Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Η έβδομη ημέρα, ο Παράδεισος και η παρακοή των πρωτοπλάστων (Λόγοι Ζ'–Η')

Η κατάπαυση του Θεού, η δημιουργία της Εύας, η ζωή των πρωτοπλάστων στον Παράδεισο της Εδέμ, η πλάνη του όφεως και η έξωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 10

ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ Τοῦ αὐτοῦ, λόγος ἕβδομος· Περὶ τῆς ἐν τῇ ἑβδόμῃ εὐλογίας καὶ καταπαύσεως καὶ ἀριθμὸς ἔργων Θεοῦ. Περί τε τοῦ Παραδείσου καὶ τοῦ Ἀδάμ, ὃς πρὸ τῆς παραβάσεως προφητείας καὶ γνώσεως καὶ σοφίας πολλῆς ἦν ἠξιωμένος. Εὐλόγησον, πάτερ.

Ἡ θεία χάρις ἡ δράσασα ὑπερκάλως δι’ ἡμερῶν ἓξ τὸν σύμπαντα κόσμον καὶ ἁγιάσασα τὴν ἑβδόμην, μὴ κατά τι ἡμᾶς συγχωρήσῃς περιπλανᾶσθαι τῷ νῷ μηδὲ ἔξω τοῦ σκοποῦ τῆς γραφῆς τὸ τοῦ λόγου βέλος ἐξακοντίζειν, ἀλλὰ μεθ’ οὗ Πνεύματος ὁ μέγας ἐδημηγόρει Μωσῆς ὁ θεράπων σου καταύγασον καὶ τὴν ἡμῶν ταπεινότητα λέγειν ἐν ἀσφαλείᾳ τὰ ὄργια τῆς χάριτός σου, εἰς σὴν δόξαν καὶ οἰκοδομὴν πάντων ἡμῶν, προσφοιτώντων ἐπ’ ἔργοις χρηστοῖς καὶ καταπαυόντων πρὸς τὰ εὐάρεστά σοι. «Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν». Αἱ γὰρ λοιπαὶ ἓξ ἀντ’ εὐλογίας ἐπλούτουν τὰς θεοκτισίας, ἡ δὲ ἑβδόμη, μὴ ἔχουσα κτίσμα, ἀλλὰ κατάπαυσιν καὶ ἡσυχίαν, εὐλογίας καταξιοῦται καὶ ἁγιασμοῦ, προχαράττουσα ἤδη καὶ προμηνύουσα τὴν Χριστοῦ ἐν τῇ ἑβδόμῃ κατάπαυσιν ἐπὶ τοῦ μνήματος, δι’ ἧς εὐλογήθημεν καὶ εὐλογούμεθα οἱ πρὸς αὐτὸν πεποιθότες τῇ αὐτοῦ χάριτι. «Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν», ἤτοι ἀφιέρωσεν αὐτὴν ἑαυτῷ τοῦ φυλάττεσθαι αὐτὴν ἄεργόν τε καὶ καταπαύσιμον, ἐν ᾗ οὐδὲ πρὸς ξύλων συλλογὴν συνεχωροῦντο Ἰουδαῖοι προσάπτεσθαι.

Ἣν καὶ μετὰ τὴν παῦλαν τοῦ νόμου καὶ τῇ τούτου σκιᾷ Ἰουδαῖοι ἔτι περικαθήμενοι, τῷ μεγάλῳ φωτὶ τῷ τῆς χάριτος ὡς μυωπάζοντες οὐ προσβλέπουσι. «Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι», ἅτινα εἶεν ὡς ἔμοιγε δοκεῖ ἔργα, ἤτοι· ἐν τῇ πρώτῃ ἡμέρᾳ τέσσαρα· οὐρανός, ὕδατα, γῆ καὶ τὸ φῶς. Ἐν τῇ δευτέρᾳ, τὸ στερέωμα. Ἐν τῇ τρίτῃ τρία· ὑδάτων συναγωγή, ἡ βλάστησις παντὸς χόρτου καὶ ἡ βλάστησις παντὸς ξύλου. Ἐν τῇ τετάρτῃ ἔργα τρία ἢ καὶ τέσσαρα σὺν τῷ πυρί· ἥλιος, σελήνη, ἀστέρες· εἰκὸς γὰρ καὶ τὸ πῦρ ἐν τῇ τετάρτῃ γενέσθαι, ἐξ οὗ ὁ ἥλιος καὶ ὁ αἰθήρ. Σελήνην δὲ καὶ ἀστέρας ἐκ τοῦ φωτὸς συνέπηξεν, ὥσπερ καὶ ἐκ τῶν ὑδάτων στερέωμα. Καὶ ὥσπερ ἐν τῇ πρώτῃ τὸ φῶς, οὕτω καὶ ἐν τῇ τετάρτῃ τὸ πῦρ. Ἐν δὲ τῇ πέμπτῃ, ἐκ τῶν ὑδάτων ἔργα τρία· ἑρπετά, πετεινά, καὶ τὰ κήτη τὰ μεγάλα. Ἐν δὲ τῇ ἕκτῃ, ἐκ τῆς ξηρᾶς ἔργα ἕξ, τετράποδα, ἑρπετά, θηρία, κτήνη, ὁ παράδεισος, καὶ ὁ τούτων ἁπάντων ἔξαρχος ἄνθρωπος, ὁμοῦ ἔργα εἴκοσι καὶ δύο, μετὰ δὲ τῆς γυναικὸς εἴκοσι καὶ τρία, ὅπως τρισεπτάδα καὶ δυάδα κτίσις κτίστην ἄκτιστον δοξάζει τριάδα.

Ἐπεὶ δὲ φθάσασα ἐδήλωσεν ἡ γραφὴ ὅτι «ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον», καὶ ὅτι «ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς», οὐκ ἐδήλωσε δὲ πόθεν αὐτοὺς ἔπλασεν, ἰδοὺ προϊοῦσα ῥητορεύει καὶ περὶ τούτων, λέγουσα ὧδε· «Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς», ἤτοι ἐνεπνεύσθη ἐν τῷ προσώπῳ αὐτοῦ πνοὴ ζωῆς, «καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». Ἀξιάγαστος μὲν γὰρ καὶ ὁ τῆς πλάσεως τρόπος, ὅτι ἐκ μονοειδοῦς χοὸς μόρια διέπλασε πλεῖστα, σάρκα, ὀστᾶ, νεῦρα, δέρμα, ὄνυχας, τρίχας, καὶ τὴν ἐντὸς πολυσχίδιον παράβυστον οἰκονομίαν. Ἀξιαγαστοτέρα δὲ ἡ τῆς συγκαταβάσεως ἄπειρος ὑπερβολή, πῶς ἡ ἀσώματος φύσις ἐκείνη καὶ ἀκατάληπτος σωματικὰ μόρια φορεῖν ἀνέχεται καὶ ἡμῖν διαλέγεσθαι.

Τὸ γὰρ «ἔλαβε» καὶ τὸ «ἔπλασε» καὶ τὸ «ἐνεφύσησε» καὶ ὅσα τοιαῦτα, σωματικῶν μελῶν εἰσὶν ἀποδείξεις. Ἀλλ’ ὅμως ἀνέχεται τούτων τῷ λόγῳ, ἵνα δείξῃ ὅσης τιμῆς καὶ ἀξίας τὸν ἄνθρωπον κατηξίωσε. «Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν». Τὰ γὰρ κοινὰ ξύλα πάντα, κατὰ τὴν τρίτην ἡμέραν ἡ γῆ ἐξανέτειλεν, ὅτε καὶ ὁ χόρτος. Τὰ δὲ ὡραῖα ξύλα τοῦ παραδείσου κατὰ τὴν ἕκτην, διὸ καὶ προσέθηκε τό· «Ἐξανέτειλε πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ». Ἄρχοντα γὰρ καὶ βασιλέα τοῦτον χειροτονήσας πάντων αὐτοῦ τῶν ἐπιγείων κτισμάτων, εἰκότως λοιπὸν καὶ ἰδιάζουσαν πόλιν τινὰ πρυτανεύει αὐτῷ, πρὸς τέρψιν καὶ ἀπόλαυσιν, τὸ ἱερώτατον καὶ πάνυ ὡραιότατον ἐκεῖνο τὸ τοῦ παραδείσου χωρίον. «Ποταμὸς δὲ ἐπορεύετο ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον», ὅς, μετὰ τὸ ἀρδεῦσαι τὸν θεῖον καὶ μέγιστον κῆπον ἐκεῖνον, «ἀφορίζεται», φησίν, «εἰς τέσσαρας ἀρχάς»· «Φισών, ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ», ἐν οἷς «τὸ χρυσίον καλὸν καὶ λίθος ὁ πράσινος». «Γεών, ὁ κυκλῶν γῆν Αἰθιοπίας» καὶ πλημμυρίζων τὴν Αἴγυπτον.

Τίγρης καὶ Εὐφράτης, ἀρδεύοντες Ἀσσυρίους, ὧν ἡ μεταξὺ συγκλειομένη γῆ τῆς Μεσοποταμίας Ἀσσυρίας εἴωθε λέγειν. «Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν». Οὔτε γὰρ ἐργασίας ἐκ χειρὸς τοῦ Ἀδὰμ ἔχρηζεν ὁ παράδεισος οὔτε φυλακῆς ἐδεῖτο δι’ αὐτοῦ. Κλέπτης γὰρ οὐ παρῆν, τὰ ζῶα ὑποχείρια ἦν. Ἀλλ’ ὅμως ἐντέταλται οἰκονομικῶς, σχολήν τινα ἔχειν περὶ τοῦ παραδείσου, ἐργάζεσθαι δὲ νοητῶς ἐν ὑψηλῇ θεωρίᾳ περὶ τοῦ πεποιηκότος καὶ τιμήσαντος ὑπερφυῶς, φυλάσσειν δὲ αὐτοῦ τὰ μυστήρια καὶ τὴν δοθεῖσαν ἐντολὴν μὴ ἐκκαλύπτειν ὑποχειρίοις κτήνεσι καὶ θηρίοις. Καὶ πᾶσαν μὲν ἀπόλαυσιν ἔχειν ἀπὸ παντὸς καρποῦ καὶ ξύλου τοῦ παραδείσου προτρέπεται, ἑνὸς δὲ καὶ μόνου ἀπέχεσθαι, τῶν δὲ λοιπῶν πάντων ἐπαπολαύειν. Τοῦτο γὰρ δηλοῖ ὅτι «ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς». Ἵνα δὲ γνῷ, ὅτι, κἂν πάντων βασιλεύῃ, ἀλλὰ ἄνωθεν ὑπὸ τοῦ κτίσαντος βασιλεύεται καὶ ὀφείλει ὑποτάσσεσθαι καὶ τηρεῖν ἐντολὴν ἑνὸς ξύλου εἴργηται, τοῦ ἐν μέσῳ τοῦ παραδείσου, ἐξ οὗ, οὐ μόνον ἁπλῶς μὴ φαγεῖν, ἀλλὰ μηδ’ ἅψασθαι αὐτοῦ. Καὶ ἡ ἀπειλὴ φοβερά, ἵνα μή, φησί, «θανάτῳ ἀποθανεῖσθε».

Εἶτα προσάγει αὐτῷ ἀγέλας καὶ γένη πολλὰ κτηνῶν, ἑρπετῶν, θηρίων, πετεινῶν, ἐναλίων, νηκτῶν, καὶ τὰ λοιπὰ κατὰ γένος, ἐφαλίων, ἀμφιβίων, καὶ χερσαίων, ὅπως, καθάπερ δούλοις δεσπότης ὀνόματα ἐπιθῇ, καὶ ὃ ἐκάλεσεν ἕκαστον τούτων, τοῦτο, φησίν, ὄνομα αὐτῷ. Οὐ μὴν δέ, ἀλλὰ καὶ τὴν ἐκ τῆς αὐτοῦ πλευρᾶς ληφθεῖσαν αὐτὸς ἐπωνόμασε «Ζωήν, ὡς μητέρα τῶν ζώντων», καὶ ὅτι αὕτη λέγων «κληθήσεται γυνή», τουτέστι γονή, διὰ τὸ μέλλειν μετὰ ταῦτα τεκνογονεῖν.

Ἐντεῦθεν γὰρ διδασκόμεθα ὅτι καὶ προφητείας καὶ πολλῆς γνώσεως καὶ σοφίας ὁ θεόπλαστος ἐκεῖνος ἦν ἠξιωμένος. Καὶ εἰ μὴ τοῦτο ἦν αὐτῷ, πόθεν ἂν ἴσχυσε καταλλήλως ἕκαστον τῶν ζῴων καὶ γενῶν τοσούτων ὀνόματα εὑρηκέναι; οὔτε εἶδε πώποτε οὔτε ἤκουσεν ὅλως, πρόβατα καὶ βόας, ἵππους καὶ καμήλους, ὄνους καὶ ὀνοκενταύρους, ἐλέφαντας, ἐλάφια καὶ μονοκέρους καὶ τὰ ἑξῆς πλήθη τῶν χερσαίων, λεόντων, λεοντοπάρδων καὶ παρδάλεων καὶ τὰ ἑξῆς τῶν θηρίων, ἀετούς, ἱέρακας, βούφους καὶ τὰ λοιπὰ γένη τῶν πετεινῶν, κήτη θαλάσσης, τρυγονοβοὺς καὶ δελφίνους, καὶ τὰ ἑξῆς πλήθη τῶν ἐναλίων, ἐξ ὧν μετρίως ὁ πέμπτος ἐμνήσθη λόγος καὶ ὁ ἕκτος, ἵνα μὴ κατὰ μέρος αὐτὰ καταλέγοντες εἰς ἄπειρον πλῆθος λόγων ἐπεκταθῶμεν. Ἀλλὰ καὶ ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα ἐξ ὀνόματος εἰς μέσον ἠγάγομεν, ὡς τὴν τοῦ Θεοῦ ἀπειροτάτην δύναμιν καὶ σοφίαν καὶ ἐξουσίαν ὑπερθαυμάζοντες, ὅτι ἐξ ὑδάτων καὶ ἀπὸ ξηρᾶς γῆς πλήθη καὶ γένη τοσαῦτα παρήγαγε θελήσει καὶ μόνῃ, καὶ πῶς πάλιν ὃν ἔπλασεν ἄνθρωπον ῥᾳδίους καὶ προσηκούσας ὀνομασίας ἐκάλεσε πλήθη τοσαῦτα καὶ γένη.

Ἀλλ’, ὢ τῆς ἀφάτου ζημίας. Μετὰ γὰρ τὴν διαβολικὴν δραματουργίαν ἐκείνην καὶ παράβασιν, καθάπερ τις ἀσυνέτως, ἐπειρᾶτο κρύπτεσθαι κτίσαντα Θεόν. Ἡμεῖς δὲ τούτων ἀκούοντες, ἀδελφοί, ἐννοήσωμεν συνεχῶς, πῶς αἰσχύνης τε καὶ γυμνώσεως αἴτιος καθ’ ἑκάστην ἡ ἁμαρτία, καὶ τοσοῦτον κακόν, ὡς ἀποβουκολεῖν καὶ ἀποσκορακίζειν τοὺς ἐργάτας αὐτῆς ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ προσσχῶμεν ἑαυτοὺς ἀκριβῶς, μὴ ἁλωθῆναι ταῖς παγίσιν αὐτῆς, ἀλλὰ συστείλωμεν ἑαυτοὺς ἀπὸ προσώπου αὐτῆς, καὶ τῶν γηγενῶν τῆς σαρκὸς καὶ ἐμπαθῶν θελημάτων μὴ ἁλισκώμεθα, τῷ θείῳ Παύλῳ πειθαρχούμενοι λέγοντι, ὅτι «τὸ φρόνημα τῆς σαρκός, ἔχθρα εἰς Θεόν· τῷ <γὰρ> νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται». Καὶ αὖθις· «Εἴ τις», φησί, «πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωή, διὰ δικαιοσύνην». Καὶ μάλα εἰκότως. Ἔνθα γὰρ Χριστοῦ πνεῦμα καὶ φόβος καὶ πόθος, «νέκρωσις ἁμαρτίας καὶ ζωὴ διὰ δικαιοσύνης». Ἣν ἡμᾶς καρπωθῆναι χαρίτωσον, ἡ ζωαρχία τῶν ζώντων, θεαρχικώτατε Χριστὲ βασιλεῦ, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ πρέπει σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε, καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΟΓΔΟΟΣ Τοῦ αὐτοῦ, λόγος ὄγδοος· Περὶ τῆς ἀφαιρεθείσης ἐκ τοῦ Ἀδὰμ πλευρᾶς εἰς γυναῖκα καὶ τῆς αὐτοῦ περὶ αὐτῆς προφητείας. Εἶτα πάλιν πρὸς τοὺς ληρῳδοῦντας, ὅτι τὸ ξύλον ἡ γυνὴ ἦν. Καὶ αὖθις ἀπόδειξις, τί ἦν τὸ ξύλον. Εὐλόγησον, πάτερ.

Ἀξίως γὰρ καὶ δικαίως ἐθαυμάσαμεν χθὲς Θεοῦ σοφίαν καὶ δύναμιν, ὅτι ἐκ μονοειδοῦς χώματος πολλὰ μέλη διαπλάσας ἀπετέλεσεν ἄρτιον ἄνθρωπον, καὶ τοῦ τοιούτου ἀνθρώπου τὴν σύνεσιν καὶ τὴν σοφίαν ὑπερηγάσθημεν, δι’ ἧς ἴσχυσε τοσούτων κτηνῶν διάφορα ὀνόματα καλέσαι κατάλληλα. Ἀλλά γε καὶ σήμερον ἀξιάγαστά τινα καὶ μηδὲν τῶν χθὲς ῥηθέντων ἀπολειπόμενα ὁ λόγος ἡμῖν ἥκει διαλεξόμενος, ἵνα καὶ αὖθις ὑπερθαυμάσωμεν ὅτι ὁ μὲν Θεὸς ἐκ μικροῦ ὀστέου μονοειδοῦς πολλὰ καὶ αὖθις καταρτίσας μόρια σώματος γυναῖκα ὁλόκληρον ἀπεφήνατο, ὁ δὲ Ἀδὰμ περὶ αὐτῆς τὰ μέλλοντα προφητεύει τρανώτατα. Τὸ ἀξιάγαστον, ὅτι οὐχ ἁπλῶς ὕπνον κοινόν, ἀλλὰ καὶ ἔκστασιν αὐτῷ ἐπιβαλὼν ὁ Θεὸς καὶ τὴν πλευρὰν ἀφελὼν καὶ τὴν τομὴν ἰασάμενος ἀσφαλῶς καὶ τὴν πλευρὰν εἰς γυναῖκα μετασκευάσας καὶ ἀγαγὼν αὐτὴν πρὸς αὐτὸν οὐδὲ αὐτὸν διέλαθε πόθεν ἐλήφθη. Ἀλλά· «Τοῦτο» λέγων, «νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου», εἶτα καὶ περὶ τῶν ἐσομένων προφητεύει σαφέστατα· «Αὕτη» λέγων «κληθήσεται γυνή», ἀντὶ τοῦ γονή, ἐξ ἧς καὶ ἡ γονὴ προκατήρξατο· «Κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου», δηλαδὴ τοῦ πράγματος τούτου, ὅτι ἐκ τοῦ ἀνδρὸς ἡ γυνή, «καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν».

Ἰδοὺ περὶ τῶν ἐσομένων ἀτεχνῶς προφητεία, ἀριδήλως παραδηλοῦσα τὴν τῶν μελλόντων πραγμάτων ἀπόβασιν. Τὴν δὲ τότε αὐτῶν ἀπάθειαν παραδηλοῦσα ἡ γραφὴ λέγει· «Καὶ ἦσαν καὶ οἱ δύο γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο». «Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς». Τῶν θηρίων γὰρ φρονιμώτατος ἦν, οὐκ ἄλλου τινός. «Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί. Τί ὅτι εἶπεν ὁ Θεὸς οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;».

Ἐρώτησις. Ἆρα ἐν ἀνθρωπίνῃ διαλέκτῳ ὡμίλησεν ὁ ὄφις τὰ ῥήματα ταῦτα τῇ γυναικί; Ἀπόκρισις. Οὐδαμῶς. Τῆς γὰρ ἀνθρώπου διαλέξεως οὔτε θηρίον οὐδὲ ἄλλο τι ζῴων ἦν ἠξιωμένον. Οἱ δὲ πρωτόπλαστοι, ὡς πολλῆς Θεοῦ σοφίας καὶ γνώσεως ἠξιωμένοι, ἐγίνωσκον, ὡς δεσπόται, πᾶσαν φωνὴν κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ πάντων ἁπλῶς. Ἔνθεν καὶ τοῦ ὄφεως ἐν τῇ ἰδίᾳ ὁμιλοῦντος διαλέκτῳ, ᾐσθάνετο ἡ γυνὴ τὰ λεγόμενα. Ἐπεὶ δὲ ὅ τε ὄφις καὶ ὁ δι’ αὐτοῦ φθεγγόμενος διάβολος ἀλλόκοτα ἐλάλουν, ὡς ἀγνοοῦντες τῆς ἐντολῆς τὸ ἀπόρρητον, διορθοῦται ἡ γυνὴ τὸ ἀγνοούμενον τῷ ἐχθρῷ καὶ ἀντὶ τοῦ ἀποκροῦσαι, φησὶ πρὸς αὐτόν, ὅτι· «Ἀπὸ παντὸς μὲν ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπ’ αὐτοῦ, οὐδὲ μὴ ἅψεσθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε».

Μαθὼν δὲ ὁ ἀπατεὼν τῆς ἐντολῆς τὸ ἀπόρρητον, εὐθυβόλως τὸ τῆς ἀπάτης ἐπιρρίπτει δέλεαρ, πλῆρες μεστωμένου ἰοῦ θανατηφόρου, καί· «Οὐ θανάτῳ ἀποθανεῖσθε», ἀντέφησεν· «οἶδε γὰρ ὁ Θεός, ὅτι ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν». Ὢ τῆς πλάνης, ὢ τῆς μανίας. Τὴν προκοπὴν ὑμῶν, φησί, φθονήσας ὁ Θεός, ἵνα μὴ καὶ ὑμεῖς ὁμοιωθῆτε αὐτοῦ γενόμενοι θεοί, τὴν τοῦ ξύλου διεκωλύσατο βρῶσιν, οὐ μέντοι καὶ ἀποθανεῖσθε. Ὄντως, «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί». Πιστεύει ἡ γυνὴ τὰ τῆς ἀπάτης ἐναγῆ τοῦ ἀπατεῶνος ῥήματα, τὸν πανώλην ἡγεῖται τοῦ δεσπότου πιστότερον, περιεργοτέροις ὄμμασι κατανοεῖ τὴν τοῦ ξύλου καὶ τοῦ καρποῦ καλλονὴν καὶ ὡραιότητα, καὶ λαβοῦσα ἐκ τοῦ καρποῦ ἔφαγε. Πῶς δὲ ἔφαγεν, εἴτε αἰσθητῶς εἴτε νοητῶς οὐκ ἴσμεν, τοῦτο καὶ μόνον τῆς γραφῆς ἀναφανδὸν μαρτυρούσης, ὅτι ἔφαγεν, δηλονότι ὡς ἦν ἔθος ἐκείνῃ τότε τῇ φύσει μετεσχηκέναι τροφῆς. Προσοίσασα δὲ καὶ τῷ ἀνδρὶ καὶ φαγόντες ἑκάτεροι, θέος καὶ διάβλεψιν ὀξυδερκοτέραν καραδοκοῦντες, τοὐναντίον μᾶλλον ἀπέβη καθόλου, ὅτι καὶ ὃ ἐδόκουν παρακατέχειν ἀξίωμα καρπαλίμως ἤρθη ἀπ’ αὐτῶν. Καὶ τὴν ἰδίαν περιβλεψάμενοι γύμνωσιν κατῃσχύνθησαν καὶ Θεοῦ ἀποκρυβῆναι πειρώμενοι ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου ἐκρύπτοντο, συκῆς φύλλα περισκεπόμενοι.

Δῆλον ὅτι ἐξ οὗ ἔφαγον καὶ ἐγυμνώθησαν, ἐν τούτῳ καὶ περικρύπτονται καὶ τὰ φύλλα περικαλύπτονται. Ἐξεῖπε γὰρ ἡ γραφὴ προλαβοῦσα τοῦ ξύλου τὸν τόπον, ὅτι ἐν μέσῳ ἀνέτειλε τοῦ παραδείσου. Μετὰ τὴν παράβασιν, ἐξεῖπεν πάλιν, ὅτι ἐκρύβησαν ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου, ἐκείνου δηλαδὴ ἐξ οὗ ἔφαγον καὶ ἐγυμνώθησαν.

Καταφεύγουσι καὶ καλύπτονται φύλλοις, ἀντιλήψεως τάχα τινὸς ἐκ τούτου καραδοκούμενοι. Οἱ δὲ τολμηρῶς λέγοντες καὶ ἀπερισκέπτως, ὅτι ἡ γυνὴ ἦν τὸ ξύλον, τάχα καὶ τῶν ξύλων τυγχάνουσι ξυλωδέστεροι, καὶ ὡς παραπαίοντες καταγέλαστοι, ὡς μὴ τῇ θείᾳ γραφῇ παρεπόμενοι, ἀλλὰ τῷ ἰδίῳ φρονήματι ἁλισκόμενοι παρακιρνῶσι τὰ μὴ προσήκοντα. Τῆς γυναικὸς γὰρ ληφθείσης ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, τοῦ δὲ ξύλου ἐκφυέντος ἐκ μέσου τοῦ παραδείσου, πῶς ἡ γυνὴ ξύλον; πῶς δὲ καὶ ἰδοῦσα ὡραῖον τὸ ξύλον καὶ καλὸν εἰς βρῶσιν ἔλαβεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἔφαγε; πῶς δὲ καὶ ὁ Ἀδὰμ ἐξ αὐτῆς ἔλαβε καὶ ἔφαγεν; Ἐκεῖ «ἐξανέτειλεν ὁ Θεὸς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν». Τί λέγεις; γυναῖκα ἦσαν καὶ ταῦτα; ἀλλ’ οὐκ ἀνέχομαι, πίστευσον, πολλὰ τοιαῦτα γελοιωδῶς καταλέγειν εἰκῆ. Λέξω δὲ τὸ τῆς γραφῆς ἀτεχνῶς, ὅτι ἡ μὲν γυνή, γυνὴ ἦν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, τὸ δὲ ξύλον συκῆ ἦν ἐν μέσῳ τοῦ παραδείσου, ὡς καὶ ἡ γραφὴ συνεσκιασμένως παραδηλοῖ. Καὶ ἡμεῖς ἠναγκάσθημεν περὶ τοῦδε τοῦ ξύλου φάναι ταῦτα, διὰ τὰς ἀλλοκότους καὶ μὴ προσηκούσας ἔχοντας περὶ τούτου τὰς ὑπολήψεις καὶ βλασφημούντων τὸν Κύριον, ὡς ὅτι ἐμπαθῆ αὐτὸν ἔπλασεν. Διατί αὐτόν, πάθει περιπεσόντα, θανάτῳ καταδικάζει;

εὔδηλον γάρ, ὅτι, ἀπαθεῖς ὄντες καὶ ἐκ πολλῆς ἁπλότητος φενακισθέντες πονηρᾷ συμβουλῇ, ἐγυμνώθησαν, καὶ πολλῷ δέει περικλονούμενοι ἐν τῷ ξύλῳ, ἐξ οὗ ἔφαγον, περικρύπτονται, ἀντιλήψεώς τινος ἴσως ἐκ τούτου καραδοκούμενοι. Εἶτα αἰσθάνονται ὅτι ὁ Θεὸς ἥκει ἐν τῷ παραδείσῳ τούτους καταζητῶν καὶ ψόφον ἐνηχοῦνται ποδῶν Θεοῦ, ἐξ οὗ καὶ φωνὴ κράζουσα φιλανθρώπως· «Ἀδάμ, ποῦ εἶ»; Δηλαδή, σὺ θέασαι ποῦ εἶ, καὶ ἀπὸ ποίου ὕψους ἐν ποίῳ χάσματι κατηνέχθης; «Ἐγὼ γὰρ εἶδον καὶ ὁρῶ ποῦ εἶ καὶ ποῦ κατακρύπτει, καὶ ἥκω ἀπεριγράπτως πρὸς σὲ κράζων· Ἀδὰμ ποῦ εἶ;» Ὁ δέ· «Τῆς φωνῆς σου», φησίν, «ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην». Καί· «Τίς ἀνήγγειλέ σοι», φησίν, «ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;» Ὅλου γάρ, φησί, τοῦ παραδείσου τὴν τρυφὴν ἀπόλαυσιν ἐδωρησάμην σοι, ἑνὸς δέ σε ξύλου ἀπείργησα, ἵνα γνῷς ὅτι ὑπ’ ἐμοῦ τοῦ πλάστου σου βασιλεύεσαι, κἂν καὶ γῆς ἁπάσης κρατῇς, καὶ ἴδε πῶς οὐδ’ αὐτοῦ ἐφείσω τοῦ ξύλου. Ὁ δὲ ὁμολογεῖ μὲν ὅτι ἔφαγεν, καταιτιᾶται δὲ τὴν τὸν καρπὸν ἀγαγοῦσαν γυναῖκα.

Καὶ οὕτως ὁ μὲν Ἀδὰμ τὴν γυναῖκα, ἡ δὲ γυνὴ πάλιν τὸν ὄφιν καταιτιώμενοι θάτερος θατέρου, ὁ κριτὴς προσφόρως ἐπάγει τὰ ἐπιτίμια, ἀρχόμενος ἐκ τοῦ ἀρχεκάκου ὄφεως, καὶ φησίν· «Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος εἶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν». Ἰδοὺ ὁ ὑπὲρ πάντα τὰ θηρία φρονιμώτατος ὑπὲρ πάντα κατάρατος, ὡς ἁμαρτίας συνήγορος, ἕρπειν δὲ διὰ στήθους καὶ κοιλίας καταδικάζεται καὶ μὴ ἀνανεύειν ἄνω, ἀλλὰ πτέρναν τηρεῖν ὡς κάτω νενευκώς, καὶ διαρκῆ παραταθῆναι τὴν ἔχθραν, ὡς τὰ ἐχθρὰ συνεργήσας. «Καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τοὺς στεναγμούς σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει»· ἐπειδὴ προείλω, φησίν, ἀντὶ μὲν τῆς χαρᾶς τὴν λύπην καὶ τοὺς στεναγμούς, ἀντὶ δὲ τῆς ἰσοτιμίας τοῦ ἀνδρὸς τοῦ ἄρχεσθαι ὑπ’ αὐτοῦ καὶ κυριεύεσθαι, ἐν τούτοις ἤδη καὶ κατάδικος ἔσο. «

Καὶ τῷ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ».

Ἀδέκαστος ἡ κρίσις, φιλάνθρωπος ἡ τιμωρία. Οὐκ ἀφανισμῷ καὶ ἀποσκορακισμῷ παραδοὺς τὸν οὕτω ῥᾳδίως φενακισθέντα πονηρᾷ συμβουλῇ, ἀλλ’ ἢ ἱδρῶσί τε καὶ κόποις τοῦτον καθυποβάλλει, οὐδὲ πάντα τὰ κτήνη ἀφηνιάζει τῆς αὐτοῦ δεσποτείας, ἀλλ’ ἐκεῖνα καὶ μόνα παρῆκε κανθαρωθῆναι τὰ μὴ ἀναγκαῖα κατὰ πολύ. Διὸ καὶ ὅσα ἀγώγιμα καὶ ὅσα ἀρώσιμα καὶ ὅσα ἐδώδιμα κτηνῶν τε καὶ ὀρνίθων, εἰς αὐτοῦ συνεχώρησε λειτουργίαν. Ἀλλ’ οὐδ’ αὐτὸν ἐπαρᾶται τοῦτον, ἀλλὰ τὴν γῆν, ἵνα ἀκάνθας αὐτῷ ἀνατελῇ καὶ τριβόλους, καὶ μὴ ἀνήροτα τούτῳ παρέχῃ τὰ ἐδώδιμα. Καὶ μετὰ ταῦτα, πρὸς τὴν μητέρα αὐτοῦ γῆν ἐπιστρέφειν, καὶ μὴ ἀθάνατον παρακατέχειν τὴν τιμωρίαν. Εἶδόν γε ἔγωγε πολιαίθρους τινὰς προβεβηκότας τῷ χρόνῳ, καὶ τὴν ἑαυτῶν ταλανίζοντας ζωήν, ὡς ἤδη κόπου καὶ πόνου ὑπάρχειν πεπληρωμένην, καὶ λέγοντας, ὅτι· «Ὡς ἔοικεν, ὁ Θεὸς ἡμῶν ἐπελάθετο. Τί γὰρ κέρδος τοιαύτης ζωῆς, μὴ βλέπειν, μὴ ἀκούειν, μήτε περιπατεῖν δυναμένους; τῶν δὲ τοιούτων οὐχὶ ζωή, ἀλλὰ θάνατος εὐεργέτης», σφραγίζοντας ἔργῳ, τό· «θάνατος ἀνδρὶ ἀνάπαυσις», «οὗ ἡ ὁδός», κατὰ τὸν Ἰώβ, «ἀπεκρύβη».

Ὅτου χάριν καὶ ὁ πανάγαθος ἡμῶν Θεός, θεασάμενος ἐξ ἀφθαρσίας πρὸς φθορὰν ἀμειφθέντα τὸν ἄνθρωπον, θνήσκειν λοιπὸν τοῦτον προτρέπεται, καὶ μὴ ἀθάνατον ᾖ τὸ κακὸν καὶ ἀπέραντον, ὡς καί τις σοφὸς προαπεφήνατο κάλλιστα. Διὸ καὶ ἀδέκαστος μὲν αὕτη ἡ κρίσις τοῦ κριτοῦ τῶν κριτῶν, ὁ δὲ τοσοῦτος ἐκεῖνος καὶ τηλικοῦτος καὶ θεόπλαστος ἄνθρωπος τρέπεται, οἴμοι, πρὸς ἐσχάτην ταλαιπωρίαν, ἐμπαρέντος αὐτῷ τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Καὶ τοῦ παμφόρου λειμῶνος ἐκεῖνος ἐξορισθείς, χιτῶνας δερματίνους ἐσθήματα περιβάλλεται καὶ ὁ θειότατος κῆπος ἐκεῖνος ἐν ἀσφαλείᾳ ὅτι πολλῇ κατακλείεται, ὥστε τὰ Χερουβὶμ καὶ ἡ φλογίνη ῥομφαία τὴν ἐκείνου εἴσοδον παραφυλάττειν ἐπέστησαν. Εἰσόμεθα οὖν ἐντεῦθεν ἡλίκον ἁμαρτία κακόν, ἥτις καὶ ἀγγέλους ἀμεῖψεν εἰς δαίμονας, καὶ ἄνθρωπον θεόπλαστον ἄφθαρτον πρὸς φθορὰν κατωλίσθησε, καὶ ἀποσκορακίσας τοῦ παραδείσου τῷ ᾅδη παρέπεμψε μετὰ θάνατον, ἐν ᾧ καὶ κατείχετο δέσμιος ὑπὸ τοῦ ἐχθροῦ ὡς κατάδικος, ἔτη [***] παραμικρόν, ἄχρις ἂν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος Υἱὸς ὁ ἀγαπητὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, μετὰ τὸ σωτήριον πάθος καταφοιτήσας ἐκεῖθεν αὐτὸν ἠλευθέρωσε καὶ ἅπασαν τὴν τῶν δικαίων ὁμήγυριν.

Καὶ ἡμεῖς οὖν, ἀδελφοί, μὴ ἁπλῶς καὶ ὡς ἔτυχε τούτων ἀκούωμεν, μηδὲ εἰκῆ καὶ μάτην τὴν θείαν γραφὴν ἡμᾶς ταύτην μυσταγωγεῖν, ἀλλ’ ἵνα τούτων ἐνωτιζόμενοι συστέλλωμεν ἑαυτοὺς ἐξ ὀλεθρίων παθῶν, ἐννοοῦντες, ὅτι οὐχὶ πορνεία καὶ μόνη πρὸς ἀπώλειαν ἕλκει, ἀλλὰ καὶ ἡ κενοδοξία. Καὶ δῆλον τοῦτο ἐκ τῶν νῦν λεγομένων, περί τε τῶν πεπτωκότων ἀγγέλων, περί τε τοῦ πρωτοπλάστου ἀνθρώπου, οἵτινες οὐ διὰ πορνείαν, ἀλλὰ διὰ κενοδοξίαν πεπτώκασι. Διὸ σπεύσωμεν, δράμωμεν, μὴ διὰ τῆς ἁμαρτίας ὑπεύθυνοι εὑρεθῆναι τῆς τυραννίδος τοῦ ᾅδου. Οὐκέτι γὰρ Χριστὸς ἐκεῖσε κατέρχεται τοῦ ἐξάξαι τοὺς καταδίκους, ἔρχεται δὲ μᾶλλον τοῦ κρῖναι καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Οὗ τῷ ἀμετρήτῳ ἐλέει καταξιωθείημεν τότε εὐάρεστοι ἐνώπιον αὐτοῦ εὑρεθῆναι καὶ μὴ αἰσχυνόμενοι, ὅτι αὐτῷ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι πρέπει δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.