Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στη Μεταμόρφωση του Σωτήρος

Θεολογική και ερμηνευτική ανάλυση της Μεταμορφώσεως, του θείου φωτός, της φωνής του Πατρός και του συμβολισμού της νεφέλης, με εσχατολογικές προεκτάσεις και έλεγχο της απιστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 9

ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΚΑΙ ΕΝΔΟΞΟΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Εὐλόγησον, πάτερ. Μεταμόρφωσιν θείαν ἐξυμνεῖν ἐπεπόθησα, καὶ νοὸς ἀμορφία με τῆς ἐφέσεως ἀπείργειν ἀνθίσταται μαρτυροῦσά μοι ταῦτα εὐλόγως καὶ λέγουσα ὅτι· Μεταμορφώσεως λόγους καιρίους ἐκεῖνοι συνέταξαν, οἱ τὴν καλὴν ἀλλοιωθέντες ἀλλοίωσιν καὶ μεταμόρφωσιν σώματος πρὸς τὸ πνεῦμα δεξάμενοι καὶ τὰ κάτω μέλη τὰ ἐπὶ τῆς γῆς πρὸς τὰ ὄρη τὰ οὐράνια καλῶς ἀνυψώσαντες καὶ τὰς αἰσθήσεις πάσας τῆς ψυχῆς καὶ τοῦ σώματος ἔρωτι θείῳ μεταμορφώσαντες καὶ ἐκ δυνάμεως πρακτικῆς τὸν νοῦν πρὸς δύναμιν θεωρίας ἀναβιβάσαντες καὶ τὰ κάτω ἀφέντες πρὸς τὰ ἄνω ἀνέδραμον καὶ τὰ μέλη τοῦ σώματος καὶ τὰς αἰσθήσεις πάσας συγκαλοῦσι καὶ λέγουσι· «δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ». Ὅσοι οὖν τῆς τοιαύτης κατηξιώθησαν χάριτος καὶ ἔδραμον καὶ ἀνέδραμον καὶ τὸ θεῖον ὄρος ἐκεῖνο τῆς ἀπαθείας κατέλαβον καὶ διανοίας παντελῆ ἐκτιναξάμενοι ζόφωσιν {καὶ} εἰς γνόφον θεῖον {καὶ} κατὰ τὸν πάλαι Μωσέα εἰσέδυσαν καὶ πλάκας θείας γνώσεως χειρισάμενοι, μόλις καὶ οὗτοι τὴν θείαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μεταμόρφωσιν ὑμνῆσαι ἀξίως δεδύνηνται.

Ταῦτα ἐμοὶ καὶ τὰ τοιαῦτα ὁ λογισμὸς {ἀνθιστάμενος} ἀπείργειν με τοῦ ἐγχειρήματος, ὥσπερ ἔφην, ἀνθίστατο. Καὶ τάχα οὐκ ἀπεικότως ἀλλὰ καὶ μάλα δικαίως τοῦτό μοι διεμαρτύρατο, ἅτε δὴ μηδὲν τῶν προειρημένων καλῶν καθορῶν με κτησάμενον, μήτε ἴχνος ἀναβάσεως τοῦ ῥηθέντος θείου ὄρους ἐκείνου πατήσαντα, ἀλλὰ κάτω που δίκην ὄφεως ἕρποντα καὶ εἰς τὰς τρώγλας τῆς γῆς τῶν ἀνοσίων παθῶν καταδύοντα καὶ χοῦν τῷ χοῒ καὶ τῷ πνεύματι τρέφειν διὰ παντὸς ἐφέσεως ἔχοντα· ἀλλὰ κἀμὲ καὶ πάντας τοὺς κατ’ ἐμὲ οὕτως ἔχοντας ἀπογινώσκειν ἑαυτῶν οὐ προσήκει καὶ τοῖς κάτω διηνεκῶς συνάπτεσθαι οὐ δεῖ, ἀλλὰ τὰ ἄνω ἔργῳ καὶ λόγῳ φρονεῖν, τὰ ἄνω ζητεῖν, κἂν ὁ πηλὸς κάτω βρίθειν φιλονικεῖ. Στρατεύεται γὰρ κατὰ τὸν θεῖον ἀπόστολον τὸ πνεῦμα κατὰ τῆς σαρκός, τουτέστιν ὀρέγεται ὡς ἀσώματον τῆς αὐτοῦ συγγενείας, ἤτοι τῶν ἀσωμάτων ἀγγέλων καὶ τῆς ἀϊδίου τρυφῆς, στρατεύεται καὶ ἡ σὰρξ αὖθις κατὰ τοῦ πνεύματος, τουτέστιν ὀρέγεται καὶ αὐτὴ τῆς αὐτῆς συγγενείας, ἤτοι ἀπὸ τῆς γῆς τὴν ὕπαρξιν ἔχουσα πάλιν ἐπιθυμεῖ τῶν ἐπιγείων καλῶν καὶ τῆς προσκαίρου τρυφῆς, καὶ θάτερον θατέρῳ ἀντιστρατεύειν ἐφίεται.

Καὶ τὸ μὲν ἄνω πρὸς τὴν αὐτοῦ συγγένειαν ἐπισπεύδει, ἡ δὲ κάτω πρὸς τὴν αὐτῆς θεραπείαν, ὡς ἔφθην εἰπών, βρίθειν φιλονικεῖ καὶ οὐδέποτε βούλεται ἡμᾶς συγχωρῆσαι ἀναστῆναι τῶν κάτω καὶ λαβεῖν γνῶσιν τῶν ἄνω καὶ τῆς ἐνσάρκου οἰκονομίας καὶ θείας μεταμορφώσεως κατιδεῖν τὸ μυστήριον. Καὶ διὰ τοῦτο καλὸν τοῦ βοᾶν σὺν Ἰωνᾷ τῷ προφήτῃ· «Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, Κύριε ὁ Θεός μου, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου, πρὸς ναὸν τὸν ἅγιόν σου», μήπως φυλασσόμενος «μάταια καὶ ψευδῆ» τοῦ βίου τοῦδε καὶ τοῦ σαρκίου σὲ καταλείψω τὸν μόνον ἀληθινὸν Θεόν.

Ἀλλὰ δὸς ἡμῖν λόγον ἀρτίως, ὁ τοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἀγνοίας πρὸς γνῶσιν μεταμόρφωσόν μου τὸν νοῦν πρὸς τὸ γνῶναι καὶ εἰπεῖν τῆς ἐνδόξου καὶ θείας μεταμορφώσεως τὸ μυστήριον. Ἐμυήθημεν γὰρ τὸν τόπον παρὰ τῶν μυστῶν τῶν σῶν, καὶ αὖθις μυηθῆναι τὸν τρόπον ποθοῦμεν τῆς σῆς θείας μεταμορφώσεως. Διατί γὰρ εἰς ὄρος καὶ οὐκ εἰς πεδιάδα ἡ μεταμόρφωσις γέγονε; διατί δὲ καὶ οὐ πάντες οἱ μαθηταὶ ἀλλὰ τρεῖς μόνοι ἐν τῷ ὄρει τοῦ μυστηρίου μεθῆξαν; καὶ διατί πάλιν Μωσῆς καὶ Ἠλίας ὀφθῆναι τῇ θείᾳ μεταμορφώσει τῶν προφητῶν πάντων προεκρίθησαν; καὶ αὖθις, διατί μεθ’ ἡμέρας ἓξ τῆς ἀποφάσεως τοῦ ζωηφόρου θανάτου αὐτοῦ ποιεῖται τὴν μεταμόρφωσιν;

Ταῦτα γὰρ πάντα οὐ κατὰ βάθος πολὺ ἀλλ’ ἐπιπολαίως ἔχει τὸν νοῦν, καὶ ὁ μικρὸν διασκάπτων τοῦ εὐαγγελίου τὰ ῥήματα εὑρήσεις εὐκόλως τῶν κεκρυμμένων τὴν δύναμιν, ἃ καὶ μετὰ μικρόν, ὡς ἡ θεία χάρις ἡμῖν ἐκκαλύψασα προτείνει, συνοπτικῶς καὶ ῥᾳδίως καὶ σαφῶς ἀναπτύξομεν. «Καὶ μεθ’ ἡμέρας», φησίν, «ἕξ»· ἄλλος δὲ εὐαγγελιστὴς μεθ’ ἡμέρας εἶπεν ὀκτώ. Καί φασιν· ὁ μὲν συμπαρέλαβε τὴν ἡμέραν καθ’ ἣν ὁ Κύριος διελέχθη τοῖς μαθηταῖς καὶ καθ’ ἣν ἐποίησε τὴν μεταμόρφωσιν καὶ τὰς λοιπὰς ἓξ καὶ εἶπεν ὀκτώ, ὁ δὲ τὰς δύο καταλιπών, τῆς μεταμορφώσεως καὶ τῆς διαλέξεως δηλαδή, εἶπε τὰς ἕξ. «

Καὶ μεθ’ ἡμέρας», φησίν, «ἕξ», δηλαδὴ μετὰ τὴν ἐν Καισαρείᾳ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς τοῦ Σωτῆρος ἡμῶν ἐπερώτησιν τὸ «τίνα με οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου εἶναι ὑποτοπάζουσι», καὶ ὅτι «οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, οἱ δὲ Ἠλίαν, οἱ δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν εὑρέθησαν τὸν Δεσπότην ὑπολαμβάνοντες», μετὰ Πέτρου τὴν ὁμολογίαν ὅτι «σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος», μετὰ τὸ διαστεῖλαι «τοῖς μαθηταῖς μηδενὶ εἰπεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός», μετὰ τὸ δεῖξαι αὐτοῖς «ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν ὑπὸ ἀνθρώπων ἁμαρτωλῶν καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι», μετὰ τὸ εἰπεῖν «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι» καὶ ὅτι «οὐδὲν ὠφελεῖται ἄνθρωπος, ἐὰν κερδήσῃ τὸν κόσμον καὶ ζημιωθῇ τὴν ψυχὴν» καὶ ὅτι «μέλλει ἐλθεῖν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ» καὶ ὅτι «εἰσί τινες τῶν ὧδε ἑστώτων» καὶ τὰ ἑξῆς. «Καὶ μεθ’ ἡμέρας ἓξ» τῶν θείων τούτων ῥημάτων ἠθέλησε δεῖξαι τοῖς μαθηταῖς κατὰ τὸ αὐτοῖς ἐγχωροῦν τί ἐστι τὸ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ ἐλθεῖν· διὸ καὶ «παραλαμβάνει τοὺς τρεῖς μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην»· οὐχ ὅτι οὐ πιστεύει τοῖς λοιποῖς μαθηταῖς παραλαμβάνει τοὺς τρεῖς, ἀλλ’ ἵνα ἡμᾶς ἐκπαιδεύσῃ μὴ καθ’ ὅλου ἐξαπλοῦν τὰ κεκρυμμένα μυστήρια.

Καὶ οὐκ εἰς γῆν χαμηλὴν ἀλλὰ «εἰς ὄρος ὑψηλὸν αὐτοὺς ἀναφέρει», ἵνα δείξῃ ὅτι ἐκ τῶν κάτω ἀναφέρειν τὸν κόσμον πρὸς τὰ ἄνω ἐλήλυθεν καὶ ἵνα ἡμᾶς ἐκπαιδεύσῃ ἀνατρέχειν πρὸς τὰ ἄνω, τῶν δὲ κάτω ἀφίστασθαι, καὶ ὅτι αὐτός ἐστιν ὁ κελεύσας ἀναγαγεῖν εἰς τὴν γῆν τὴν ὑψηλὴν τὸν δίκαιον Ἀβραὰμ καὶ ὁλοκαυτῶσαι τὸν υἱόν, καὶ αὐτός ἐστιν ὁ τῷ μεγάλῳ Μωσῇ διορίσας ἀποστῆναι τῶν κάτω καὶ εἰς τὸ ὄρος ἀναδραμεῖν καὶ θεοπτίας καταξιωθῆναι.

Καὶ αὐτὸς ὁ Κύριος κατ’ ἰδίαν εἰς τὸ ὄρος ἀνιὼν πολλάκις προσηύχετο, δι’ ὧν καὶ πάντας ἡμᾶς ἐκπαιδεύει τὰ ἄνω φρονεῖν· διὸ καὶ ἄρτι τότε τοὺς τρεῖς μαθητὰς ἐν τῷ ὄρει ἀναγαγὼν «μετεμορφώθη ἔμπροσθεν αὐτῶν». Διατί δὲ μεθ’ ἡμέρας ἓξ τῆς ἀποφάσεως τῆς θεοσώμου ταφῆς αὐτοῦ καὶ ἀναστάσεως ποιεῖται τὴν μεταμόρφωσιν; ἵνα πάντως μεταμορφώσῃ ἐκ θανάτου πρὸς ζωὴν τὸν παρ’ αὐτοῦ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγονότα ἄνθρωπον, ὃν καὶ μεθ’ ἡμέρας αἰώνων ἑπτὰ τῆς αὐτοῦ βασιλείας καταξιώσει Κύριος καὶ μεθ’ ἡμέρας ὀκτώ, μᾶλλον δὲ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τῇ ἀνεσπέρῳ ἐκείνῃ τοῦ μέλλοντος αἰῶνος, μεταμορφώσει ὑπὲρ τὸν ἥλιον τοὺς ἀγαπῶντας αὐτόν. «Καὶ μετεμορφώθη», φησίν, «ἔμπροσθεν αὐτῶν», τουτέστιν ὁρώντων αὐτῶν ἀπέκρυψε τὴν ὁρωμένην αὐτοῖς δούλου μορφὴν καὶ ἀμυδρὰ κατὰ τὸ ἀνθρώποις ἐγχωροῦν τῆς θείας αὐτοῦ μορφῆς ἀπεκάλυψε σήμανδρα διὰ τὸ μὴ δύνασθαι ἄνθρωπον ζῆν Θεοῦ θεασάμενον πρόσωπον. Καὶ μηδὲ ταύτην οἱ μύσται φέρειν τὴν λαμπηδόνα ἰσχύσαντες ἅμα τῷ ἐδάφει πρηνεῖς κατεφέροντο, ἵνα μείζονα τῆς ἡλιακῆς φωταυγίας ἐκείνου τὴν λαμπηδόνα εἶναι τότε ὑποτοπάσωμεν, ἐπεὶ οὐδ’ εἰς ἥλιόν τις ἀτενίζων καταπίπτει ποτέ.

Καὶ ὅτε οἱ μύσται αὐτοῦ καὶ φίλοι καὶ ἀδελφοὶ οὐκ ἴσχυσαν στῆναι καὶ ἰδεῖν τὴν αὐτοῦ μεταμόρφωσιν, πῶς ἀτενίσαι ἰσχύσωμεν πρὸς αὐτὸν οἱ ἁμαρτωλοὶ τότε καὶ ἀμετανόητοι, ὅτε τὸ στερέωμα δίκην παραπετάσματος ἐκ μέσου ἀρθῇ, καὶ μυριοπλάσιον ἡλίου καταφανῇ τοῖς βροτοῖς καὶ ἐν τῇ δόξῃ τῇ πατρικῇ μετὰ μυριάδων ἀγγέλων ἥξει ἐπὶ τῆς γῆς, ὅτε δι’ ἀγγέλων ἁγίων ἀθροίζει μετὰ τιμῆς ἐκ τῶν τεσσάρων ἀνέμων τοὺς αὐτοῦ ἐκλεκτούς, ὅτε «τὸ πῦρ τοῦ θυμοῦ αὐτοῦ ἐκκαυθήσεται ἕως ᾅδου κατωτάτου καὶ καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων», καὶ «ἐκλάμψουσιν ὑπὲρ ἥλιον οἱ δίκαιοι τότε», ὡς αὐτὸς ἀψευδῶς ἐπηγγείλατο, ἁμαρτωλοὶ δὲ σκοτισθήσονται πλέον καὶ ἀφορισθήσονται ἐκεῖ, ἔνθα, φησίν, «οὐ τελευτήσει ὁ σκώληξ αὐτῶν καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται»;

Ἀλλὰ «φεῖσαι, Κύριε», φεῖσαι <ἀπὸ> τῆς ἀνάγκης ἐκείνης τῶν πιστευόντων εἰς σὲ καὶ τῷ χορῷ τῶν δικαίων σου διὰ μετανοίας εἰλικρινοῦς καὶ «πλήθους ἐλέους σου» ἀριθμηθῆναι ἡμᾶς ὡς ἀγαθὸς καταξίωσον. Δεῖ δὲ ἡμᾶς μὴ πολλὰ καὶ φρικώδη τῆς δευτέρας αὐτοῦ παρουσίας καταλέγειν ἀρτίως, μήπως τὴν χαρμονὴν τῆς παρούσης ἑορτῆς διασκεδάσαντες πολλὴν τοῖς πολλοῖς κατήφειαν προσενέγκωμεν.

Ἀλλὰ φέρε δή, φέρε, κατὰ τὸ ἡμῖν ἐφικτὸν τὴν δόξαν τῆς θείας μεταμορφώσεως κατοπτεύσωμεν. «Καὶ ἔλαμψε», φησί, «τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς», καὶ ἔδειξεν αὐτοῖς μερικῶς τί ἐστι τὸ ἐλθεῖν ἐν τῇ δόξῃ τῇ πατρικῇ, ἵνα ἐκ τοῦ μέρους καὶ τῆς δόξης ἐκείνης, μεθ’ ἧς εἶπεν ἐλθεῖν, ὡς ἐνῆν καταμάθωσι τὸ ἀπόρρητον. «Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες». Τίνα δέ, ἃ ὤφθησαν αὐτῷ συλλαλοῦντες; «τὴν ἔξοδον αὐτοῦ», φησὶν ὁ θεῖος Λουκᾶς, «ἣν ἔμελλε πληροῦν ἐν τῇ Ἰερουσαλήμ»· οὐχ ὅτι αὐτὸς τὴν αὐτοῦ ἔξοδον οὐκ ἐγίνωσκεν, ἀλλ’ ἵνα οἱ μαθηταὶ αὐτοῦ τὴν θείαν ψῆφον περὶ τοῦ θείου πάθους ἀκούσαντες μηκέτι λέγουσιν «ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο». Ἀλλὰ καὶ ταύτην τὴν θείαν ψῆφον περὶ τοῦ θείου πάθους ἀκούσαντες παρὰ τῶν προφητῶν, οὐδ’ οὕτως ὅσον τὸ εἰς αὐτοὺς τὸν Διδάσκαλον συγχωροῦσιν ἐκεῖ ἀπελθεῖν, ἔνθα εἶπε τὸ ἑκούσιον καθυποδέξασθαι πάθος, ἀλλὰ «καλόν ἐστι, Κύριε,» φησὶν ὁ Πέτρος, «ἡμᾶς ὧδε εἶναι», δηλαδὴ ἔνθα οὐ Φαρισαῖοι καὶ γραμματαῖοι καὶ πρεσβύτεροι ἄνομοι πάρεισιν, ἀλλὰ Μωσῆς καὶ Ἠλίας καὶ ἡσυχία πολλὴ καὶ τόπος πανήρεμος. «Καλόν ἐστι, Κύριε, ἡμᾶς ὧδε εἶναι· καὶ εἰ θέλεις, ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσῇ μίαν καὶ μίαν Ἠλίᾳ».

Τούτων δὲ λεγομένων σκηνὴ αὐτοσχέδιος ἐκ νεφέλης φωτεινῆς κόπων χωρὶς ἐπισκιάζει αὐτούς, «καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης μαρτυροῦσα καὶ λέγουσα·

Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε». Οὔκ ἐστι Μωσῆς, οὔτε Ἠλίας, οὔτε ἄλλος τῶν προφητῶν, ὥς τινες ὑποπτεύουσιν, ἀλλ’ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε» τὰς ἐντολὰς καὶ τὰ δόγματα καὶ ἅπαντα ἁπλῶς τὰ σωτηριώδη προστάγματα· κἂν γὰρ πραθείη, κἂν προδοθείη, κἂν σταυρωθείη, κἂν θανεῖν θελήσαιεν, «αὐτοῦ ἀκούετε» καὶ μὴ ἀνθίστασθε· οὐ μόνον γὰρ ὅτι «θάνατος αὐτοῦ κυριεύειν οὐ δύναται», ἀλλὰ δι’ αὐτοῦ μᾶλλον καὶ «ὁ θάνατος εἰς νῖκος καταποθείη». Ὅτε δὲ τὴν ἐμὴν εὐδοκίαν ἀποστολὴν ὀνομάζει καὶ μηδὲν δυνάμενον φάσκοντα ποιεῖν τι ἀφ’ ἑαυτοῦ, πάλιν ἀκούετε καὶ γνῶτε τῆς τοιαύτης οἰκονομίας τὰ ῥήματα· καὶ ὅτε πάλιν τὸ τῆς Τριάδος ἐκκαλύπτει μυστήριον, αὐτοῦ καὶ αὖθις ἀκούετε καὶ μὴ ἀνθίστασθε. Ἐὰν γὰρ ὁ Υἱός μου ὁ ἀγαπητὸς διδάξῃ ὑμᾶς πιστεύειν κακῶς, τίς ἄρα λοιπὸν διδάξει ὑμᾶς πιστεύειν καλῶς; πῶς δὲ καὶ μένει ἀγαπητός μου Υἱὸς διδάσκων κακῶς, ἢ πῶς διακελεύομαι ἐγὼ ἀκούειν αὐτοῦ, ἐὰν διδάσκῃ τι παρὰ τὸ εἰκός;

Ἐὰν δὲ τοῦτο ὑμᾶς σκανδαλίζῃ, διὰ τὸ ποτὲ μὲν ὑψηλὰ λέγειν καὶ θεῖα, ποτὲ δὲ ταπεινὰ καὶ ἀνθρώπινα, γνῶτε ὅτι Θεὸς καὶ ἄνθρωπος ὢν λέγει καὶ θεῖα καὶ ἀνθρώπινα, ἵνα τὰς δύο φύσεις αὐτοῦ κἀν τούτῳ πιστώσῃ καὶ μήτε γυμνὸς Θεὸς περιπατῶν ἐπὶ γῆς λογισθείη, μήτε δὲ ὡς εἷς τῶν ψιλῶν ἀνθρώπων πάλιν ὑποπτευθείη. Ὅτε γὰρ λέγει ὅτι «ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν» καὶ «οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα» καὶ «ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα», αὐτοῦ ἀκούετε θεοπρεπῶς λέγοντος· ὅτε δὲ λέγει «ὁ Πατήρ μου μείζων μού ἐστι» καὶ ὅτι ἀπεσταλμένος εἰμὶ καὶ «ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου τί εἴπω καὶ τί λαλήσω» καὶ «οὐ δύναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν», πάλιν αὐτοῦ ἀκούετε· οἰκονομικὰ γὰρ τὰ ῥήματα. «Αὐτὸς γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε». Οὗτός ἐστιν ὃν προεῖπον διὰ Ἠσαΐου· «Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου υἱός, εἰς ὃν ἐπεπόθησεν ἡ ψυχή μου»· αὐτοῦ ἀκούετε. Ὁ αὐτός ἐστιν καὶ αὖθις ὃν εἶπον διὰ τοῦ ῥηθέντος προφήτου· «ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου.

Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι», τουτέστιν ἐν Ἰερουσαλήμ, ἐν ᾗ ἐγενήθη «ἀμπελὼν Κυρίου σαβαὼθ ὁ οἶκος Ἰσραήλ», ὃν ἔδει «ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». «Ὁ ἀμπελών», φησί, «Κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα δὲ ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». Κραυγὴν δηλονότι, ἣν πάντες τῷ Πιλάτῳ ἐκραύγαζον λέγοντες· «Ἆρον ἆρον, σταύρωσον αὐτόν», «ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν» ὡς ἀνεύθυνον τὸν ὑπεύθυνον καὶ ὡς ὄντα ἡμῶν ἐν φονεῦσιν ὁμότροπον. «Ἆρον δὲ ἆρον, σταύρωσον» ὡς ὑπεύθυνον τὸν ἀνεύθυνον, ὅτι «ἀνόμοιος ἡμῖν ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ»· «ἐπαγγέλλεται γὰρ γνῶσιν ἔχειν Θεοῦ καὶ παῖδα Κυρίου αὐτοῦ ὀνομάζει». «Ἆρον ἆρον, σταύρωσον αὐτὸν» καὶ «ἐποίησεν ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». «Καὶ νῦν ἀναγγελῶ δὴ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν». «ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου». «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε». «

Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα»· καὶ εἶδον ἀλλοιωθέντα ὡς ἥλιον καὶ ὡς φῶς τὸν Διδάσκαλον, εἶδον ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν συλλαλοῦντας αὐτῷ, εἶδον νεφέλην ἐξάπινα αὐτοὺς ἐπισκιάσασαν, ἤκουσαν ἄνωθεν ἀσυνήθους φωνῆς «καὶ ἐφοβήθησαν σφόδρα καὶ ἔπεσον ἐπὶ πρόσωπον· καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν»· ἐγέρθητε οἱ νωθεῖς, «ἐγέρθητε καὶ μὴ φοβεῖσθε».

Οὐχὶ γὰρ ἵνα φοβήσω ὑμᾶς τοῦτο πεποίηκα, ἀλλ’ ἵνα γνωρίσω ὑμῖν ὅτι Θεὸς καὶ Θεοῦ υἱός εἰμι ἐγὼ καὶ κηρύξητε τοῦτο εὐκαίρως τῷ κόσμῳ παντί. Ἄρτι «ἐγέρθητε καὶ μὴ φοβῆσθε». «Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον», οὔτε Μωσῆν οὔτε Ἠλίαν, «εἰ μὴ τὸν Ἰησοῦν μόνον» ἑστῶτα καὶ τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς καταστέλλοντα καὶ ἐντελλόμενον τούτοις μηδενὶ εἰπεῖν τὸ ὅραμα, ἕως οὗ αὐτὸς ἐκ νεκρῶν ἀναστῇ. Ὥσπερ γὰρ πρὸ μικροῦ ἐπετίμα αὐτοὺς μηδενὶ ἐξειπεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός, οὕτω καὶ νῦν αὐτοῖς παρεγγυᾷ μηδενὶ ἐξειπεῖν τὸ ὅραμα, ἕως οὗ ἐκ νεκρῶν ἀναστῇ· οὐχ ἵνα πάντως καὶ τοὺς συμμαθητὰς μέχρι τῆς ἀναστάσεως τοῦ Διδασκάλου λανθάνῃ τὸ ὅραμα, εἰκὸς γὰρ ἦν μὴ λανθάνειν αὐτούς, <ἀλλ’> ἵνα τὴν πίστιν καὶ τὸν πόθον τὸν πρὸς αὐτὸν ἐπαυξάνωσιν.

Λανθάνει δὲ τοὺς Ἰουδαίους, ἵνα μὴ καὶ αὐτοὶ τὸν κατ’ αὐτοῦ φθόνον αὐξήσωσι· τοὺς μὲν γὰρ πρὸς πίστιν ἀνάγει, τοὺς δὲ πρὸς φθόνον ἐξάπτει τὸ τοῦ ὁράματος ἄκουσμα. Οἶδε γὰρ τῶν Ἰουδαίων τὸν φθόνον, ὅτι οὐ θέλουσιν εἶναι τοῦτον Χριστόν, ἀλλὰ καὶ ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγον γενέσθαι προσέταξαν. Καὶ αὐτὸς μὲν τῇ Σαμαρείτιδι καὶ τῷ τυφλῷ Χριστὸν ἑαυτὸν ὡμολόγησε· τῆς μὲν γὰρ λεγούσης διὰ τὸν μεσσίαν Χριστὸν εἶπεν αὐτός· «Ἐγώ εἰμι ὁ λαλῶν σοι»· τοῦ δέ· «Καὶ τίς ἐστι, Κύριε, ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα πιστεύσω εἰς αὐτόν;» λέγει καὶ αὐτῷ ὅτι· «καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν». Ὁ δέ· «πιστεύω», φησί, «Κύριε· καὶ προσεκύνησεν αὐτόν». Τούτοις μὲν γὰρ ταπεινοῖς οὖσι καὶ προειδὼς ὅτι εἰ ἀκούσωσι, ῥᾳδίως πιστεύσουσι, φανεροῖ ἑαυτόν· τοῖς δὲ ὑψηλοῖς εἶναι δοκοῦσι, Φαρισαίοις καὶ γραμματεῦσιν, ἑαυτὸν ἀποκρύπτει, οὐχ ἵνα μείνουσιν ἄπιστοι, ἀλλ’ ἵνα χαλάσῃ τὸν φθόνον αὐτῶν καὶ κατὰ μικρὸν διὰ τῶν αὐτοῦ θεοσημειῶν πρὸς πίστιν ἀνασώσῃ αὐτούς. Διὸ καὶ ἔλεγεν· «εἰ ἐμοὶ οὐ πιστεύετε, κἂν τοῖς ἐμοῖς ἔργοις πιστεύσατε» καὶ ὅτι «τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου περὶ ἐμοῦ μαρτυροῦσιν ὅτι αὐτὸς ἐγώ εἰμι» καὶ ὅτι «ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ ἐμαρτύρησε τὴν ἀλήθειαν».

Ποίαν ἀλήθειαν εἶπεν; «ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου» καὶ ὅτι «οὐκ εἰμὶ ἄξιος βαστάσαι αὐτοῦ τὰ ὑποδήματα» καὶ ὅτι «εἶδον τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτὸν» καὶ ὅτι «αὐτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ ὅτι «ἑώρακα καὶ μεμαρτύρηκα ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ». Ταῦτα γὰρ καὶ τὰ τοιαῦτά ἐστιν ἡ ἀλήθεια, ἣν λέγει ὅτι ἐμαρτύρησεν Ἰωάννης.

Ἐπεὶ δὲ «ἐξετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ», λέγει τοῖς μαθηταῖς μηδενὶ εἰπεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ μηδενὶ εἰπεῖν τὸ ὅραμα, «ἕως οὗ», φησίν, «ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ νεκρῶν ἀναστῇ». Καὶ ἐφύλαξαν οὕτως ἕως οὗ ἡ σωτήριος τοῦ Χριστοῦ γέγονεν ἐξανάστασις.

Καὶ τότε ἀφειδῶς Χριστὸν καὶ Θεὸν καὶ Θεοῦ Υἱὸν καὶ τὰς αὐτοῦ θεοσημείας καὶ τὴν αὐτοῦ μεταμόρφωσιν πανταχοῦ διαρρήδην ἐκήρυττον. Διὸ καὶ ἡ τιμιωτάτη κορυφαία {καὶ} ἀκρότης τῶν ἀποστόλων, Πέτρος ὁ θεῖος, γράφων ἔλεγεν ὅτι· «Οὐ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.

Λαβὼν γὰρ παρὰ Θεοῦ καὶ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης· οὗτός ἐστιν ὁ υἱός μου <ὁ> ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ». Οὐ τεχνολογίᾳ, φησί, καὶ μυθολογίᾳ ἑλληνικῇ ἐξακολουθήσαντες καὶ διδαχθέντες τὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑμῖν γνωρίζομεν θεηγορήματα· ἐξ ἁλιέων γὰρ καὶ ἰδιωτῶν ἀγραμμάτων ἡμᾶς συλλεξάμενος φοιτητὰς καὶ ὀπαδοὺς αὐτοῦ κατηξίωσε· καὶ οὐκ ἐξ ἀκοῆς λοιπὸν τὰ περὶ ἐκείνου μεμυήμεθα, ἀλλ’ ἐπόπται τῆς μεγαλειότητος τούτου γενέσθαι ἠξιώθημεν καὶ σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ τὴν θείαν αὐτοῦ μεταμόρφωσιν αὐτόπτως κατείδομεν καὶ τῆς ἄνωθεν αὐτῷ ἐκ τοῦ Πατρὸς ἐνεχθείσης φωνῆς αὐτήκοοι τρανῶς ἀκηκόαμεν. Ὅτε δὲ λέγει ὅτι· «λαβὼν ἀπὸ τοῦ Θεοῦ καὶ Πατρὸς τιμὴν καὶ δόξαν», τὴν ἄνωθεν πρὸς αὐτὸν φωνὴν ἐνεχθεῖσαν λέγει, ὅπως δι’ αὐτῆς γνωσθῇ ἐπὶ τῆς γῆς καὶ πιστεύσωσιν οἱ λαοὶ καὶ ἀξιοχρέως τιμήσωσι καὶ δοξάσωσι καὶ πιστεύσωσιν εἰς αὐτόν· ὅτι δὲ συνουσιωμένην καὶ συναΐδιον τοῦ Πατρὸς εἶχε τιμὴν καὶ δόξαν καὶ οὐχ ὕστερον αὐτὴν προσελάβετο, πάντῃ που δῆλον πιστοῖς.

Ὥσπερ γὰρ ὅταν λέγῃ καὶ αὐτὸς ὁ Υἱὸς τῷ Πατρί· «ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς», οὐ τοῦτο λέγει, ὅτι δόξαν οὐκ εἶχες καὶ «ἐδόξασά σε ἐγὼ ἐπὶ τῆς γῆς», ἀλλ’ ὅτι ἐφανέρωσά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς, «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», οὕτως καὶ ὁ θεῖος Πέτρος τὴν πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ μαρτυρίαν τιμὴν καὶ δόξαν ἐκάλεσεν. Ἔδει μὲν γὰρ ἔδει καὶ ἐκ τῶν λόγων αὐτοῦ καὶ ἐκ τῶν αὐτοῦ θεοσημειῶν πιστευθῆναι Θεὸν εἶναι καὶ Θεοῦ Υἱόν· ἐπεὶ δὲ καὶ τοιαῦτα λέγων καὶ πράττων ὁ τοῦ Θεοῦ ἠπιστεῖτο μονογενὴς Λόγος καὶ Υἱός, ἰδοὺ μαρτυρεῖ αὐτὸν ἄνωθεν καὶ ὁ Πατήρ, «οὗτός ἐστι» λέγων «ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». Καὶ αὕτη ἐν Ἰορδάνῃ καὶ ἐν Θαβωρίῳ ταυτοφώνως ἄνωθεν ἡ μαρτυρία προσγίνεται· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε».

Καὶ τοῦτο προειδὼς ἐν Πνεύματι ὁ Δαβὶδ προαπεφήνατο λέγων· «Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται». Ποίαν ἄρα ἕξουσιν ἀπολογίαν λοιπὸν οἱ ἀθετοῦντες καὶ ἀπιστοῦντες τὴν ὁμοφυῆ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα θεότητα;

Ἐμαρτύρησεν ὁ Πατὴρ ἄνωθεν τὸν Υἱὸν ὅτι υἱὸς αὐτοῦ ἐστι, καὶ οὐκ ἐπίστευσαν· ἐμαρτύρησεν ὁ θεῖος Ἰωάννης καὶ Βαπτιστὴς ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐδὲ πάλιν ἐπίστευσαν· ἐμαρτύρησαν ὁμοφώνως οἱ δώδεκα Χριστοῦ μύσται καὶ οἱ ἑβδομήκοντα, καὶ οὐδὲ τούτοις ἐπίστευσαν, ἀλλὰ καὶ θανάτου μᾶλλον ἀξίους διὰ τὸ ὄνομα τοῦ Χριστοῦ αὐτοὺς κατεδίκασαν. Καὶ μέχρι τοῦ νῦν ἄπιστα καὶ κακόπιστα πλήθη ἀνθρώπων πολλὰ βλασφημοῦσι τὸν Κύριον, οἵτινες οὐδεμίαν περὶ τῆς ἁμαρτίας τῆς ἑαυτῶν ἢ βλασφημίας καὶ ἀπιστίας τῆς αὐτῶν εὑρήσουσι πρόφασιν· «εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν». Διατί; ὅτι «καὶ ἑωράκασι», φησί, «καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου». «Ὁ μισῶν γὰρ τὸν υἱὸν καὶ τὸν Πατέρα μισεῖ» καὶ «ὁ μὴ τιμῶν», φησί, «τὸν υἱόν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν». Ἡμεῖς δὲ χάριτι θείᾳ φωτισθέντες τὴν ἀκήρατον πίστιν προσκυνοῦμεν καὶ σέβομεν Τριάδα ὁμοούσιον καὶ τοῦ ταύτης ἑνὸς τοῦ ὀφθέντος σαρκὶ καθ’ ἡμᾶς τὴν ἔνδοξον μεταμόρφωσιν.

Εἴη δὲ καὶ ἡμᾶς τὰ τῆς σαρκὸς ἀποθέσθαι φρονήματα καὶ ψυχῆς μεταμόρφωσιν πρὸς τοῦ θείου καθυποδέξασθαι Πνεύματος. Εἰ καὶ μὴ νῦν ὡς φῶς λευκανθῶσιν ἡμῶν τὰ ἱμάτια καὶ ὡς ἥλιος ἀναλάμψουσι τὰ πρόσωπα, ἀλλ’ ὅτε ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν καθ’ ἥλιον οἱ δίκαιοι λάμψουσι, χάριτι καὶ φιλανθρωπίᾳ τῆς μιᾶς ἀκτίστου Τριάδος καὶ ὁμοουσίου θεότητος, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.