Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στην Κοίμηση της Υπεραγίας Θεοτόκου

Περιγραφή της συνάξεως των αποστόλων, της θείας επιφάνειας του Χριστού για την παραλαβή της ψυχής της Μητέρας του, καθώς και της θαυμαστής εκφοράς του ιερού σκηνώματος της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 9

ΤΟΥ ΑΥΤΟΥ ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΠΑΝΣΕΠΤΟΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΠΑΝΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Εὐλόγησον, δέσποτα. Βουλομένῳ μοι ἀνυμνεῖν, ὑπερύμνητε, τὴν παναγίαν σου κοίμησιν τὴν ὑπέρτιμον, συγγνώμης ἀξίωσον καὶ λόγον παράσχου μοι προσφορώτατον, ἡ τὸν Λόγον τὸν ἄρρητον ἀρρήτως συλλαβοῦσα καὶ τέξασα καὶ πρὸς τοῦτον ἀφράστως ἐνδημήσασα σήμερον καὶ εἰς χεῖρας δοῦσα τὸ πανάχραντον πνεῦμά σου τοῦ ξένως εἰς χεῖράς <σου> ἁγίας βρεφοπρεπῶς <κρατηθῆναι> εὐδοκήσαντος. Χρῄζει γὰρ ὁ ὑμνεῖν σε βουλόμενος θείαν ὄντως φωνὴν πάντα περιηχοῦσαν τὰ πέρατα καὶ νοεροὺς ὀφθαλμοὺς καθορᾶν δυναμένους τὸ σὸν ὕψος, ἁγνὴ θεομακάριστε, καὶ γλῶσσαν ἀγγελικὴν ὑπερφυῶς δυναμένην ὑμνῆσαι τὰ μεγαλεῖά σου. Τούτων δ’ ἁπάντων τἀναντία κεκτημένος ἐγὼ σιωπᾶν οὐκ ἀνέχομαι· καίτοι γε πολλάκις ἐμαυτὸν ἐπιτιμήσας σιωπᾶν οὐκ ἠρέμησα, ἀλλὰ καὶ αὖθίς με ὁ λογισμὸς ἐνοχλήσας ἐνίκησε καὶ τολμηρῶς λέγειν τὰ ὑπὲρ ἐμὲ αἰτήσας ἀνέπεισε· καὶ ἀναπείσας, τὴν σὴν πανακήρατον ἀγαθότητα μεσίτην προβάλλομαι, ὡς ἂν φωτισμοῦ ῥανὶς τῆς σῆς καθαρότητος ῥαντίσῃ καρδίαν μου, καὶ χάρις ἔνθεος τῆς σῆς ἁγίας κοιμήσεως τὸν νοῦν ἀφυπνίσῃ μου, καὶ οὕτω βλέψω τρανῶς καὶ λαλήσω χρησίμως ἐκ σοῦ τὰ σὰ καὶ ὑπὲρ σοῦ, παναμώμητε.

Καὶ σὺ μέν, ὦ ὑπερύμνητε Δέσποινα, ἐγκωμίων γλώσσης βροτείας χρείαν οὐκ ἔχεις, ὡς τὰ ἄνω οἰκοῦσα βασίλεια νυμφικῶς τῷ Πατρὶ καὶ μητρικῶς τῷ Υἱῷ καὶ δεκτικῶς τῷ θείῳ Πνεύματι ὡς ὑπεράμωμος· ἡμεῖς δὲ μᾶλλον τῆς σῆς ἀμάχου χρῄζομεν βοηθείας, ὡς ἄτε δὴ πολὺν ἔχοντες σπίλον καὶ μέσον βαδίζοντες παγίδων πολλῶν καὶ ἐπὶ ἐπάλξεων πόλεων περινοστοῦντες καὶ συχνῶς κινδυνεύοντες. Οὔτε γὰρ ἡ θάλασσα χρῄζει ποταμίων ῥευμάτων, οὔτε ἐπομβρίδος βραχείας, ἀλλ’ ὅμως εἰσδέχεται· κἀκείνη μὲν δι’ αὐτῶν οὐ πληθύνει τὰ νάματα, ἐκεῖνα δὲ ταύτῃ προσομιλήσαντα εἰς πλάτος ἐχώρησαν, καὶ πᾶσαν ἀκρώρειαν καὶ τόπους ἐρήμους καὶ κρημνοὺς καὶ χαράδρας καταλιπόντα αἰγιαλοῖς καὶ λιμέσι καὶ πλούτῳ θαλαττίῳ εἰκότως ἐπαπολαύουσι. Τοιγαροῦν καὶ αὐτή, ὦ πάναγνε Δέσποινα καὶ ὑπεράγαθε, ὡς νεφέλη φωτὸς θεῖον ὑετὸν ἡμῖν ἐπιστάλαξον καὶ ὡς θάλασσα νοητὴ καὶ πανάμωμος τοῦτον αὖθις ὑπόδεξαι, ἵνα τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέροντες φανῶσιν εὐπρόσδεκτα.

Καὶ ἰδοὺ ἐκ τῶν σῶν, πάναγνε θεόνυμφε Δέσποινα, σοὶ προσφέρομεν λέγοντες· μακαρίζομέν <σε> πᾶσαι αἱ γενεαί, καθάπερ προεφήτευσας· μακαρίζομέν <σε> πᾶσαι αἱ γενεαὶ σήμερον, τὴν σὴν μακαρίζομεν ὑπέρτιμον κοίμησιν· μακαρίζουσιν ἀρχιερεῖς καὶ ἱερεῖς καὶ Λευῖται τὴν σὴν ἁγίαν μετάστασιν· μακαριοῦσί σε βασιλεῖς καὶ ἄρχοντες καὶ τὰ τούτων στρατόπεδα· μακαρίζει σε μεγιστάνων ἅμα σοφῶν καὶ ἰδιωτῶν, πλουσίων τε καὶ πενήτων, πρεσβυτέρων τε καὶ νεανίσκων καὶ παρθένων πληθὺς ἀπειρότατος· μακαρίζουσί σε ἀπὸ τότε μέχρι τοῦ νῦν καὶ ἀεὶ τῶν πιστῶν τὰ συστήματα. Καὶ τότε μὲν «ἐπάρασά τις γυνὴ φωνὴν» εὔφημον «ἐκ τοῦ ὄχλου» πρὸς τὸν πανάγιον τόκον σου τρανῶς ἐξεβόησε· «Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας»· σήμερον δὲ τὴν σὴν ἐξαιρέτως ἀνάπαυσιν ἀξιοχρέως οἱ πιστοὶ μακαρίζομεν. «Θάνατος γάρ», φησίν, «ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη», κατὰ τὸν δίκαιον Ἰώβ. Εἰ δὲ «θάνατος ἀνδρὶ ἀνάπαυσις» διὰ δικαιοσύνην καὶ μόνην, τί ἄν τις εἴποι περὶ Μητρὸς Θεοῦ ἀκηράτου, τῆς ὑπεραπείρου ζωαρχίας, {ἦν} ἥτις καὶ πάντων κτιστῶν δικαιοσύνης ὑπέρκειται καὶ ὡς Παρθένος καὶ Μήτηρ πρὸς υἱόν τε καὶ Δεσπότην ὁμοῦ φαιδρῶς μεταβαίνειν ἐπείγεται;

Σήμερον καὶ τὰ θεῖα στρατεύματα τῇ θεοτιμήτῳ κηδείᾳ τῆς Πανάγνου μετ’ εὐλαβείας παρίστανται, καὶ ὁ τούτων Δεσπότης καὶ αὐτῆς καὶ υἱὸς ὁμοῦ πρὸς αὐτὴν παραγίνεται. Βαβαὶ τοῦ μυστηρίου τοῦ ξένου· οἵου καὶ ὅσου κλέους ἡ Πανάμωμος κατὰ τὴν παροῦσαν ἡμέραν ἀπήλαυσεν· μᾶλλον δὲ οὐ τὴν παροῦσαν ἡμέραν μόνην, ἀλλὰ καὶ πρὸ ταύτης πολλῶν καὶ μετ’ αὐτὴν διηνεκῶς, δι’ αὐτῆς δὲ καὶ πλήθη πιστῶν τῶν βεβιωκότων καλῶς. Πολλοὺς γὰρ δικαίους, ὡς ἀκήκοα ἐκ βίβλων ἱερῶν, τῇ παρουσίᾳ τῇ ἑαυτοῦ ὁ Δεσπότης τετίμηκεν· μᾶλλον δὲ οὐ παρουσίαν ἀλλ’ ἐπιφάνειαν, {καὶ} κατὰ Παῦλον, δεῖ ταύτην καλεῖν. Παρουσία γὰρ καὶ ἀπουσία ἐρχομένων καὶ ἀπερχομένων ἐστίν, οἷον ἀγγέλων καὶ ἀνθρώπων καὶ ἄλλων κτιστῶν μεθισταμένων ῥᾳδίως· ἐπιφάνεια δὲ καθολική ἐστι κρυφιομύστως <παρουσία> φαινομένη κατ’ εὐδοκίαν, ὅτε καὶ βούλεται. Οὔτε γὰρ ὁ ἥλιος ὧδε κἀκεῖσε διατρέχει εἰς τὸ φαίνειν καὶ φαίνεσθαι, ἀλλὰ τὸν ἴδιον ὅρον διατελῶν εὐκόλως ἡμᾶς καθορᾷ, καὶ τοῦτον ἡμεῖς ῥᾳδίως κατοπτεύομεν.

Τὸν δὲ «ἥλιον τῆς δικαιοσύνης» ὁρᾶν οὐ δυνάμεθα διὰ τὰ νέφη τὰ σκοτεινὰ τῶν σφαλμάτων ἡμῶν· ἐκεῖνος δὲ πανταχοῦ ὢν καὶ τὰ πάντα πληρῶν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ τὰ τῶν καρδιῶν ἡμῶν ἀπόρρητα καθορᾷ, φαίνεται δὲ τοῖς ἀξίοις αὐτοῦ ἐκκαλύπτων ἑαυτὸν καὶ ἐμφανίζων εὐκαίρως, καθάπερ τοῖς πάλαι δικαίοις ἐκείνοις τοῖς πρὸ νόμου καὶ μετὰ νόμον.

Ἐν δὲ τῇ χάριτι πολλοὺς μάρτυρας καὶ ὁσίους τῆς ἑαυτοῦ ἐμφανείας κατηξίωσεν, ἵνα καὶ τοὺς ἑαυτοῦ δούλους εὐφράνῃ καὶ τὴν ἰδίαν ὑπόσχεσιν ἔργῳ σφραγίσεται· ὑπόσχεσιν δηλαδὴ ἐκείνην τὴν πάλαι, ὅτι· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω», καὶ τὴν αὖθις, ὅτι· «ἐμφανήσω αὐτῷ ἐμαυτόν», τῷ τηροῦντι δηλαδὴ τὰς ἁγίας αὐτοῦ ἐντολάς. Καὶ ἵνα μὴ πολλῶν τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης μνησθῶ καὶ ἐκτείνω τὸν λόγον εἰς μῆκος, ἑνὸς τῶν μεγάλων ὁσίων μνησθήσομαι καὶ εὐθὺς ἐπανάγω τὸν λόγον εἰς τὸ προκείμενον· πάνυ γάρ μοι ἀξιόπιστα φαίνονται τὰ περὶ τῶν μαρτύρων καὶ ὁσίων διηγήματα. Ὅτε γὰρ ἀκούσω ὅτι ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ καὶ τοῖς αὐτοῦ ὁμοτρόποις καὶ ὅτι συχνάκις τῷ μεγάλῳ Παϊσίῳ ἐπεφαίνετο, οὐκ ἔλαττον ἐκείνου τοῦτο λογιάζομαι, μᾶλλον δὲ πλεῖον θαυμάζω τῶν παλαιῶν τὰ πρόσφατα, ὡς ἐμοὶ προσπελάσαντα καὶ πάσης ἀληθείας πεπληρωμένα καὶ χάριτος.

Ἀλλὰ μηδεὶς ἡμᾶς καταιτιᾶσθαι θελήσειεν, ὡς ἄλλα λέγειν ἀντ’ ἄλλων δοκοῦντας καὶ ὡς ἐκκλίναντας δῆθεν τὸν λόγον ἐκ τῆς πανσέπτου κοιμήσεως καὶ πρὸς ἄνδρας δικαίους τῆς Παλαιᾶς καὶ Καινῆς τὸν λόγον ἰθύνοντας. Οὐ μὲν οὖν οὐδὲν τῆς νύσσης τοῦ λόγου ἔξω βαδίζομεν, ἀλλ’ ὅσα ἂν εἴποιμεν χάριτι θείᾳ, εἰς δόξαν τῆς Πανενδόξου πάντως εἴποιμεν ἄν, καὶ πρὸς αὐτῆς τὴν πάντιμον κοίμησιν τὰ τῆς διανοίας ἐξηρτήσαμεν ὄμματα, καὶ βουλόμεθα δεῖξαι τῷ λόγῳ φιλανθρωπίαν Χριστοῦ πᾶσαν ἔννοιαν ὑπερβαίνουσαν καὶ εἶθ’ οὕτως ἐννοῆσαι πόσον τὸ μέσον τῆς παναχράντου τούτου μητρὸς καὶ τῶν ἁγίων δούλων αὐτοῦ. Ἧκε δὲ ὁ λόγος ἤδη λοιπὸν πρὸς ἐκεῖνον τὸν ὅσιον, οὗ πρὸ μικροῦ μνησθῆναι ἡμῖν καθυπέσχετο.

Φησὶ γὰρ περὶ τοῦ μεγάλου Σισώη τοῦ τρισοσίου ἐκείνου καὶ ἀσκητοῦ, ὅτι ὁπηνίκα τὸ τέλος ἐπέστη τῆς ζωῆς αὐτοῦ καὶ ἔκειτο τὰ τελευταῖα ἤδη καὶ ὁρῶν καὶ φθεγγόμενος, ἤρξατο λέγειν· Ἰδοὺ παρεγένετο τῶν προφητῶν ὁ χορός, ἰδοὺ ἦλθε καὶ ὁ δῆμος τῶν ἀποστόλων, ἰδοὺ ἦλθε καὶ ἡ τῶν μαρτύρων πληθύς, ἤδη καὶ ἀγγέλων ἐπέστησαν τάγματα, ἰδοὺ καὶ ὁ δεσπότης ἦλθε Χριστὸς λέγων· Ἐνέγκατε πρός με τὸ σκεῦος τὸ μέγα τὸ τῆς ἐρήμου· καὶ ταῦτα εἰπὼν ἐκοιμήθη ἐν Κυρίῳ.

Καὶ εἰ οὕτως οἶδε τιμᾶν Χριστὸς τῶν ἑαυτοῦ δούλων τὴν πανόσιον κοίμησιν, πόσον ἄρα λοιπὸν ἐτίμησεν ἂν τὴν πάνσεπτον κοίμησιν τῆς ἰδίας αὐτοῦ καὶ πανάγνου Μητρός; ὄντως ἐπέστη ἐκεῖ τότε ἐν πόλει Σιών, ἐπέστη ἐκεῖ Χριστὸς ὁ Θεὸς καὶ πλῆθος στρατιᾶς ταγμάτων οὐρανίων, ἵνα τὰ μέν, ὡς φιλότιμά τε καὶ φιλοδέσποτα, τὴν συνήθη λειτουργίαν τῷ Δεσπότῃ προσοίσουσι καὶ τῆς τούτου πανυμνήτου Μητρὸς τὴν κηδείαν ἀγλαοφανῶς διακοσμήσουσιν, ὁ δέ, ἵνα ὡς Θεὸς παντοδύναμος εὐκρινῶς διακρίνῃ καὶ λήψεται ψυχὴν καθαρὰν σώματος ἀκηράτου, ὡς δὲ υἱὸς φιλομήτωρ τιμήσῃ μητέρα παρθένον καὶ ἀποδῷ αὐτῇ πολλαπλασίους τὰς ὀφειλάς. Ποίας οὖν ὀφειλάς; τοῦ ἐγκύου τοῦ ξένου, τοῦ τόκου τοῦ ἀρρήτου, τοῦ θηλασμοῦ τοῦ ἁγίου, τοῦ ἐγκολπίου βαστάγματος, τῶν σπαργάνων ἐκείνων, τῆς ἐν Αἰγύπτῳ φυγῆς, τῆς ἐκεῖθεν ὑποστροφῆς, τῆς εἰς Ναζαρὲτ ὑπὲρ νοῦν οἰκήσεως καὶ αὐξήσεως, τὸν πόθον τὸν εἰς αὐτόν, τὴν εὐλάβειαν τὴν πολλήν. Καὶ τὸν πόθον μὲν καθορῶμεν ὁπηνίκα ἐν ἡμέραις τρισὶ διαζητοῦσα εὗρεν αὐτὸν «καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων», καί, «τέκνον, τί ἐποίησας ἡμῖν οὕτω», φησί, καί, «ἰδοὺ ἡμεῖς ὀδυνώμενοι ἐζητοῦμέν σε». Τὴν δὲ εὐλάβειαν {τὴν} ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ· «οἶνον», φησίν, «οὐκ ἔχουσιν». Εἶδας εὐλάβειαν, ἀγαπητέ, πανεντίμου μητρός;

ὅτι οὐδὲ τελείως παρασιωπᾷ τὴν ὑπόμνησιν, οὐδὲ πάλιν θαρσαλέαν αὑτὴν παρεισάγει, ἀλλ’ ἐν πολλῇ τῇ αἰδῷ καὶ εὐλαβείᾳ φησίν· «οἶνον οὐκ ἔχουσιν».

Ἐπεὶ δὲ οὔπω καιρὸς ἐφεστήκει τῶν αὐτοῦ θεοσημειῶν, τὴν ὑπόμνησιν μὲν περιχαρῶς οὐ προσδέχεται καί, «τί ἐμοὶ καὶ σοί, ὦ γύναι;», φησίν, «οὔπω ἥκει ἡ ὥρα μου», θαυματουργεῖ δ’ ὅμως, ἵνα μὴ τὴν μητρικὴν αἴτησιν ἀκυρώσῃ, καὶ μεταβάλλει ἀρρήτως τὸ ὕδωρ εἰς οἶνον. Καὶ ἄλλοτε πάλιν ζητοῦσα θεάσασθαι αὐτὸν οὐκ ἠδύνατο διὰ τὸν ὄχλον· καὶ εἶπέ τις πρὸς αὐτόν· «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ἰδεῖν σε θέλοντες». Εἰ δέ πού τις ταῦτα καὶ τὰ τούτοις ὅμοια παρεᾶσαι θελήσειεν καὶ θεάσεται αὐτὴν κοπτομένην εἰς τὸ ἑκούσιον πάθος, ἐκεῖ ὄψεται αὐτὴν μητρικῶς τρυχομένην καὶ ῥομφαίαν πόνου διελθοῦσαν τὴν καρδίαν αὐτῆς, ὡς ἔφη Συμεών.

Ταύτας οὖν τὰς ὀφειλὰς ἧκεν ὁ Δεσπότης τῇ μητρὶ ἀποδοῦναι, ὡς παρθένον, ὡς νύμφην Πατρὸς ἀθανάτου ἁγνήν, ὡς δοχεῖον καθαρώτατον Πνεύματος παναγίου, ὡς πάσης ἀρετῆς καὶ εὐλαβείας τερπνὸν καταγώγιον καὶ ὡς τῆς αἰχμαλωσίας ἡμῶν ἀφορμὴν ἀνακλήσεως. Ἦν γὰρ λοιπὸν αἰχμάλωτον τὸ γένος ἡμῶν καὶ δι’ αὐτῆς ἀνεκλήθη, ὡς ἄν τις παραβολὴν ἐφαρμόσῃ τοιάνδε· Ἐγένετο ἀπατηθῆναι υἱὸν βασιλέως μεγάλου ὑπό τινος πονηροῦ τυράννου καὶ ἀπατηλοῦ· καὶ ἀπατήσας ἐξέωσεν αὐτὸν τοῦ πλούτου τοῦ πατρικοῦ καὶ τῆς αὐτοῦ βασιλείας καὶ εἰς χώραν ᾤκισεν ἀλλοτρίαν, ὡς δῆθεν βασιλεύειν ἐκεῖ καὶ τῷ πατρὶ ὁμοιωθῆναι καὶ ἴσον κατὰ πάντα γενέσθαι.

Ἐπέβη δὲ τοὐναντίον· καὶ ἀντὶ τοῦ ἰσωθῆναι τῷ πατρὶ τῷ μεγάλῳ καὶ κατ’ αὐτὸν βασιλεύειν ἐσχάτῃ κατεδουλώθη δουλείᾳ καὶ δερματίνους περιεβλήθη χιτῶνας καὶ θλίψεις μεγάλας ὑπέστη εἰς τὴν πολύθλιβον καὶ πολύμοχθον καὶ πολυώδυνον καὶ πολυαμάρτητον χώραν ἐκείνην. Ἐτέχθησαν δὲ αὐτῷ υἱοὶ καὶ θυγατέρες, καὶ ἐτάθη τὸ γένος εἰς πλῆθος. Κατεδούλου δὲ καὶ ἐτυράννει αὐτῷ ἀνηλεῶς ὁ ἀπατήσας καὶ ἀνδραποδίσας τὸν γεννάρχην αὐτοῦ καὶ εἰς ἄλλην αἰχμαλωσίαν, δηλαδὴ τὴν αὐτοῦ πανέσπερον καταδίκην, καὶ αὐτοὺς κατεδίκαζε.

Καὶ οὐδὲ τάχιον ἀνακαλεῖται αὐτοὺς ἐκεῖνος ὁ δίκαιος βασιλεὺς καὶ πατήρ, οὐδ’ αὖ πάλιν τούτους τελείως καταλιμπάνει· τὸ μέν, τὸ εὐεξαπάτητον ἀποτειχίσαι βουλόμενος, τὸ δέ, ἵνα τὴν ἐπηρμένην ὀφρῦν κατασπάσῃ τοῦ πολεμήτορος καὶ τὴν μεγαλαυχίαν αὐτοῦ ταπεινώσῃ τὴν ἄμετρον· ὡς γὰρ τοὺς τῆς βασιλείας κληρονόμους αἰχμαλώτους κατέχων ἄμετρα ἐνηβρύνετο. Τί οὖν ὁ μέγας ἐκεῖνος καὶ παντοδύναμος βασιλεύς;

Οὐκ ἀξιοῖ βασιλικῶς πολεμῆσαι τὸν τύραννον, οὔτε στρατόπεδα κατ’ αὐτοῦ καθοπλίζει· εἷς γὰρ τῶν αὐτοῦ στρατιωτῶν ἤρκει καταναλῶσαι τὸν τύραννον καὶ τὴν πᾶσαν αὐτοῦ συμμορίαν· ἀλλ’ εὐδοκεῖ ἀναστῆσαι ἐκ τοῦ κόλπου τοῦ ἁγίου αὐτοῦ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν ἀγαπητὸν καὶ ὁμοούσιον, τὸν σύνθρονον καὶ ἰσοβασίλειον, καὶ στεῖλαι αὐτὸν εἰς τὴν χώραν ἐκείνην. Τί οὖν ὁ υἱὸς ὁ ἀγαπητὸς καὶ τῆς δόξης ἰσότιμος; Μὴ εἰδὼς τῷ πατρὶ παρακούειν ἐν μηδενί, ἀλλ’ ὑπείκειν αὐτῷ μέχρι θανάτου, ἀσμένως ἀνίσταται τάχιστα· καὶ ὅρα μοι βασιλικωτάτην ὄντως σοφίαν καὶ σύνεσιν, μᾶλλον δὲ καὶ δύναμιν ἄφατον. Οὐ λαμβάνει στρατόπεδα, οὐ δορυφόρους ὁπλίτας, οὐ βασιλέως γνωρίσματα· οὐδὲ γὰρ ἦν δυνατὸν τὴν χώραν ἐκείνην βαστᾶσαι ἢ προσκλέψαι αὐτὸν οὕτως ἐπιφανέντα.

Στέλλει δὲ κρυφιομύστως ἕνα τῶν αὐτοῦ ταξιαρχῶν εἰς τὴν χώραν τῶν αἰχμαλώτων ἐκείνων, πρός τινα παρθένον ἀμόλυντον καὶ τελείως ἀκήρατον, ἔχουσαν κάλλος ἀμήχανον καὶ ἀρετὴν ἀξιοθαύμαστον, καταμηνύσων αὐτῇ τὸ κεκρυμμένον μυστήριον, ὅτι ἤδη δι’ αὐτῆς ἡ τῶν αἰχμαλώτων γίνεται λύτρωσις καὶ ἡ τοῦ γένους ἀνάκλησις. Διαπορεῖ ἡ παρθένος τῷ μεγέθει τοῦ πράγματος· λύει τὴν ἀπορίαν ὁ ταξιάρχης σαφέστατα· συντίθεται ἡ παρθένος διακονῆσαι τῷ θαύματι· παραγίνεται ἀρρήτως ὁ βασιλεὺς διὰ τῆς παρθένου εἰς τὴν χώραν ἐκείνην, δουλικὸν περιβάλλεται σχῆμα, τοῖς αἰχμαλώτοις συναναστρέφεται, ὁμοιοῦται αὐτοῖς κατὰ πάντα «ἁμαρτίας χωρίς»· ἄρχεται ὁ δελεάσας δελεάζεσθαι, πειρᾶται λαβεῖν τὸν λυτρωτὴν ὡς αἰχμάλωτον, τοῖς αἰχμαλώτοις συναριθμεῖν τοῦτον διαγωνίζεται· καὶ ὁ βασιλεὺς ἑκὼν εἰς τὴν φρουρὰν παραγίνεται <καὶ> συναριθμεῖται καὶ αἰχμαλώτοις γίνεται λύτρωσις καὶ πηροῖς ἀνάβλεψις, ὥς τις τῶν αὐτοῦ περὶ αὐτοῦ ἀπεφήνατο· εἶτα ἐκκαλύπτει τὸ κράτος τῆς αὐτοῦ δυναστείας ἐκεῖ οὐ πλήθει στρατοπέδων πρὸς συμμαχίαν χρησάμενος· ἀλλ’ ὥσπερ ληνὸν πεπατήκει μονώτατος, οὕτω καὶ ἐχθροῦ τυραννίδα μονώτατος ὄλλυσι. Χειροῦται τὸν τύραννον καὶ τὸ τούτου στρατόπεδον, ἀπόλλυσι μετ’ ἤχου τὸ τούτου μνημόσυνον, τόξα συντρίβει δυναστῶν καὶ «μοχλοὺς σιδηροῦς» διακλᾷ, ταμεῖά τε καὶ βασίλεια τυραννικὰ καταστρέφει ῥᾳδίως.

Λαμβάνει τοὺς αἰχμαλώτους ἐν δυναστείᾳ μεγάλῃ καὶ ὑψηλῷ βραχίονι καὶ ἄνεισιν ἀγαλλόμενος ὡς γίγας τρέχων ὁδόν. Πληροῖ τὰ σύμπαντα χρηστότητος, ὑμνεῖ τὰ ἐπινίκια, δοξάζει τὰ εἰκότα τὴν παρθένον ἐκείνην καὶ ὡς τεῖχος ἀκράδαντον ἀφίησιν αὐτήν· τὴν χώραν διατηρεῖ τῶν πρὶν αἰχμαλώτων, αὐτὸς δὲ ὡς νικητὴς τροπαιοῦχος καὶ ὁπλίτης ἀκαταγώνιστος εἰς τὰ βασίλεια πρόσεισι καὶ ὡς δῶρον ὑπέρτατον τῷ πατρὶ τῷ ἰδίῳ ἐλευθέρους εἰσάγει τοὺς αἰχμαλώτους ποτέ· προσάγει δὲ καὶ τὴν πρόσληψιν, ἣν ἐκ τῆς χώρας προσέλαβε, μεθ’ ἧς καὶ τὸ τρόπαιον ἔστησε, καὶ <ἐκ> δεξιῶν, ὡς τὸ πρίν, τοῦ πατρὸς συγκάθεδρος γίνεται, καὶ ἄλλος παράκλητος, ὧς αὐτός, εἰς τὴν χώραν ἐκείνην ἐξαποστέλλεται.

Καὶ τίς ἱκανὸς αὖθις τὰ ἐκείνου διηγήσασθαι; ἐπιλείψει γὰρ ὁ χρόνος τὸν διηγεῖσθαι βουλόμενον τὰ ἐκείνου τερατουργήματα. Ὁρᾶτε ἡλίκων καὶ ὅσων ἀγαθῶν αἴτιος ἐκείνη ἡ παρθένος ἐγένετο; Δι’ αὐτῆς γὰρ πρὸς αἰχμαλώτους ὁ λυτρωτὴς ἐπεδήμησε, δι’ αὐτῆς κατεβλήθη ὁ τύραννος, δι’ αὐτῆς αἰχμαλώτων ἀνάκλησις, διὰ ταύτης δουλείας ἀπαλλαγὴ καὶ φοβερᾶς <τυραννίας> ἐξοστράκισις καὶ παρθενίας εἰσαγωγὴ καὶ ἀρᾶς ὑποχώρησις καὶ εὐλογίας εἰσέλευσις. Τίς οὖν τὴν τοσούτων ἀγαθῶν αἴτιον ἀξίως ὑμνήσειε τῶν αἰχμαλώτων ἐκείνων; ἢ τὴν ταύτης ἐπάνοδον ἐκ τῆς χώρας πρὸς τὰ βασίλεια τίς ἂν ἐγκωμιάσειεν; αἰχμαλώτων μὲν ἢ ἐλευθέρων οὐδείς, εἰ μή που καὶ αὖθις δοξάσειεν ὁ καὶ τὸ πρὶν δοξάσας αὐτὴν βασιλεύς.

Ἐπεὶ οὖν ῥητῶς πως <καὶ> σαφῶς, εἰ καὶ ἀμυδρῶς <καὶ> παραβολικῶς διεξῆλθεν ὁ λόγος τὰ παντὸς λόγου καὶ ἐννοίας {καὶ} ἀνώτερα, ζητεῖ λοιπὸν παρρησίᾳ λαλεῖν τὰ τῆς ἁγνῆς Παρθένου καὶ Θεομήτορος. Ἦν οὖν ἡ Παρθένος αὕτη σὺν παρθένῳ ἁγίῳ μαθητῇ μετὰ τὴν θείαν ἀνάληψιν τοῦ υἱοῦ αὐτῆς καὶ Θεοῦ ἐπὶ γῆς βαδίζουσα, εἰς οὐρανὸν δὲ τὸ φρόνημα ἔχουσα· ἐκεῖ τοὺς ὀφθαλμοὺς ἀνατείνουσα, ἐκεῖ τὴν καρδίαν καὶ τὰς φρένας ἐκπέμπουσα, ἐκεῖ μελετῶσα διὰ παντὸς ἡμέρας καὶ νυκτός, ἐκεῖ ἔνθα ἐξ ὄρους ἁγίου τοῦ Ἐλαιῶνος εἶδεν ἀναληφθέντα τὸν ὑπεράγαθον, ἄνω βλέπουσα ποθεινῶς ἡ ὄντως ἀξία τῆς ἄνω λαμπρότητος καὶ κάτω κλίνουσα κορυφὴν αὐτῆς τὴν πανάχραντον, κινοῦσα ταύτην καθ’ ἑαυτῆς μετὰ συννοίας καὶ λέγουσα· «Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ» τοῦ υἱοῦ καὶ «Θεοῦ» μου; πότε τῆς γῆς ταύτης πρὸς τὰ ἄνω ἀρθήσομαι; πότε τῆς ἀρχαίας πατρίδος μου τοῦ μακαρίου λειμῶνος ἐπαπολαύσομαι; πότε μου τῷ Δεσπότῃ καὶ υἱῷ καὶ Θεῷ μητρικῶς προσπελάσαιμι; πότε τῆς αὐτοῦ βασιλείας τὴν λαμπρότητα τρανῶς κατοπτεύσαιμι; πότε τῆς αὐτοῦ ἀφράστου τραπέζης μητρικῶς εὐφρανθήσομαι; εἰ γὰρ τοῖς ἑαυτοῦ μύσταις ἐπηγγείλατο τοῦτο, πόσῳ γε μᾶλλον ἐμοὶ τῇ τούτου μητρὶ δι’ ἄφατον ἔλεος. «Οὐ μὴ πίω», φησίν, «ἀπ’ ἄρτι ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου».

Καινὸν ἐπηγγείλατο πίνειν αὐτό, οὐκ αὐτὸ τοῦτο <τὸ> τῆς ἀμπέλου γένημα, —ἄπαγε, οὐ γὰρ ἔχει τοιαύτας ἀμπέλους ἐκεῖ—ἀλλὰ καινόν, νεοφανές, ξένον καὶ ἀπόρρητον· καινὸν πάντων ἡμῶν, ἄφραστον καὶ ἀγνώριστον. Πότε οὖν τούτου ἐπαπολαύσω τοῦ ἐπαγγέλματος; πότε ἀναλύσω; πότε ἀπελεύσομαι; πότε κατατρυφήσω αὐτοῦ τοῦ κάλλους τοῦ ἀφράστου; «ἐπιθυμίαν γὰρ ἔχω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι», τῷ υἱῷ καὶ Δεσπότῃ μου.

Ταῦτα ἀδολεσχοῦσα ἐν εὐφροσύνῃ καρδίας ἡ θεόνυμφος Δέσποινα, ἐπέστη ὁ καιρὸς τῆς ἐνδόξου κοιμήσεως, ἦλθεν ἡ ἡμέρα τῆς ἱερᾶς αὐτῆς μεταστάσεως, ἤγγικεν ἡ ὥρα τῆς ποθεινῆς ἀναλύσεως· καὶ γίνεται τότε οὐρανίων καὶ ἐπιγείων ὄντως παράδοξος ἄθροισις. Ὦ ὑπερύμνητον τέλος μακαρίας καὶ ἀμώμου ἁγνῆς Θεομήτορος, περὶ οὗ ὁ προφητικὸς χορὸς ἁρμοδίως ᾄδει ᾠδὴν τὴν πανάμωμον· ὦ μακαρία μετάστασις μακαρίας ἀμώμου <καὶ> σεβάσμιος· «μακάριοι μὲν οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου», σὺ δὲ πολυπλασίως τῶν ἀμώμων ὡς ὑπεράμωμος μακαρίζεσαι. Τότε καὶ ἡ μετάρσιος ἀεροβατοῦσα τῶν ἱερῶν ἀποστόλων ἐξάπινα ἐκ τῶν περάτων τῆς γῆς ἄθροισις γίνεται· ἦλθον γὰρ ἐκ τῶν περάτων, καθάπερ στρατιῶται πρὸς πόλιν τοῦ βασιλέως τὴν ἔμψυχον· ἦλθον προπέμψαι τὴν στρατηγὸν τὴν ὑπέρμαχον, μᾶλλον δὲ πρὸς τὰ βασίλεια τὴν βασιλίδα τὴν ἔνδοξον.

Ἐλθὼν γὰρ ὁ Βασιλεὺς εἰς τὴν χώραν τῶν αἰχμαλώτων ἡμῶν, ὡς ὁ λόγος προεδηλώσατο, καὶ κρατήσας αὐτὴν καὶ ἀναλώσας τὸν τύραννον κατέλιπε φύλακας, δηλαδὴ τοὺς ἱεροὺς ἀποστόλους καὶ τὴν πάναγνον Δέσποιναν· τοὺς μὲν ὡς πιστοὺς καὶ ἀρίστους στρατιώτας ὁπλίτας, τὴν δὲ ὡς τεῖχος ἀκράδαντον, ὡς ὅπλον ἀκαταγώνιστον, ὡς στρατηγὸν δυσμαχώτατον καὶ ὡς βασιλίδα θεόστεπτον, ἵν’ ὁμοῦ μὲν τὴν χώραν διαφυλάττουσι καὶ βασιλείαν μίαν τῷ κόσμῳ διακηρύξωσι.

Καὶ ἡ μὲν ὡς βασιλὶς ᾤκησε τῇ βασιλίδι Σιὼν καὶ τὸν κόσμον διεφύλαττεν εὐχαῖς, οἱ δὲ διεσπάρησαν ὡς ὁπλῖται γενναιότατοι πρὸς τῆς γῆς τὰ πληρώματα, βασιλεῖς καὶ τυράννους καὶ σοφοὺς καταβάλλοντες, οὐχ ὅπλα κινοῦντες καὶ δόρατα, οὐ φάσγανα κατέχοντες, ἀλλ’ οὐδὲ πήραν ἢ ῥάβδον φέρειν συνεχωρήθησαν, μόνην δὲ «περικεφαλαίαν σωτηρίου» καὶ ὡς «μάχαιραν Πνεύματος ῥῆμα Θεοῦ»· καὶ σταλέντες ὡς ἄρνες τοὺς λύκους κατέβαλον.

Ταῦτα διατελοῦντες καὶ πανταχοῦ περιτρέχοντες, τῆς βασιλίδος ἡ κοίμησις τούτους οὐκ ἔλαθεν, καὶ ἀρρήτῳ δυνάμει τὴν Σιὼν κατελάμβανον· μεθ’ ὧν καὶ ὁ θεῖος Ἱερόθεος, ὁ Παύλου μὲν μύστης γενόμενος, Διονυσίου δὲ μετὰ Παῦλον τοῦ Ἀρεοπαγίτου μυσταγωγὸς χρηματίσας, ὡς αὐτὸς λέγει Διονύσιος, ὃς καὶ μαρτυρεῖ ἐκείνου τὴν ὑπερβάλλουσαν ἔκπληξιν·

Ὅλως, φησίν, ἦν ἐξιστάμενος, ὅλως ἠλλοιωμένος, ὅλως ἔκδημος τὸ θεοδόχον σκῆνος θεώμενος. Ὁμοίως καὶ Πέτρος, ἡ τιμιωτάτη κορυφαία τῶν ἀποστόλων ἀκρότης, καὶ ὁ ἀδελφόθεος Ἰάκωβος καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς μετ’ εὐλαβείας παρίστατο καὶ ἐξοδίους ὕμνους ὁρατῶς τῇ Θεοτόκῳ προσέφερον, ἀοράτως δὲ τῶν ἀγγέλων τὰ τάγματα καὶ πρὸ πάντων Γαβριὴλ ὁ ἄριστος αὐτῆς ἀρχιδιάκονος τὸ «Χαῖρε, σεμνὴ» καὶ αὖθις, «ὁ Κύριος μετὰ σοῦ»· συνέλαβες γὰρ αὐτὸν τότε διὰ τοῦ Πνεύματος, νῦν δὲ αὐτῷ μεταδώσεις τὸ πνεῦμά σου.

Χαῖρε, ὅτι τοῦ προσκαίρου βίου μεθίστασαι καὶ πρὸς τὸν ἀΐδιον μετοικίζεσαι. Χαῖρε, Μήτηρ τοῦ οὐρανίου καὶ ἀκηράτου φωτός, ὅτι πρὸς φῶς τὸ ἀνέσπερον μετατίθεσαι σήμερον. Χαῖρε, Μήτηρ τῆς ζωῆς, ὅτι ζωὴν κληρονομήσεις τὴν ἄληκτον.

Χαῖρε, δι’ ἧς ἡ ζωὴ πεφανέρωται, καὶ ὁ θάνατος τεθανάτωται. Χαῖρε, δι’ ἧς ὁ πάλαι κεκλεισμένος παράδεισος ἤνοικται, καὶ βασιλείας κληρονόμοι οἱ πρὶν αἰχμάλωτοι γίνονται. Χαῖρε, ὅτι Βασιλεὺς πάντων ἡμῶν καὶ κτίστης καὶ Κύριος ἄρτι πρὸς σὲ παραγίνεται.

Ταῦτα τοῦ Γαβριὴλ φθεγγομένου, ὁ Σωτὴρ ἐπιφαίνεται, καὶ ὕμνησαν οἱ ἄγγελοι· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν». Καὶ ἡ Πανάμωμος· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι», «ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι». Καὶ ὤφθη Κύριος λέγων πρὸς αὐτήν· Χαῖρε, Μήτηρ· χαῖρε, σεμνή· χαῖρε, Παρθένε ἁγνή· χαῖρε, θεομακάριστε· εἰρήνη τῷ πνεύματί σου, εἰρήνη τῇ καρδίᾳ σου, εἰρήνη τῷ σώματί σου. Ἔγειραι, «ἄγωμεν ἐντεῦθεν».

Τὴν πίστιν τετήρηκας, καὶ διὰ σοῦ πολλοὶ ταύτην ἐγνώρισαν· τὴν παρθενίαν ἐφύλαξας ἄμεμπτον, καὶ πολλοὶ διὰ σοῦ ταύτην γνωρίσουσι· καὶ ἀπόκειταί σου λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν. Ἔγειραι, «ἄγωμεν ἐντεῦθεν». Καὶ ἡ Παρθένος· «Σύ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος»· «ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου»· «εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος».

Καὶ λέγει μετ’ αἰδοῦς τῷ υἱῷ αὐτῆς καὶ Δεσπότῃ· Εἰ εὗρον χάριν μητρικὴν ἐναντίον σου καὶ οἶδάς με παρὰ πάσας, σὺ αὐτὸς χερσὶν ἀχράντοις ἰδίαις «παράλαβέ μου τὸ πνεῦμα»· ἐπεὶ γὰρ αὐτὸς κατηξίωσας χείραις ἐμαῖς κρατηθῆναι, «εἰς χεῖράς σου» ἐγὼ νῦν «παραθήσω τὸ πνεῦμά μου», καὶ ἡ προφητεία αὐτὴ πληρωθήσεται σήμερον. Καὶ ὁ Δεσπότης· Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὗρες γὰρ χάριν ἐναντίον μου μητρικήν, καὶ οἶδά σε παρὰ πάσας. Καὶ ἡ Πανάμωμος· «Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου». Καὶ ὁ Εὔσπλαγχνος· Γενηθήτω σοι ὡς θέλεις, ὦ μῆτερ ἀπείρανδρε· τοῦτο γὰρ πρέπον ἐστί, ποιῆσαι τὸ θέλημά σου. Καὶ αὖθις τὴν ψυχὴν ἐπιτάσσει ὡς κτίστης ταύτης καὶ Θεός· Σοὶ λέγω, ψυχὴ παναμώμητε· δεῦρο ἔξω. Ἐγὼ γὰρ ὁ ἐπιτάξας «τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν σκότει· ἀνακαλύπτεσθε», καὶ τῷ φίλῳ Λαζάρῳ· «δεῦρο ἔξω», καὶ σοὶ νῦν ἐπιτάσσω, ψυχὴ ἁγία· δεῦρο ἔξω· εἰρηναίως καὶ εὐκρινῶς διακριθεῖσα σώματος πανοσίου, δεῦρο ἔξω. Καὶ ὑφαπλώσας θείας παλάμας ὑπτίας, οἵας πρὸς βρέφος πατήρ, γίνεται εὐθὺς ψυχὴ δικαία ἐν χειρὶ Θεοῦ.

Καὶ ὕμνησαν εὐθέως τὰ θεῖα στρατεύματα· «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια». Καὶ ἀνῄεσαν ᾄδοντες, ψάλλοντες φωνὰς ἀγαλλιάσεως· καὶ ἀποφέρουσιν αὐτὴν «ἔνθα ἀπέδρα ὀδύνη πᾶσα, λύπη καὶ στεναγμός», ἔνθα ὁ νυμφὼν τοῦ ἀθανάτου Νυμφίου, ἔνθα τὸ ἀνέσπερον φῶς καὶ ἡ βασιλεία ἡ τέλος οὐκ ἔχουσα. Τὸ δὲ πανάγιον αὐτῆς λείψανον καὶ παναμώμητον οἱ κλεινοὶ ἀπόστολοι μετ’ εὐλαβείας καὶ φόβου ἀξιοχρέως κηδεύουσιν. Εἰ γὰρ ἐκ τῶν περάτων τῆς γῆς ἐπὶ τὸ αὐτὸ συνήχθησαν οὗτοι, τίς λοιπὸν τῶν πιστῶν ἐν Ἰερουσαλὴμ κατοικῶν ἢ κύκλωθεν αὐτῆς οὐκ ἠθροίσθη ἐκεῖ τότε, θέαμα ξένον καὶ ἀξιοθαύμαστον κατοπτεῦσαι σπουδάζων; Οὐ γὰρ ἦν ἐξόδιον ἐκεῖνο ἁπλῶς, ὡς τῶν λοιπῶν γυναικῶν ἢ βασιλίδων, καθ’ ὅτι οὐδὲ ἦν ἄλλη τοιαύτη ἐν γυναιξίν, ἀλλ’ ἦν ἐξόδιον, μᾶλλον δὲ εἰσόδιον, βασιλίδος πρὸς βασιλείαν ἀπόρρητον· θεία γὰρ καὶ ἀνθρωπίνη τιμὴ πλουσίως ἐκεῖ τότε ἐπήγαζεν.

Ταῦτα βλέπων ὁ ἀρχέκακος καὶ βάσκανος δαίμων ἠρεμεῖν οὐκ ἠνείχετο, ἀλλὰ κινεῖ πρὸς φθόνον τοὺς ἀπίστους Ἰουδαίους. Καὶ τίς ἡ αἰτία, ἔλεγον, τῆς πολλῆς ταύτης καὶ ἀμέτρου τιμῆς; μία γὰρ αὕτη πέφυκε πάντως τῶν λοιπῶν γυναικῶν.

Ταῦτα βλασφημούντων αὐτῶν καὶ τὰ αὐτῶν παραπλήσια, εἷς ἐξ αὐτῶν σκληρύνεται τὴν καρδίαν καὶ διατρέχει σπουδαίως ἐν αὐθαδίᾳ πολλῇ κρατῆσαι βουλόμενος τοῦ ἁγίου ἐκείνου σκίμποδος, ἐν ᾧ τὸ πανάγιον ἐκεῖνο λείψανον, τὸ καὶ ἀγγέλοις αἰδέσιμον, ὡς ἀκοντίσων αὐτὸ σὺν αὐτῷ ὁ παράφρων φρυαττόμενος. Καὶ εἰ Ὀζᾶν ἐκεῖνος εὐλαβῶς πειρασθεὶς προσψαῦσαι τῆς κιβωτοῦ ἐμπιπρᾶτο, {ὁ} βέβηλος ὤν, τί οὐκ ἂν εἶχε παθεῖν ὁ αὐθάδης οὗτος καὶ ἀλαζών; Κρατήσας γὰρ τοῦ ἁγίου σκίμποδος, ὡς εἴρηται, ἐκεῖνο μὲν ἀπερίτρεπτον ἔστη, αὐτοῦ δὲ τὰς βεβήλους χεῖρας καὶ ὑβριστικὰς εὐθὺς ἡ δίκη ἐξέτεμε. Τοῦτο καὶ τοὺς ἀπίστους τὸ σημεῖον ἐκπλῆξαν συνέστειλε καὶ πίστεως πολλῶν ἐγένετο πρόξενον, τοὺς δὲ πιστοὺς εἰς πόθον θεῖον περισσοτέρως ἐξέκαυσε.

Τὸ δὲ πανακήρατον καὶ πανάγιον ἐκεῖνο σῶμα ἐν τῷ παναγίῳ χωρίῳ Γεθσημανῆς ἐξ ἀποστόλων θείων συστέλλεται καὶ πρὸς Θεὸν τῶν ἀποστόλων μεταστέλλεται καὶ ποιεῖται τὰς διατριβὰς εἰς ἐκεῖνα, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».

Καὶ νῦν, ὦ πανύμνητε Δέσποινα, δέξαι μου τουτονὶ τὸν ἐξόδιον λόγον καὶ ὑπόδεξαι· δέξαι τοῦτον εἰς σὴν δόξαν, ὦ θεομακάριστε Κόρη καὶ θεοδόξαστε· δέξαι τοῦτον εἰς ἐμὴν σωτηρίαν [***