Διὰ τοῦτο πρώτην φωνὴν πρὸς σὲ προσφωνῶ τὴν χαρμόσυνον, ὅπως μὴ σκυθρωπάσῃ ἢ πτοηθῇ σου τὸ πνεῦμα, ἀλλὰ «χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Ἐγὼ μέν, καθὼς προσετάγην, τὸ «Χαῖρέ» σοι φθέγγομαι, ὁ δὲ τῆς δόξης καὶ τῆς χαρᾶς «Κύριος μετὰ σοῦ, εὐλογημένη ἐν γυναιξί». «Ἡ δὲ ἰδοῦσα», φησὶν ὁ εὐαγγελιστής, «διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ καὶ διελογίζετο ἐν ἑαυτῇ ποταπὸς ᾖ ὁ ἀσπασμὸς οὗτος». Τί ἐστι τοῦτο, φησί, καὶ πῶς ὁ Κύριος μετ’ ἐμοῦ; τί τὸ καινὸν τοῦτο καὶ ξένον θέαμα καὶ ἄκουσμα; Ἰδοὺ ἐκ τοῦ σταλέντος καταμανθάνω τὸν στείλαντα· εἰ γὰρ τοιοῦτος ὁ σταλεὶς ὑπηρέτης, ποταπὸς ἄρα ὁ στείλας αὐτὸν Κύριος; «Καὶ διελογίζετο ἐν ἑαυτῇ ποταπὸς ᾖ ὁ ἀσπασμὸς οὗτος». Καὶ εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Μαριάμ». Εἰ καὶ φοβερὸν τὸ ῥῆμα, φησί, καὶ τὸ ἄκουσμα ξένον, ἀλλὰ σὺ «μὴ φοβοῦ, Μαριάμ»· χαῖρε δὲ μᾶλλον καὶ σκίρτα, ὡς ἀρχὴ τῆς χαρᾶς· καὶ «μὴ φοβοῦ, Μαριάμ», οὐ μὴ γάρ σε φλέξῃ· καὶ λοιπὸν «μὴ φοβοῦ, Μαριάμ», διότι «εὗρες χάριν παρὰ Κυρίου». «Εὗρες χάριν», οὐ τὴν χαμαὶ συρομένην, ἀλλὰ χάριν παρὰ Κυρίου ἀνέκφραστον, χάριν ἀκένωτον, χάριν ἀδιάβατον. «Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.