενόμενον ἄνθρωπον πάντων κρατεῖν. «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ». Οὕτω γὰρ καὶ μετὰ τὴν ἐνανθρώπησιν διὰ πλῆθος τῶν θαυμάτων σου ὡς Κύριος καὶ Θεὸς ἐθαυμαστώθης ἐν πάσῃ τῇ κτίσει, κἂν καὶ πλεῖστοι ἐν πάσῃ τῇ γῇ ἐθελοκάκως ἀπετυφλώθησαν.
ΚΑΘΙΣΜΑ ΔΕΥΤΕΡΟΝ Ψαλμὸς θʹ Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαβίδ. οὗ ἡ ἐπιγραφὴ «Εἰς τὸ τέλος» φησὶ «περὶ τῶν κρυφίων τοῦ υἱοῦ», δηλαδὴ τοῦ υἱοῦ Δαβίδ, οὐ τοῦ Σολομῶντος (ποῖα γὰρ κρύφια Σολομῶντος), ἀλλὰ πρὸς ὃν ἔκραζον οἱ κάμνοντες ἐν ἀσθενείαις· «Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ», ὃν καὶ Ματθαῖος ἐν τῇ γενεαλογίᾳ ἐκάλεσεν υἱὸν Δαβίδ· οὗ καὶ τὰ κρύφια τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος θησαυροὶ πολλοὶ σφόδρα, περὶ οὗ καὶ Δαβὶδ ἔψαλλε λέγων· «Ἐξομολογήσομαί σοι, Κύριε», ὁ Θεός μου, ἤτοι εὐχαριστήσω σοι, Κύριε, «ἐν ὅλῃ καρδίᾳ» καὶ ἐν διαφόροις ψαλμοῖς «διηγήσομαι πάντα τὰ θαυμάσιά σου», ἤτοι, τῆς ἐνσάρκου ἐπιφανείας σου. «Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί», τὰ σὰ μεγαλεῖα διηγούμενος. «Ψαλῶ», ὑμνῶ, «τῷ ὀνόματί σου, Ὕψιστε. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω» κατῃσχυμένον καὶ ἄπρακτον, «ἀσθενήσουσιν», ἀδυνατήσουσι καὶ ἀφανισθήσονται ἀπὸ προσώπου δυνάμεώς σου. «Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου», ὡς κριτὴς κριτῶν ὑπερδίκαιος, «ἐκάθισας ἐπὶ θρόνου» μετὰ σαρκὸς ἐκ δεξιῶν τοῦ Πατρὸς «ὁ κρίνων δικαιοσύνην». «Ἐπετίμησας ἔθνεσι» τοῦ μὴ λατρεύειν εἰδώλοις, «καὶ ἀπώλετο ὁ ἀσεβής» διάβολος σὺν τῇ αὐτοῦ συμμορίᾳ. «
Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ὡς τὰ ὑπὲρ ἀξίαν φρονήσαντος καὶ κατὰ τοῦ πλάσματός σου κατατολμήσαντος· οὗ καὶ «αἱ ῥομφαῖαι εἰς τέλος ἐξέλιπον» παρὰ σοῦ συντριβεῖσαι «καὶ πόλεις αὐτοῦ καθεῖλες» ἀνεγείρας ὀρθοδοξίαν. «Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ’ ἤχου» σταυροῦ καὶ θανάτου ἐθελουσίου Χριστοῦ «καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει» κἂν καὶ θανάτου ἐγεύσατο. «Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ», ζῶντας καὶ νεκρούς, «κρινεῖ λαοὺς ἐν εὐθύτητι», τὰ κατ’ ἀξίαν ἑκάστῳ ἀποδιδούς. «Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι» Ἀδάμ, «βοηθὸς ἐν εὐκαιρίαις», ἐν τῷ ᾅδῃ κατελθὼν διὰ τοὺς ἐν θλίψεσιν ἐκεῖσε κατεχομένους. «Καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου», διπλοῦν, θεόν τε καὶ ἄνθρωπον, «ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε» μετ’ ἔργων ἀγαθῶν. «Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιὼν» σωματικῶς· ἡ γὰρ θεότης αὐτοῦ οὐκ ἐν Σιὼν μόνον, ἀλλὰ πανταχοῦ τὰ πάντα πληροῖ. «
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν» οἱ μύσται αὐτοῦ «τὰ ἐπιτηδεύματα» τῶν θεοσημιῶν αὐτοῦ, «ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν» ἀναιρεθέντων ὑπὲρ αὐτοῦ «αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων» πιστῶς πρὸς αὐτὸν δεομένων· «Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου», καὶ ῥῦσαί με μανίας αὐτῶν, «ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών». «Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου» ὅσοι πιστοί σου. «Ἐνεπάγησαν δὲ ἔθνη» Ῥωμαίων καὶ Ἰουδαίων «ἐν διαφθορᾷ, ᾗ» κατὰ σοῦ «ἐποίησαν ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν» θηρεῦσαι τὸν ἀχείρωτον, «συνελήφθη ὁ ποὺς αὐτῶν» πρὸς αἰωνίαν ἀπώλειαν. Κἀντεῦθεν «γινώσκεται Κύριος κρίματα ποιῶν», ἵνα μὴ λάθῃ «ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλὸς» ἐκεῖνος λαός. «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην», ἀφ’ οὗ καὶ ἀνηνέχθησαν, «πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ» ἐκεῖ καταλύσουσιν, ἐν τῷ Ἅδῃ, ὡς Θεὸν ἀγνοήσαντες καὶ τῷ διαβόλῳ λατρεύσαντες. «Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς» καὶ ταπεινὸς τῇ καρδίᾳ. «Ἡ ὑπομονὴ τῶν πενήτων», ἡ κατὰ Θεὸν καὶ διὰ Θεόν, «οὐκ ἀπολεῖται εἰς τέλος», στεφηφόρους δὲ μᾶλλον αὐτοὺς παριστᾷ τῷ ἀγωνοθέτῃ Θεῷ. «
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος» τὰ ὑπὲρ ἀξίαν αὐχῶν, «κριθήτωσαν ἔθνη ἐνώπιόν σου», διαιρεθήτωσαν πιστὰ ἐξ ἀπίστων. «Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς», Παῦλόν τινα ζηλωτὴν καὶ διδάσκαλον ἐθνῶν· «γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι» καὶ μὴ τὰ ὑπὲρ ἀξίαν τινὲς μὲν φαντάζονται ὡς θεοὶ ἑλληνικῶς, τινὲς δὲ ὡς κτήνη παρ’ ἀξίαν.
Ἀλλ’ ἵνα νομοθετήσῃ αὐτοῖς, ὅτι ἄνθρωποί εἰσι καὶ μὴ ἀγνοοῦντες τὴν φύσιν αὐτῶν καθυβρίζουσι νόμους φύσεως, οὓς ἔλαβον παρὰ Θεοῦ. «Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν» ἀναληφθεὶς ἀφ’ ἡμῶν τῶν σῶν μαθητῶν, «ὑπερορᾷς ἐν εὐκαιρίαις» θλίβεσθαι ἡμᾶς; «Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ» Νέρωνα «ἐμπυρίζεται ὁ πτωχός» τῷ πνεύματι Πέτρος καὶ Παῦλος δι’ αὐτοῦ ἀναιρεθέντες, «συλλαμβάνονται ἐν διαβουλίοις» ἐναγέσιν, «οἷς» ἀσεβεῖς «διαλογίζονται ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς» παρὰ τῶν ὁμοίων αὐτοῦ «ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται», ἐπαινεῖται οὐ παρὰ τοῦ Θεοῦ, ἀλλὰ παρὰ ἀνθρώπων κολάκων καὶ φιλαδίκων. «Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλὸς» πράξεσιν ἀθεμίτοις. «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει» καί τι ἀγαθὸν πρᾶξαι. «Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ», ἵνα πεφόβηται. «Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ», παραβαίνοντος τοὺς νόμους σου, «πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει» ἀνταποδιδοὺς πονηρά. «Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ».
Ἐθελοκακῶν, φησί, δρᾷ τὸ κακόν, «οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου» κατὰ τῶν ὑπὸ χεῖρα, «ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος» ὀργῆς καὶ θυμοῦ. «Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων» ὁμοιοτρόπων αὐτοῦ «ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι» πῶς πλεονεκτήσει καὶ κακώσει αὐτόν. «Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ», πῶς θηρεύσει πανούργως πτωχόν, «ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· ἐν τῷ ἑλκῦσαι αὐτὸν ἐν τῇ παγίδι» τῆς αὐτοῦ δυστροπίας ταπεινώσει τὸν πένητα. Τί δὲ πείσεται μετὰ ταύτας τὰς κακουργίας; «Κύψει», φησί, «καὶ πεσεῖται», μεθ’ ὃ «κατακυριεύσει τῶν πενήτων». Κύψει καὶ μὴ βουλόμενος ὁ πρὸ μικροῦ σοβαρὸς καὶ ἀγέρωχος. «Ἔλεγε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός, καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος». Κἀντεῦθεν λοιπὸν ἦν ὡς λέων ἐνεδρεύων καὶ θηρεύων πένητας καὶ πτωχούς, ἔμαθε δὲ ἀφ’ ὧν ἔπαθεν, ὅτι οὐκ ἐπιλανθάνεται Θεός, ἀλλὰ πάντα φέρει κατ’ ὀφθαλμῶν. «Ἀνάστηθι, Κύριε, ὁ θεός μου», εἴτε πρὸς ἐκδίκησιν διεγέρθητι, εἴτ’ ἀπὸ τοῦ τάφου, καὶ «ὑψωθήτω ἡ χείρ σου» κατὰ τῶν ἀσεβῶν, «μὴ ἐπιλάθου τῶν πενήτων σου εἰς τέλος» κακοπαθεῖν. «Ἕνεκεν τίνος», διὰ ποίαν αἰτίαν «παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει» Θεὸς κακά. «
Βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν» θεῖον παρὰ σοῦ παραθήσῃς, «τοῦ παραδοῦναι σαυτὸν εἰς χεῖρας» Θεοῦ. Λοιπὸν «σοὶ» τῷ ἐλεήμονι Θεῷ «ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ἦσθα βοηθός». «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ», εἴτε τοῦ Γολιὰθ εἴτε τοῦ διαβόλου, καὶ ἡ τοιαύτη συντριβή, εἰ «ζητηθήσεται ὡς ἁμαρτία, οὐ μὴ εὑρεθῇ», κἂν μυριάκις ἰσχύσειέ τις τοιούτους συντρίβειν τινάς· «καὶ βασιλεύσει εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Οὐκ ἔχει γὰρ ἡ βασιλεία αὐτοῦ τέλος, ὥσπερ οὐδὲ ἀρχήν. «Ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ». Ὅσα τοιαύτην ψῆφον οὐκ ἔχητε εἰς αὐτόν, ἐκ τῆς γῆς αὐτοῦ ἀπολεῖσθαι προσήκει. «Τὴν» εὐαγῆ «ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν» τὴν ἀγαθὴν «προσέσχε τὸ οὖς σου». «Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ» ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, «ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς» τύφῳ κατεπαιρόμενος.
Ψαλμὸς ιʹ Εἰς τὸ τέλος· Ψαλμὸς Δαβίδ «Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου», ὑποχώρει «εἰς τὰ ὄρη ὡς στρουθίον;» «Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον». Ἐπεὶ γὰρ ἁμαρτωλοί εἰσι, πάντες καὶ συντριβήσονται ῥᾷον. Ἀλλ’ «ἡτοίμασαν», φησί, «βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ». Ταῦτα καὶ περὶ δαιμόνων ὑποληπτέον καὶ περὶ πολεμίων ἐθνῶν, πλέον δὲ περὶ Χριστοῦ καὶ Ἰουδαίων. Ὃς μεταναστεύων ἐκ μέσου τῶν Ἰουδαίων ἐπὶ τὸ ὄρος ἀνεχώρει πολλάκις κἀκεῖ προσηύχετο· «Ὅτι ἃ σὺ κατηρτίσω» ἐννόμως, παρανόμως «αὐτοὶ καθεῖλον». «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ» ἀπελαύνων ἐκεῖθεν τοὺς θεοκαπήλους. «Κύριος», ὁ πατήρ, «ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς» τὸν σαρκωθέντα «πένητα» υἱὸν «ἐπιβλέπουσι» παροινούμενον. «Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς» τῶν Ἰουδαίων δυσμενούντων κατὰ τοῦ υἱοῦ αὐτοῦ. «Κύριος γινώσκει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν», αὐτεπίβουλος ἑαυτοῦ ἐχθρὸς γεγονώς. «Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας» πειρασμῶν, «πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος», ἀναλίσκουσα ἐνδίκως αὐτοὺς «ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν». «Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνην ἠγάπησεν, εὐθύτητας ἐρᾷ τὸ πρόσωπον αὐτοῦ».
Ψαλμὸς ιαʹ Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. «Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων». Ταῦτα πρὸς τὸν Πατέρα λέγει Χριστὸς διὰ στόματος Δαβίδ. Τοῦτο γὰρ καὶ ἡ ὑπογραφὴ δηλοῖ «Ὑπὲρ τῆς ὀγδόης», ἤγουν τῆς Κυριακῆς, ἐν ᾗ ἀνέστη Χριστὸς ἐκ νεκρῶν. Ἑβδόμη γὰρ τὸ Σάββατον, ὀγδόη δὲ ἡ Κυριακή. «Σῶσόν με», λέγων, πάτερ, κατὰ τὸ ἀνθρώπινον, ὅτι ἐξέλιπεν ὁσιότης ἐξ Ἰουδαίων, ὅτι ἀπηλείφθησαν «αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων», ἤτοι τῶν Ἰουδαίων. «Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ» κατ’ ἐμοῦ. «χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά», μελετώσῃ σφαγήν. «Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορρήμονα» «τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι», τοῖς ἡμῶν ῥήμασι κύρια λέγειν τὰ δόξαντα.
Οὐκ ἴσασι δὲ ὅτι γλῶσσα καὶ χείλη λέγοντα τὰ μὴ προσήκοντα ἀρᾶς ὑπεύθυνά εἰσιν ἐξολοθρεύσεως. Ὅμως, κατά τινα οἰκονομίαν καὶ θείαν συγχώρησιν τὰ κακῶς βουλευθέντα πληρώσαντες καὶ ταφῇ παραδόντες με· «Νῦν ἀναστήσομαι ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων» μου μαθητῶν, ἵνα μὴ κατατρύχωνται εἰς τέλος, ὡς παρ’ ἐμοῦ πλανηθέντες. «Θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ», ἀντὶ τοῦ τεθήσομαι ὡς θεμέλιον σωτήριον, ὡς καὶ τῷ Παύλῳ δοκεῖ· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός». «Τὰ λόγια Κυρίου» ταῦτα «λόγια ἁγνά», ὡς «ἀργύριον πεπυρωμένον» δόκιμον ἀνθρώποις «κεκαθαρμένον» πολυπλασίως. «Σὺ δέ, Κύριε, φυλάξαις ἡμᾶς» τοὺς σοὺς μαθητάς, «καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης» τῆς πονηρᾶς καὶ τῶν ἑξῆς ὁμοίων αὐτῆς. «Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι» τυρεύοντες καθ’ ἡμῶν· «Κατὰ τὸ ὕψος τοῦ ἐλέους σου ἐπολυώρησας», ἤτοι ἐφύλαξας, «τοὺς υἱοὺς τῶν ἀνθρώπων» καὶ μύστας σου, ὡς ἄρνας ἐν μέσῳ λύκων περινοστοῦντας εἰς τέλος.
Ψαλμὸς ιβʹ Τῷ Δαβίδ· εἰς τὸ τέλος. «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;» «Ἕως τίνος θήσομαι βουλὰς ἐν τῇ ψυχῇ μου, ὀδύνας ἐν τῇ καρδίᾳ μου ἡμέρας καὶ νυκτός;» Προσήκει μὲν ταῦτα τῷ Δαβὶδ διὰ τὰς πολιορκίας καὶ θλίψεις παρ’ ἐχθρῶν, ἀλλά γε προσήκει καὶ παντὶ θλιβομένῳ παρ’ ἐχθροῦ ἀοράτου καὶ ὁρατοῦ καὶ λέγειν· «Ἕως πότε, Κύριε, συγχωρεῖς τὸν ἐχθρὸν σκαιωρεῖν κατ’ ἐμοῦ;» «Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμὲ» θρασυνόμενος; «Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου» καὶ «φώτισον τοὺς ὀφθαλμοὺς» τῆς διανοίας μου, μήποτε νυστάξαντες πρὸς ἁμαρτίαν ἔτι ἐνισχύσῃ καθ’ ἡμῶν ὁ ἐχθρός. «Οἱ θλίβοντές με ἀγαλλιάσονται», ἐὰν ταραχθῶ. «Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα», ἵνα μὴ σαλευθῶ, «ἀγαλλιάσεται ἡ καρδία μου» παρὰ σοῦ σωτηρίας τυχοῦσα. Ἔνθεν κἀγὼ «ᾄσω τῷ Κυρίῳ τῷ οὕτως εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου».
Ψαλμὸς ιγʹ Τῷ Δαβίδ· εἰς τὸ τέλος. «Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός», οὗ ἀφρονέστερον οὐ βοῦς οὐδὲ ὄνος, οἳ τὸν κτησάμενον ἠγνόησαν οὐδαμῶς. Οἱ δὲ λέγοντες μὴ εἶναι Θεὸν ἀποδιδοῦντα τὰς πράξεις «διεφθάρησαν καὶ ἐβδελύχθησαν» πράξεσιν ἀθεμίτοις, μηδαμοῦ ὁρῶντες χρηστότητα. «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε» τοῦ διὰ σαρκώσεως κατελθεῖν «ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν», εὗρε δὲ τοὐναντίον φονεῖς καὶ βεβήλους, οἳ «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός». «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν» μὴ λάθωσι Θεόν, τάχα δ’ οὐδ’ ἀνθρώπους. «Οἱ ἐσθίοντες τὸν λαόν μου», ὡς ἐσθιόμενον ἄρτον πλεονεκτικῶς, «τὸν Κύριον οὐκ ἐπεκαλέσαντο», ἀντὶ τοῦ τῆς πίστεως ἐκπεπτώκασι, κἀντεῦθεν λοιπὸν ὡς πλαδαροὶ καὶ δειλοὶ «τὸν Κύριον οὐκ ἐπεκαλέσαντο». «Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος», ὅτι Κύριος ἐν γενεᾷ δικαίων εὐδοκεῖ καὶ προφθάνει. «Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι», κἂν παρ’ ἡμῶν παρορᾶται. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» Οὐδείς, εἰμὴ ὁ κατοικῶν ἐν Σιὼν σεσαρκωμένος Θεός. «Ἐν τῷ ἐπιστρέψαι τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ», ἐκ τῆς αἰχμαλωσίας τοῦ λωποδύτου, «ἀγαλλιάσεται Ἰακώβ», σύστημα πιστῶν, «καὶ εὐφρανθήσεται» ἰσραηλίτης νοῦς καθορῶν τὸν Θεόν.
Ψαλμὸς ιδʹ Εἰς τὸ τέλος, τῷ Δαβίδ. «Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Κατ’ ἐρώτησιν τὸ χωρίον, ὁ δὲ ἐρωτήσας αὐτὸς καὶ ἀποκρίνεται λέγων: «Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν· καὶ ὀνειδισμὸν» οὐ κατεδέξατο κατά τινος· «Ὃς οὐκ ἐξουδενοῖ πορευόμενον καὶ διακωλύει τὸ κακόν· ὃς δοξάζει τοὺς φοβουμένους τὸν Κύριον· ὃς οὐκ ἐπιορκεῖ τοῖς ἀγχιθύροις αὐτοῦ»· «ὃς τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα παρ’ ἀθῴοις οὐκ ἔλαβεν. Ὁ ποιῶν ταῦτα», φησίν, οὐ μόνον «παροικήσει ἐν τῷ σκηνώματι» τοῦ Πνεύματός σου καὶ «ἐν ὄρει ἁγίῳ σου» Ἰερουσαλήμ, ἀλλ’ οὐδ’ «οὐ μὴ σαλευθήσεται εἰς τὸν αἰῶνα».
Ψαλμὸς ιεʹ Στηλογραφία, τῷ Δαβίδ. «Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα· εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις». Κατὰ χάριν με σῶσον. «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ’ οὐ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου». Ὅρα τῶν ὀκτὼ στίχων τούτων τὰς μεταπτώσεις, ὅτι οὐ λέγονται καθ’ εἱρμόν, ἀλλ’ ἐξ ἑτέρου πρὸς ἕτερον νοῦν μεταπίπτουσιν. Οἶμαι γὰρ ὅτι διὰ τοῦτο καὶ ἡ ὑπογραφὴ τοῦ ψαλμοῦ στηλογραφία λέγεται· οἱ γὰρ πρῶτοι τρεῖς στίχοι προσήκουσι παντὶ ἀνθρώπῳ ἱκετεύοντι Θεόν· οἱ δὲ ἕτεροι δύο Κυρίῳ πρὸς τοὺς ἁγίους αὐτοῦ, οἱ δὲ ἕτεροι τρεῖς, πρὸς Ἰουδαίους καί τινας αἱμοχαρεῖς καὶ τυράννους. «Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου» ἐμοί, ὁ εἰπών· «Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». «Σχοινία ἐπέπεσέ με ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἀεὶ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν». Ἥν, φησίν, ἔλαβον «κληρονομίαν ἐθνῶν», ὥσπερ σχοινομετρίῳ, «κρατίστη μοί ἐστιν», ἤτοι, στεγανὴ καὶ ἰσχυρά μοί ἐστιν. «Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με». Ἁρμόδιον ἡμῖν πᾶσι τόδε τὸ ῥῆμα· Χριστὸς γὰρ ἡ σοφία τοῦ Θεοῦ οὐκ ἐδεῖτο ἔτι συνετισθῆναι, «ἔτι δὲ καὶ ἐκ νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου», ἀφ’ ὧν ἡ ἐπιθυμία, ἤτοι ἔθλιψάν με. «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ». Χριστοῦ τὸ χωρίον τοῦ διὰ παντὸς ὄντος σὺν τῷ Πατρί. «
Διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου» τῇ πατρικῇ παρεδρείᾳ, «ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι» ἀναστάσεως τριήμερος ἐν τῷ τάφῳ· «ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». «Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις εὐφροσύνης μετὰ τοῦ προσώπου σου». Ταῦτα εἰς Χριστὸν οἱ ἅγιοι ἀπόστολοι ἐρρητόρευσαν ἐν ταῖς Πράξεσιν· ὅτι Δαβὶδ θανὼν εἶδε διαφθοράν, περὶ Χριστοῦ δὲ προεφήτευεν «ὅτι οὐδὲ ἡ ψυχὴ αὐτοῦ ἐν τῷ ᾅδῃ οὐ καταλειφθήσεται, οὐδὲ ἐν τῷ τάφῳ τὸ σῶμα αὐτοῦ διαφθορὰν ὑποστῇ». Τερπνότης καὶ θυμηδία ἐν τῇ δεξιᾷ σου, πάτερ, εἰς τέλος, ἐν ᾗ ἐγὼ καθεσθήσομαι ἀναληφθεὶς ἀπὸ γῆς μετὰ σαρκός, πρὸς σὲ τὸν Πατέρα μου.
Ψαλμὸς ιϛʹ Προσευχή, τῷ Δαβίδ. «Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου πρόσσχες τῇ δεήσει μου». Πλὴν γὰρ Χριστοῦ, οὐδεὶς παρρησιάσοιτο εἰπεῖν πρὸς Θεόν· «Εἰσάκουσον δικαιοσύνης μου· ἐνώτισαι τὴν προσευχήν μου ἐν χείλεσι καθαροῖς». «Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι», μέσον ἐμοῦ κρῖνον καὶ τῶν ἀνθισταμένων μοι. «Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας», οὐ μέντοι καὶ σκολιότητας περιωπεύοντες. «Ἐδοκίμασας τὴν καρδίαν μου» ἐπισκεψάμενος ἐν νυκτὶ ποῦ κέκτηται τὴν ῥοπήν, «ἐπύρωσάς με» διὰ πειρασμῶν καὶ θλίψεων καὶ καθαρθεὶς «οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία», «ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων», ἀλλὰ τὰ ἐμὰ σφάλματα λαλεῖν ἐνώπιον τοῦ Θεοῦ· «διὰ τοὺς νόμους τῶν χειλέων σου» ἐξέδωκα ἐμαυτὸν ὁδοῖς τεθλιμμέναις. «Κατάρτισαι», παγίωσαι «τὰ διαβήματά μου ἐν ταῖς ὁδοῖς μου», ἵνα μὴ παροδεύωσι πρὸς τρίβους μὴ καθηκούσας. «Κἀγὼ πρός σε ταῦτα κεκραγώς, ἐπήκουσάς μου, ὁ Θεός». «Κλῖνον ἔτι τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου». «Θαυμάστωσον ἐπ’ ἐμοὶ τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σοὶ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου», δηλαδὴ τῷ Χριστῷ σου. «Φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με», εἴτε αἰσθητῶς εἴτε καὶ νοητῶς. «Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον» τυραννικῶς·. «
Τὸ στέαρ», ἤτοι τὸ λίπος αὐτῶν, ἡ ὑπερηφανία αὐτῶν ἐξηφάνισε, «τὸ στόμα αὐτῶν» κατὰ Χριστοῦ «ἐλάλησεν ὑπερηφανίαν». «Ἐκβαλόντες με» τοῦ κήπου τοῦ «πέραν τοῦ χειμάρρου τῶν κέδρων», «τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ» καὶ μηδὲν εἰς οὐρανὸν ἀναβλέψαντες. «Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Ἀνάστηθι, Κύριε», διεγέρθητι, ὁ Πατήρ μου, «πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον» τὰς κακουργίας αὐτῶν, «ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς» ὁμηγύρεως, «ῥομφαίας χειρὸς ἐκδικήσεώς σου». «Κύριε, δι’ ὀλίγων ἡμερῶν ζωῆς αὐτῶν διαμέρισον αὐτοὺς» καὶ διασκόρπισον ἀπὸ τῆς γῆς αὐτῶν, ὅτι «τῶν κεκρυμμένων σου» ἀγαθῶν καὶ τῶν προδήλων «ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· χορτασθήσεται ὑείων», χοιρίνων κρεῶν, «καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις τέκνοις αὐτῶν», ἀλλ’ ὤφθησαν ἄστοργοι. «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου» μετὰ σώματος, ὃ κατηρτίσω μοι.
Ταῦτα οὖν ἡμεῖς οὕτως ἐν κεφαλαίῳ ἑκάστου στίχου τὸν νοῦν ἀναπτύσσοντες, χορηγίᾳ πνεύματος θείου, ὥστε σὺν τῷ κειμένῳ συνηνωμένῳ ὡς τὰ πολλὰ καὶ τὴν ἑρμηνείαν ἀποκαλύπτοντες. Θαυμαζέτω δὲ μηδείς· οὐ πολυλογίας γάρ, οὐ πιθανολογίας προελόμεθα, ἀλλὰ διά τινος εὐσυνόπτου πεζολεξίας παρομαρτεῖν τοῖς ῥήμασι τοῦ ἁγίου Πνεύματος· καὶ τὸν πρῶτον λόγον ἐν καθίσμασι δύο συλλέξαντες αὐτὸν περιεστείλαμεν.
Δῴη δὲ Κύριος πᾶσιν ἡμῖν πνεῦμα συνέσεως καὶ δυνάμεως λόγῳ καὶ πράξει ἐπιτελεῖν τὰ γεγραμμένα εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.