Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἐπιστολαί

Νεόφυτος ὁ Ἔγκλειστος

Ποιμαντικές οδηγίες, κανόνες διατροφής και κανονική απαγόρευση βρώσεως αίματος

Παραινέσεις προς προεστώτα για την πνευματική μέριμνα και παράθεση εκκλησιαστικών κανόνων σχετικά με τις περιόδους νηστείας και την απόλυτη απαγόρευση κατανάλωσης αίματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 6

Τοῦ αὐτοῦ Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου πρός τινα προεστῶτα Χρῆμα καλὸν καὶ τίμιον ἡ ἀρετή, καὶ πλὴν ταύτης τῶν ἐπιγείων οὐδέν. Τὰ μὲν γὰρ οἴχεται καὶ παρέρχεται, ἡ δέ, μένουσα καὶ διαμένουσα, τῶν ἐργατῶν αὐτῆς προπορεύεται, ἄχρις ἂν τῷ στεφοδότῃ Χριστῷ στεφανηφόρους παρίστησι < > Ἀλλὰ ποία αὕτη ἡ ἀρετή; Ἡ ἄτυφος, ἡ ἀνυπόκριτος, ἡ ἐν καταβεβλημένῳ φρονήματι, οἵαν που καὶ περὶ τῆς σῆς ὁσιότητος ἀρτίως ἐμάθομεν, ἐξ ἧς καὶ γράψαι μικρά τινα προετράπημεν.

Καὶ ἵνα μὴ παρακούσωμεν, βραχέα τινὰ καὶ ἀτεχνῆ γράψαι ὑπεκύψαμεν, ὅπως καὶ τὸ καλὸν τῆς ἀρετῆς ἀναμνήσωμεν καὶ τῆς ἀρχῆς τὸ κατόρθωμα. Ἀρχῆς δὲ κατόρθωμα οὐ τὸ ἄρχειν ἁπλῶς, καὶ μόνον σωματικῶς φροντίζειν τοῖς ἀρχομένοις, καὶ ἀγελῶν μεριμνᾶν καὶ ποιμνίων, καὶ τελεσμάτων φροντίζειν καὶ μόνον· τούτων γὰρ καὶ κοσμικοὶ βιωτικοὶ ἐπιμελοῦνται σπουδαίως· ἀλλ’ ἵνα σὺν τούτοις καὶ ψυχὰς ὁ ἀρχηγὸς ἀρχομένων φροντίζῃ, ἐλέγχων, παρακαλῶν, νουθετῶν, συμβουλεύων, πρὸς μετάνοιαν ἄγων. Καὶ εἰ μὲν ἀνύσῃ, ἤνυσεν ἔργον εὐάρεστον τῷ θεῷ· εἰ δὲ μὴ ἀνύσῃ, τὸ ἑαυτοῦ τέως ἀπετέλεκε καὶ ἀνέγκλητος περὶ τούτου τῷ θεῷ καταφαίνεται, ὡς τὸ τάλαντον ἐργασάμενος καὶ τὸ σπέρμα καταβαλών. Εἰ δὲ ὀκνηρὸς ὁ τραπεζίτης ἀναφανῇ, καὶ πετρώδης ἡ γῆ εὑρεθῇ, οἶδεν ὁ τοῦ ταλάντου κύριος καὶ ὁ τοῦ σπόρου γεωργὸς πῶς ἐν καιρῷ συλλέξει τὰ ἑαυτοῦ.

[ΠΕΡΙ ΤΗΣ ΔΙΑΙΤΑΣ ΟΛΟΥ ΤΟΥ ΕΝΙΑΥΤΟΥ] ] θεῖσαν πηγὴν καταλείψας ἐμοὶ τῷ παρεοικότι ἀνύδρῳ πηγῇ πεπληρωμένῃ βατράχων λόγον ὠφελείας ἐπιζητεῖς. Πρόκυψε οὖν καὶ πίε ἐξ ἧς ἀνωτέρω μικρὸν διέγραψα πηγῆς, ἀλλὰ μηδὲν εἰς τὰ βαθύτατα φρέατα προκύψῃς ἐκ προοιμίων, ἵνα μὴ ἀτονήσῃς, ἀλλ’ εἰς τὰ ἐπιπολῆς πρῶτον δεῖ σε προκύψαι, ἤγουν εἰς τὰ εὔληπτα καὶ σαφέστερα τῆς θεοπνεύστου Γραφῆς πηγαῖα διδάγματα, καὶ ποτίσθητι ἐντεῦθεν καὶ πιώθητι καὶ γλυκάνθητι τῷ τῆς καρδίας σου φάρυγγι, καὶ εἶθ’ οὕτως θαρρήσεις προκύψαι καὶ εἰς τὰ βαθύτερα· κοινὸν γὰρ διδασκάλιον καὶ πόμα πηγαῖον, γλυκύτατον ὁμοῦ καὶ σαφέστατον, ἡ θεία Προφητεία καὶ τὸ ἱερὸν Εὐαγγέλιον καὶ ἡ βίβλος τῶν Ἀποστόλων, καὶ ὁ διψῶν τὴν ἑαυτοῦ σωτηρίαν ποτιζέσθω ἐντεῦθεν, καὶ ἀπὸ τῆς ἐμῆς ἀμαθείας ὠφελείας λόγων χρείαν οὐκ ἔχει.

Ὁρῶ γὰρ πολλοὺς ἔχοντας ἐφέσεως ἵνα πρὸς ἕνα ἕκαστον αὐτῶν ἴδιόν τινα λόγον γράψω. Εἴτε ἐν ἀληθείᾳ χάριν ὠφελείας τοῦτο ἐπιζητοῦσιν, εἴτε πειράζοντες τὸ ἡμέτερον φρόνημα τοῦτο ποιοῦσιν, ἀκριβῶς οὐκ ἐπίσταμαι. Καὶ εἰ μὲν πειράζουσιν, οὐδὲν ὠφελοῦνται (ἐῶ γὰρ λέγειν ὅτι καὶ βλάπτονται), ἐὰν δὲ ἀληθεύουσιν, λοιπὸν ἀπαιτήσωμεν καὶ τὸν Θεὸν εἷς ἕκαστος ἡμῶν ἄλλο καὶ ἄλλο Εὐαγγέλιον καὶ Προφητείαν ἕκαστος ἄλλην καὶ ἄλλην καὶ Ἀποστόλους ὁμοίως, ἵνα γένωνται Εὐαγγέλια πλεῖστα καὶ προφητεῖαι καὶ Ἀπόστολοι, καὶ γενήσεται σύγχυσις.

Ταῦτα δὲ λέγων οὐχ ὀνειδίζω τοὺς ἐξαιτοῦντάς με λόγον, ἀλλὰ καὶ πάνυ ἀποδέχομαι τὴν τούτων φιλομαθίαν, μόνον δὲ θαυμάζω ὅτι πῶς οἱ τοιοῦτοι, ἀφέντες τοὺς δυναμένους καὶ τέχνῃ καὶ λέξει καὶ πράξει καὶ θεωρίᾳ διαγράφειν λόγους ὠφελείας, παρὰ τῆς ἐμῆς ἐξαιτοῦνται ἀμαθείας συγγράμματα.

Μηδὲν ἡμᾶς ἀπαιτείτω ἕκαστος βιβλίον ἕτερον καὶ ἕτερον, ἀλλὰ ἓν καὶ τὸ αὐτὸ δύναται σὺν Θεῷ τοὺς πίστει ἐγκύπτοντας ὠφελεῖν. Καὶ γὰρ ὁ πνευματικὸς λόγος οὐκ οἶδεν πρόσωπα διαιρεῖν· κἂν γὰρ πρὸς ἓν πρόσωπον διαλέγεται, ἀλλ’ ὅμως πλείστους παραλαμβάνει τῶν ἀκροατῶν καὶ μεταβαίνει πρὸς ἕτερον ἁπλῶς τὸν βουλόμενον, καθότι οὐ πέφυκε βρῶμα σωματικόν, ἵνα οἱ πρῶτοι τούτων δεξάμενοι καταφάγωσι τοῦτον καὶ ἀφανίσωσι, ἀλλ’ ἔστι βρῶμα πνευματικὸν διατρέφον τοὺς βουλομένους καὶ διαμένον ἀμείωτον. Ὁπηνίκα γὰρ ὁ πνευματικὸς λόγος διαλέγεται περὶ φόβου Θεοῦ ἢ πόθου αὐτοῦ ἢ περὶ ἐντολῶν φυλακῆς ἢ περὶ κακοῦ ἀποχῆς ἢ περὶ μετανοίας καὶ ἐπιστροφῆς ἢ περὶ ἐλεημοσύνης καὶ ἀγάπης καὶ ἄλλης τινὸς ἀγαθῆς ἐργασίας ἢ περὶ μνήμης θανάτου καὶ ταφῆς καὶ ἀναστάσεως καὶ δευτέρας Χριστοῦ παρουσίας καὶ μελλούσης ζωῆς καὶ δικαίων φαιδρότητος καὶ ἁμαρτωλῶν κατηφείας καὶ ὅσα τοιαῦτα, μὴ πρὸς ἓν πρόσωπον διαλέγεται;

Καὶ πάλιν, ὅτε λέγει ὅτι χωρισμὸς ἀπὸ Θεοῦ πέφυκεν ἡ ἁμαρτία καὶ δι’ αὐτῆς ἦλθεν εἰς τὸν κόσμον ὁ θάνατος καὶ δι’ αὐτῆς ἀπὸ τοῦ Νῶε διὰ τοῦ κατακλυσμοῦ ἀπηλίφη “πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς” καὶ δι’ αὐτῆς αἱ Σοδόμων καὶ Γομόρρων ἐτεφρώθησαν πόλεις καὶ δι’ αὐτῆς μέχρι τοῦ νῦν μαστίζεται ὁ κόσμος ταῖς θλίψεσι, μὴ πρὸς ἓν πρόσωπον καὶ ταῦτα πάντα διαλέγεται;

Ὅτε δὲ καὶ περὶ τῆς δίαιτας λέγομεν ὅλου τοῦ ἐνιαυτοῦ τὸ χρήσιμον, οὐχὶ πάντες ὀφείλομεν τὴν τοιαύτην δίαιταν τηρεῖν; Καὶ πολλὰ μέν εἰσι τὰ ὀφειλόμενα τὴν τοιαύτην δίαιταν τηρεῖν, πολλὰ δὲ τὰ ὀφειλόμενα γράφεσθαι· ὧν καὶ ἐπιτόμως μικρὸν ἀνωτέρω μνείαν πεποιήκαμεν. Ἀλλὰ πάντα ἐκεῖνα ἑκουσίως καταλιπόντες κεφαλαιωδῶς καὶ εὐσυνόπτως περὶ τῆς δίαιτας ὅλου τοῦ ἐνιαυτοῦ διαγράψωμεν τῇ ἀγάπῃ σου, καθὼς καὶ ἐκέλευσας, ἵνα ἐπὶ χεῖρας τὰ τοιαῦτα παρακατέχων διὰ παντὸς τὴν γνῶσιν κατέχῃς τῶν ὀφειλόντων φυλάττεσθαι.

Ἐν ἀρχῇ γὰρ διαπλάττων ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα ἰδίαν καὶ καθ’ ὁμοίωσιν, θεοδίδακτον καὶ πληρέστατον καὶ παντὸς ἀγαθοῦ δεκτὸν τοῦτον ἀπήρτισεν. Ἀλλὰ τὸ μέγα τοῦτο ἀξίωμα καὶ τὸ τοσοῦτον καλὸν φθονήσας ὁ σατανᾶς τοῦ καλοῦ ἠλλοτρίωσε· διὸ καὶ πολλῆς δεόμεθα διεγέρσεως καὶ σπουδῆς, πολλῆς δεόμεθα βοηθείας καὶ ὑπὸ τῶν θείων γραφῶν τῆς ἀναγνώσεως, καθὼς καὶ προέφημεν, ἵνα καὶ αὖθις θεοδίδακτοι χάριτι θείᾳ γενόμενοι πρὸς τὸ ἀρχαῖον ἡμῶν ἀνακληθῶμεν ἀξίωμα. Οὐδὲν γὰρ ἄλλο φωτίζει τὸν νοῦν καὶ διακόπτει τὴν ἁμαρτίαν καὶ αὐξάνει τὴν ἀρετὴν καὶ ἀγαπᾶν τὸν Χριστὸν καὶ τηρεῖν τὰς αὐτοῦ ἐντολὰς δύναται ποιεῖν τὸν ἄνθρωπον ὡς ἡ τῶν θείων Γραφῶν μετὰ Θεὸν ἀνάγνωσις.

Καὶ πρὸς τὴν τούτων ὠφέλειαν παραπέμπων ἡμᾶς ὁ Σωτὴρ ἡμῶν ἔλεγεν· “Ἐρευνᾶτε τὰς Γραφάς”, μὴ ἀναγινώσκετε ἁπλῶς, ἀλλ’ ἐρευνᾶτε καὶ γνῶτε τὸν ἐγκείμενον νοῦν τῶν Γραφῶν καὶ καρποῦσθε τὴν ἐντεῦθεν τικτομένην ὠφέλειαν.

Καὶ αὖθις· “Τότε”, φησίν, “διήνοιξε τὸν νοῦν τῶν ἑαυτοῦ μαθητῶν εἰς τὸ συνιέναι τὰς γραφάς”. Καὶ ὁ Ἠσαΐας “ἡ παιδεία Κυρίου” φησὶν “ἀνοίγει μου τὰ ὦτα”. Καὶ ὁ Δαυὶδ “ἀγαθός μοι” φησὶν “ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου” καὶ “ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου” καὶ πεφύκασι ποθεινὰ “ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον· καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά”· ὅστις, φησί, δοῦλός σού ἐστιν ἢ γενέσθαι ἐπιθυμεῖ, οὗτος ἐρευνᾷ καὶ φυλάσσει αὐτά· “ἐν τῷ φυλάσσειν” δὲ “αὐτὰ ἀνταπόδοσις πολλή”, καὶ οὐ κοπιάσει κενῶς πρὸς τὴν αὐτῶν φυλακήν.

Ἐπεὶ δὲ σύ, τέκνον πνευματικόν, τῇ ἀναγνώσει σχολάζειν οὐ δύνασαι, εὐλόγως ἡμᾶς παρεκάλεσας τοῦ εὐσύνοπτόν τι καὶ ἐπίτομον περὶ ὅλου τοῦ ἐνιαυτοῦ διαγράψαι σοι· εἶξα οὖν τῇ κελεύσει σου, καὶ ὅρα λοιπόν, καὶ λέγω σοι καὶ φύλαττε τὰ λεγόμενα, ἐπεὶ οὐδὲ κοιλίας ἐμῆς ἐπιπλάσματα, οὐδὲ χειλέων ἡμῶν ἀφελῆ συντροπώματα διαγράψω σοι, ἀλλ’ ἐξ ὧν καὶ μεμάθηκα.

Γνῶθι οὖν ἀσφαλῶς ὅτι λελυμέναι ἀπὸ κανόνων ἓξ ἑβδομάδαι εἰσὶν ἐν ὅλῳ τῷ ἐνιαυτῷ, ἤγουν ἡ προφωνήσιμος, ἣν καὶ ἀτζιβούριδος ὀνομάζομεν, ἡ τυροφάγος, ἡ διακαινήσιμος, ἡ τοῦ Ἁγίου Πνεύματος καὶ ὅλα τὰ Δωδεκαήμερα· πλὴν “πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται”. Καὶ πάλιν λελυμέναι εἰσὶν αἱ δεσποτικαὶ πᾶσαι ἑορταὶ τῆς τε πανάγνου Δεσποίνης ἡμῶν καὶ τοῦ τιμίου Προδρόμου, ἄνευ τῆς ἀποτομῆς, τοῦ τε Πέτρου καὶ Παύλου τῶν κορυφαίων καὶ οἵα καὶ οἵου λάχῃ ἡμέρα ἐκ τῶν δώδεκα Ἀποστόλων. Πλήν, ὡς προέφθην εἰπών, κατὰ τὸν θεῖον Ἀπόστολον, “πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται”, τουτέστιν οὔτε ἀφειδῶς εἰς πάντα τὰ βρώματα δεῖ καταλύειν οὐδὲ πάλιν νηστεύειν τελείως περὶ τὴν τοιαύτην ἑορτήν, ἀλλὰ νηστεύειν μὲν τὸν κοσμικὸν προσήκει τὸ κρέα, καταλύειν δὲ εἰς τυρὸν καὶ εἰς τὰ λοιπὰ διὰ τὴν τοιαύτην ἑορτήν· τὸν μοναχὸν δὲ νηστεύειν δεῖ ἀπὸ τυροῦ καὶ εἴτι ἀφ’ αἵματος πέφυκε, καταλύειν δὲ εἰς ἔλαιον καὶ εἰς οἶνον καὶ ἰχθύας καὶ αὐτὸς διὰ τὴν ἑορτήν. Εἰ δέ που τύχῃ τις ἀσθενὴς ἢ ὀλιγόψυχος καὶ λύσῃ εἰς βρῶσιν πᾶσαν καὶ πόσιν, ξένον οὐδέν.

Ὅστις δὲ χωρὶς τῶν εἰρημένων ἑορτῶν τε καὶ ἑβδομάδων λύσει Τετράδαν εἴτε Παρασκευήν, τῶν θείων κανόνων δείκνυται παραβάτης καὶ ὡς ἄπληστος ὁμοῦ καὶ κοιλιόδουλος δικαίως εὐκαίρως κατακριθήσεται. Ὅσοι δὲ κρεοφαγοῦσι Τετράδαν εἴτε Παρασκευήν, τῆς Ἀποκρέου φημί, παρανομοῦσιν ὄντως διακενῆς ὡς λύοντες ἀναιδῶς τὰ προοίμια τῆς νηστείας.

Ὅσοι δὲ σφαττομένου ζῴου λάβουσι τὸ αἷμα καὶ ἑψήσαντες φάγουσι, καὶ οὗτοι τὸν θεῖον νόμον παρέβηκαν καὶ τοὺς ἁγίους κανόνας ἠθέτηκαν. Εἰ δέ που καὶ ἀντιλέξει τις ὅτι· Ὀλιγοστὸν αἷμα λαμβάνω, τὸ δὲ πλεῖστον συγχωρῶ τὴν σφαγὴν κενῶσαι ἐπὶ τῆς γῆς, λέγω κἀγὼ ὅτι καὶ ὁ προπάτωρ ἡμῶν ὀλίγον καρπὸν ἐκ τοῦ ξύλου ἐκείνου λαβὼν καὶ φαγὼν ὅλην πάντως παρέβη τὴν ἐντολήν. Καὶ σὺ αὐτὸς διὰ τοῦ ὀλίγου ἐκείνου οὗ ἔλαβες αἵματος ὅλην κατέλυσας τοῦ Θεοῦ τὴν ἐντολὴν ἐκείνην τὴν φάσκουσαν· “Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα, πλὴν κρέα ἐν αἵματι ψυχῆς αὐτοῦ οὐ φάγεσθε”· καθάπερ γὰρ προλαβὼν ἔλεγεν τῷ Ἀδὰμ ὅτι “ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου οὐ φάγεσθε ἀπ’ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε”, οὕτω καὶ τῷ Νῶε καὶ ἡμῖν ἐνετείλατο λέγων· “Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα, πλὴν κρέα ἐν αἵματι ψυχῆς αὐτοῦ οὐ φάγεσθε”.

Ταύτην οὖν ἀνανεοῦσαι τὴν ἐντολὴν αἱ Πράξεις τῶν Ἀποστόλων τρανῶς ἀπεφήναντο· “Ἀπέχεσθαι δέ”, φησίν, “αἵματος καὶ πνικτοῦ καὶ θνησιμαίου καὶ τῆς πορνείας”. Καὶ πάλιν ὁ ἑξηκοστὸς τρίτος κανὼν τῶν Ἀποστόλων λέγει· “Ὅστις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ἕτερός τις φάγῃ κρέα ἐν αἵματι ψυχῆς αὐτοῦ ἢ θηριάλωτον <ἢ θνησιμαῖον>, καθαιρείσθω· τοῦτο γάρ, φησί, καὶ ὁ νόμος ἀπεῖπεν· εἰ δὲ λαϊκός, ἀφοριζέσθω”.

Ἀλλὰ καὶ ἡ ἐπὶ Ἰουστινιανοῦ σύνοδος εἰς τὸν ἑξηκοστὸν ἕβδομον κανόνα αὐτῆς οὕτως λέγει, ὅτι ὅσοι “διὰ τὴν λίχνον γαστέρα αἷμα οἱουδήποτε ζῴου τέχνῃ τινὶ κατασκευάζουσιν ἐδώδιμον καὶ οὕτω τοῦτο ἐσθίουσι, προσφόρως ἐπιτιμῶμεν· εἴ τις οὖν”, φησίν, “ἀπὸ τοῦ νῦν αἷμα ζῴου ἐσθίειν ἐπιχειρήσοι οἱῳδήποτε τρόπῳ, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω”.

Ὅρα λοιπόν μοι, ἀγαπητέ, τῶν ἀποστολικῶν διατάξεων τὴν ἀκρίβειαν καὶ τῶν ὁσίων πατέρων τὸν δικαιότατον ὅρον, πῶς ταῖς γραφικαῖς ἑπόμενοι ῥήσεσιν νομοθετοῦσι δικαιότατα καὶ ὅτι ὅσοι τὸ αἷμα ἐσθίουσιν οὐχ ἔλαττον ἔχουσιν ἔγκλημα τῶν πορνευόντων καὶ τῶν ἐσθιόντων πνικτὰ καὶ θνησιμαῖα καὶ τὰ θηριάλωτα. Καὶ γὰρ μάλα δικαίως τοῦτο κωλύουσι· ἐπειδὴ γὰρ ἡ τοῦ ζῴου ψυχὴ τὸ αἷμα αὐτοῦ ἐστιν, ὥρισεν ὁ Θεὸς ἵνα τὸ αἷμα ὡς ψυχὴν ἀποδίδως πρὸς αὐτόν, τὸ δὲ σῶμα, ἤτοι τὸ κρέα, φάγεις αὐτός. Ὥστε τὴν πλείων μᾶλλον μοῖραν καὶ πιοτέραν δέδωκέν σοι. Εἰ δὲ σὺ χρῄζεις τὸ αἷμα, ῥῖψον ἔξω ὅλον τὸ κρέα καὶ λάβε τὸ αἷμα, εἰ ἀρεστόν σοι.

Ἐὰν δὲ καὶ τὰ ἀμφότερα φάγῃς, γέγονας πλεονέκτης καὶ κακὸς μεριστὴς φαγὼν σὺν τῇ μοίρᾳ τῇ σῇ καὶ τὴν μοῖραν τοῦ Θεοῦ καὶ ἔφαγες σύμψυχον ὅλον τὸ ζῷον, καὶ ἐλογίσθη νεκρόν· ὅτε γὰρ ἐπὶ πίνακος τὸ αἷμα κρατήσῃς ἢ τὴν σφαγὴν καταφράξῃς καὶ εἰς τὰ ἐνδόσθια τοῦ κτήνους ἐναπομεί[***].