Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἐπιστολαί

Νεόφυτος ὁ Ἔγκλειστος

Έλεγχος παραβάσεων της νηστείας και ποιμαντικές ευθύνες του κλήρου

Καταδίκη όσων καταλύουν τη νηστεία την Καθαρά Δευτέρα και τελούν γάμους την εβδομάδα της Τυρινής, επιβολή επιτιμίων και υπενθύμιση των ποιμαντικών υποχρεώσεων των κληρικών της Πάφου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 6

Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου πρὸς τοὺς ἀτακτοῦντας καὶ λύοντας τὰ τῆς νηστείας προοίμια Καθόσον ἀξιέπαινόν τινα καὶ μεγάλην τὴν εὐταξίαν τῆς μεγάλης καὶ ἀμώμου νηστείας οἱ θεῖοι κανόνες τῆς τοῦ θεοῦ ἐκκλησίας ἐθέσπισαν, κατὰ τοσοῦτον τινές, ὧν θεὸς ἡ κοιλία, αὐτὴν ἀθετοῦσι καὶ ἀταξίαν ἐργάζονται, λέγοντες, ὥσπερ ἀνέμαθον ἀκριβῶς, ὅτι “Λάβωμεν οἶνον καὶ βρώματα κατὰ τὴν πρώτην Δευτέραν τῶν νηστειῶν ἅμα πρωῒ καὶ ἐξέλθωμεν πρός τινα ἰδιάζοντα τόπον, ἵνα τζακίσωμεν ἐκεῖσε τὴν τῆς τεσσαρακοστῆς μύτην καὶ τὴν προσβολὴν αὐτῆς”. Καὶ ἤθελον ἔγωγε παράδοξόν τι τέρας γενέσθαι καὶ εὑρεθῆναί με ἐν μέσῳ τοῦ παρανόμου ἐκείνου καὶ πονηροῦ συμποσίου, καὶ ῥάβδῳ μὲν κατακλᾶσαι τὰ σκεύη τοῦ οἴνου αὐτῶν, τὴν μύτην δὲ ἐκείνων τζακίσαι δεσμοῖς πνεύματος θείου· καθότι ὁ οἶνος αὐτῶν, ἐν τῇ τοιαύτῃ ἡμέρᾳ, αἷμα ζώων ἀκαθάρτων, κυνὸς καὶ καμήλου, καὶ θυμὸς δρακόντων ἐστὶ καὶ θυμὸς ἀσπίδων ἀνίατος, οἱ δὲ τούτου πόται ὡς ἀκόρεστοι χοῖροι καὶ ἄρκοι λογίζονται τῷ θεῷ καὶ τοῖς ὀρθῶς φρονοῦσι, μὴ κορέσαντες αὐτῶν τὴν ἀπληστίαν διὰ τῶν πρὸ τῆς ἀπόκρεω ἡμερῶν, ἀλλ’, ὥσπερ χοῖροι πρωΐθεν ἐξέρχονται κοπροφαγεῖν, οὕτω καὶ οὗτοι, ἅμα πρωῒ καὶ ἐν τῇ πρώτῃ τῶν νηστειῶν, ἐξέρχονται κόπρων ἐμπλῆσαι τὰς ἑαυτῶν κοιλίας.

Καὶ τοῦτο ἐστὶ μιαρά τις αἵρεσις καὶ μεγάλη καὶ τῶν ἱερῶν κανόνων ἀθέτησις καὶ παράβασις· ὁ γὰρ εἰκοστὸς ἔνατος κανὼν τὴς ἁγίας καὶ οἰκουμενικῆς ϛʹ συνόδου καὶ ὁ τῆς ἐν Λαοδικείᾳ πεντηκοστός, οἷς καὶ ἄλλοι πολλοὶ συμφωνοῦσι, καὶ διδάσκουσιν ὡς μηδ’ αὐτὴν τὴν μεγάλην Πέμπτην, τὴν τοῦ μυστικοῦ δείπνου ἡμέραν, λύειν τὴν νηστείαν καὶ ἀτιμάζειν ὅλην τὴν τεσσαρακοστήν, ἀλλὰ ξηροφαγεῖν καὶ νηστεύειν ἐν κατανύξει καὶ προσευχῇ ἐν ὅλαις ταῖς ἡμέραις τῆς ἀμώμου νηστείας, πάρεξ Σαββάτου καὶ Κυριακῆς. Οἱ δὲ προρρηθέντες κοιλιόδουλοι καὶ οὐκ ὀρθόδοξοι λέγουσιν, ἀπὸ τὴν πρώτην ἡμέραν τῆς τεσσαρακοστῆς, “τὴν μύτην αὐτῆς τζακίσωμεν”, ἀστεϊζόμενοι μωρότατα καὶ γλωσσαλγοῦντες παράνομα καὶ διεστραμμένα.

Ἡμεῖς δέ, τὴν αὐτῶν μύτην τζακίζοντες, κελεύομεν, διὰ τῆς δοθείσης ἡμῖν παρὰ τοῦ θείου πνεύματος ἐξουσίας, οὕτως: Εἴ τις ἀπάρτι κατατολμήσει τῆς τοιαύτης ἀθέσμου ἐργασίας τὴν πρᾶξιν καὶ ἀτιμῆσαι ἐπιχειρήσειε τοὺς θεσμοὺς τῆς καθαρᾶς καὶ ἀμώμου νηστείας, ἀπὸ πάσης ἐκκλησίας θεοῦ ἔστω ἀφωρισμένος, καὶ ἑπταετίαν ὅλην ἔξω παντὸς ἱεροῦ ναοῦ προσκλαίων καὶ ἐξομολογούμενος τὴν τοιαύτην αὑτοῦ παρανομίαν.

Ὅσοι οὖν τῆς τοιαύτης παρανομίας ἐργάται, τῷ αὐτῷ ἔστωσαν ἐπιτιμίῳ καὶ ἀφορισμῷ ὑπεύθυνοι, ὅπως τε αὐτοὶ παιδευθῶσι καὶ ἄλλοι θεσμοὺς ἐκκλησίας μὴ ἀθετεῖν καὶ ὅρια μὴ μεταίρειν, ἃ ἔθεντο πατέρες θεοφόροι ἐν πνεύματι ἁγίῳ.

Ὑμεῖς δέ, ὁ εὐαγὴς κλῆρος τῆς Παφηνῶν ἐκκλησίας, τίνος χάριν τὴν τοιαύτην παρασιωπεῖτε ἀσέβειαν, καὶ τὸν αὐτῆς καρπὸν σὺν ἐκείνοις τρυγᾶτε, καὶ οὐκ ἐλέγχετε μᾶλλον αὐτοὺς καὶ προσφόρως ἐπιτιμᾶτε, ἀλλὰ μόνον ὅτι ὀφφικιάλιοι καλεῖσθε καὶ κληρικοί, πᾶσα δὲ ὑμῶν ἡ σπουδὴ περὶ βιοτικῶν ἀναλίσκεται μελημάτων; Χηρεύει μὲν γὰρ ποιμένος ἡ ἐκκλησία· ἀλλ’ ὑμεῖς, ὡς παραποιμένες, ὀφείλετε τὰ τοῦ ποιμένος ἀναπληρεῖν, καὶ τὰ ψωριοῦντα τῶν προβάτων ἀνακαθαίρειν, καὶ ἐπιμελεῖσθαι τῆς ποίμνης, ὑπὲρ ἧς καὶ ἀπέθανεν ὁ ποιμὴν ὁ καλός. Ἀλλά, κἂν ἀπό γε τοῦ νῦν, διεγέρθητε διὰ τὸν Κύριον καὶ τοῖς ἀτάκτοις ἐκείνοις τὴν παροῦσαν γραφὴν ἀναγνώσαντες καὶ ἀφορμὴν ἐκεῖθεν λαβόντες, σπεύσατε ἐννόμους γενέσθαι τοὺς παρανόμους ἐκείνους. Καὶ ταῦτα μὲν ἔγωγε οὕτως γεγράφηκα, ἔτι χηρευούσης τὴς ἐκκλησίας· εὐπορούσης δὲ ἐπισκόπου, ὁ ὑμέτερος ἀφορισμὸς ἔστω λελυμένος. Ὁ ἐπίσκοπος δέ, ὡς ποιμήν, ὀφείλει ἐπιμελεῖσθαι τῆς ποίμνης αὐτοῦ, ἵνα μὴ ἀντὶ ποιμένος ὡς μισθωτὸς νομισθῇ, καθὼς διδάσκουσιν οἱ προφῆται καὶ τὸ ἱερὸν εὐαγγέλιον.

Ἐκεῖνος γὰρ ποιμήν, ὁ τῆς ποίμνης ἐπιμελούμενος, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν ὁλοψύχως, ὁ τὸ πλανώμενον ἐπιστρέφων, ὁ τὸ ἀρρωστοῦν θεραπεύων, καί, ὡς εἶπεν ὁ Κύριος, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων αὐτοῦ· ὁ δὲ μὴ τοιοῦτος ..., καὶ τὰ ἑξῆς λέγειν οὐ βούλομαι· δείξει δὲ τῶν πραγμάτων ἡ πεῖρα, ὅτε καιρός.

Τοῦ αὐτοῦ Ἐγὼ δέ, ὡς ἀκούω, καὶ ἄλλο ἄθεσμον καὶ βαρύτερον καὶ θεομισὲς εἰσεκώμασε πάθος ἐν τῇ τῶν χριστιανῶν ἐκκλησίᾳ, οὐκ ἔλαττον τῆς προγραφείσης ἀθεσμουργίας· ἐπιτελοῦσι γὰρ γάμους τῇ Κυριακῇ τῆς Τυροφάγου, καί, ἀπὸ Δευτέρας τῆς ἀμώμου νηστείας, ἅμα πρωΐ, ἐπιτελοῦσι τὰ μωμητὰ καὶ διαβολικὰ ἔργα, χοροὺς λέγω καὶ ὄργανα καὶ μουσικὰ καὶ αἰσχρολογίας καὶ κούρταλα καὶ οἰνοποσίας καὶ τὰ λοιπὰ θεομισῆ καὶ τῷ διαβόλῳ εὐάρεστα· τὰς δὲ νυκτώδεις καὶ λυσσώδεις τῶν νεογάμων ἐπιθυμίας καὶ συμπλοκὰς λέγειν οὐ θέμις.

Θαυμάζω δὲ καὶ ἐκπλήττομαι, πῶς οἱ ἐπίσκοποι τὰς τοιαύτας παρανομίας παρασιωπῶντες βαστάζουσι καὶ οὐ λογίζονται περὶ τούτων ἁπάντων ὅτι εὐθύνας ἐφέξουσι· καὶ γάρ, εἰ ἐδεδοίκεσαν τοῦτο, εἶχον ἂν προαπειλεῖν καὶ προαφορίζειν καὶ προλέγειν οὕτως: Εἴ τις ἀπὸ τῆς Κυριακῆς τῆς ἀπόκρεω τολμήσει δι’ ὅλης τῆς Τυροφάγου γάμους συζεῦξαι, ἀφωρισμένος ἔστω τῆς ἐκκλησίας τοῦ Θεοῦ, καὶ οἱ νεόζευκτοι ἀπρόκοπτοι καὶ κατάρατοι ἔστωσαν, καὶ ἡ νεόνυμφος γυνή, οὐχ ὡς ἄμπελος εὐθηνοῦσα, κατὰ Δαυίδ, ἀλλὰ κατὰ Ἱερεμίαν, ὡς ἀγριομυρίκη ἄκαρπος ἐν ἐρήμῳ ἔστω, ὡς παρανομοῦντες καὶ ὑβρίζοντες νόμους θεοῦ καὶ θεσμοὺς ἐκκλησίας.

Ταῦτα γὰρ ἔδει τοὺς ἐπισκόπους γράφειν καὶ προλέγειν τῷ λαῷ παντὶ τῷ ὑπ’ αὐτῶν, πρὸ τριῶν ἑβδομάδων τῆς ἀπόκρεω, καὶ προαναστέλλειν τὰς τοιαύτας παρανομίας.